De constitutione artis medicae ad Patrophilum

Galen

Galen, De constitutione artis medicae ad Patrophilum, Claudii Galeni Opera Omnia, Kühn, Volume 1, 1829

Ἐπεί μοι δοκεῖς, ὦ Πατρόφιλε, θεῖόν τι πεπονθέναι πάθος, ὀρεγόμενος ἅπαντα σὺν ἀποδείξει τε καὶ μεθόδῳ μανθάνειν, ὑπηρετῆσαί σου διέγνωκα τῇ προθυμία, καὶ γράψαι τῶν λόγων ὧν ἤκουσας, ἢ περὶ ὧν ἠπόρεις, ὑπομνήματά σοι. πῶς δ’ οὐκ ἂν ὑπέστην τὸν ἆθλον τοῦτον, ὁρῶν σε καθευρηκότα μὲν ἀρχήν τινα τῆς ἐπ’ ἀλήθειαν ἀγούσης ὁδοῦ, μόνον δ’ οὐ δυνάμενον αὐτῆς ἐφικέσθαι δι’ ὕψος τε καὶ μῆκος καὶ τραχυτῆτα. τοὺς μὲν γὰρ

225
πολλοὺς ὁρῶ, μηδὲ μετὰ παρακλήσεως ἐπ’ αὐτὴν ἰόντας, ἀλλ’ ὀκνοῦντάς τε, καὶ ἀποτρεπομένους, σὲ δ’ ἐκείνων ἔμπαλιν ἔχοντα· ἀποτρεπομένων γὰρ ἁπάντων, ἄχρι γε τοῦ δεῦρο, καὶ πρὸς ἄλλας ὁδοὺς ἐκτρεπόντων, αὐτήν γε κατιδόντα τὴν ἀλήθειαν, ὡς ἐφ’ ὑψηλοῦ τινος ᾤκισται, καὶ τοῦ κάλλους αὐτῆς ἐραστὴν δριμύτατον γενόμενον, οὔτ’ ὀκνεῖν τὴν ὁδὸν, οὔτ’ ἐπιτρέπειν ἑαυτῷ μόνῳ τὴν πορείαν. ἐν μὲν δὴ τῷ παρόντι, σύστασιν ἰατρικῆς τέχνης ἐπιθυμῶν ἐξευρεῖν ἀληθῆ, μεστὸς ὠδίνων ἦσθα τὴν ψυχήν. ὡς δ’ ἐγὼ ὑποτοπάζω, μικρὸν ὕστερον ἐμπλησθήσῃ μείζονος ὀρέξεως, εἰ θεάσαιο τὸ τῆς ἀληθείας φῶς καταλαμπόμενον, ἑτέραν οὐχ εὑρὼν ὁδὸν καλλίονα τῆς νῦν σοι ζητουμένης. ὁρῶ γάρ σε περὶ τὴν τἀληθοῦς εὕρεσιν ἐνθέως διακείμενον, ἐφ’ ἧς ἂν ὕλης φαντάζοιο. λέγοντος οὖν σου, μυρίοις μὲν ὑποβεβληκέναι τὰ ὦτα μαθήσεως ἕνεκα τέχνης ἰατρικῆς, οὔτε δ’, ὅθεν ἄρχεσθαι χρὴ, σὺν ἀποδείξει τε καὶ μεθόδῳ παρ’ οὐδενὸς ἀκηκοέναι, καὶ πολὺ δὴ μᾶλλον οὐδὲ
226
τὴν ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος ὁδὸν οὐδενὶ ἐπιδεικνύντι σοι συγγεγονέναι, δείξειν ὑπεσχόμην ὃ ποθεῖς, εἰ πρότερον ὑπομείναις καὶ ἐπ’ ἄλλων γυμνάσασθαι τεχνῶν τὸν λόγον. σοῦ δὲ, οὐχ ὅπως ἀποστάντος, οὐδ’ ὀκνήσαντος τὴν πρόσκλησίν, ἀλλ’ ἥδιον ἂν οὕτω φάντος ἢ ἐκείνως ἐπὶ τὸ προκείμενον ἐλθεῖν, εἰ μόνον ἐπαγγείλαιμί σοι τὴν αὐτὴν μέθοδον ἐν ἁπάσαις ἐπιδείξειν ταῖς τέχναις· εἶτ’ ἐμοῦ καὶ τοῦτ’ ἐπαγγειλαμένου, καὶ δεικνύντος ἐπὶ τῆς πρώτης προβληθείσης θεωρίας, ἑώρων σε γανύμενον ἐπὶ τῇ τῆς θεωρίας ἀληθείᾳ. καὶ τοίνυν ἐφεξῆς πολλὰς ὁμοίως διασκεψάμενος, καὶ μάλιστα αὐτῶν τὰς ποιητικὰς, ἐπειδὴ τοῦ γένους ἐστὶ τούτου καὶ ἡ περὶ τὴν ὑγίειαν ἔχουσα, τηνικαῦτα μετέβης ἐπ’ αὐτὴν, ἣν ἐξ ἀρχῆς ὥρμησο, καὶ θεασάμενος, ὡς ἐστὶ κᾀνταῦθα μία τε καὶ ἡ αὐτὴ μέθοδος, ἠξίωσας, ὑπὲρ τοῦ μηδέποτ’ ἐκρυῆναι τῆς μνήμης τὰ λεχθέντα, γραφῆναί τινα αὐτῶν ὑπομνήματα. κᾀγὼ χαίρων σου τῇ
227
περὶ τὴν ἀλήθειαν σπουδῇ, δύο ταῦτα ξυνέθηκα γράμματα· τὸ μὲν ἕτερον, ἐν ᾧ χρὴ πρότερον γυμνάσασθαι τὸν τεχνωθῆναι βουλόμενον, ἐπιδεικνύον, ὅπερ οἱ παλαιοὶ φιλόσοφοι λέγουσι, τὸ πάσῃ τέχνῃ τὴν σύστασιν ἀπὸ τῆς κατὰ τὸ τέλος ἐννοίας γίγνεσθαι· διῃρέθη δὲ διὰ τὸ μέγεθος εἰς δύο βιβλία· τὸ δ’ ἕτερον καὶ δεύτερον, οὗ νῦν ἀρχόμεθα, δεικνύον, ὅπως ἡ αὐτὴ καὶ μία μέθοδος, ὥσπερ τὰς ἄλλας ἁπάσας τέχνας, οὕτω καὶ τὴν ἰατρικὴν συνεστήσατο. καὶ δὴ ἀρκτέον ἤδη μοι τοῦ λόγου.

Ἐπειδὴ τῶν τεχνῶν ἔνιαι μὲν ἐν μόνῳ τῷ θεωρῆσαι τὴν φύσιν, ὧν ἐπισκοποῦνται πραγμάτων, ἔχουσι τὸ τέλος, ὡς ἀριθμητικὴ, καὶ ἀστρονομία, καὶ φυσιολογία· τινὲς δὲ πράττουσι μέν τινας πράξεις, ὡς ὀρχηστική τε καὶ κηρυκτικὴ, δεῖξαι δ’ οὐδὲν ἔργον ἑαυτῶν ἔχουσι τοῦ πράττειν παυσάμεναι· τινὲς δ’ ἔμπαλιν τούτων ἐπιδείκνυνται δημιουργήματα, καθάπερ οἰκοδομική τε καὶ τεκτονική· τινὲς δ’ οὐδὲν αὗται δημιουργοῦσι, ἔργον δ’ αὐταῖς ἐστι καὶ σπούδασμα,

228
θηράσαι τε καὶ κτήσασθαι τῶν ὄντων τι, καθάπερ ἥ τε ἁλιευτικὴ καὶ κυνηγετικὴ, καὶ συλλήβδην εἰπεῖν, ἡ θηρευτικὴ πᾶσα· πρόκειται δέ σοι συστήσασθαι μεθόδῳ τέχνην ἰατρικὴν, ἐπίσκεψαι πρῶτον, ἐκ ποίου γένους ἐστὶ τῶν τεχνῶν· ἆρά γε τῶν θεωρητικῶν ἐστι μία τις, ἢ τῶν πρακτικῶν, ἢ ποιητική τις, ἢ κτητική. τοῦτο δὲ οὐ χαλεπὴν οὔτε τὴν ζήτησιν οὔτε τὴν εὕρεσιν ἔχει. διὸ γὰρ ὅλως ἐπεθύμησας κτήσασθαι τέχνην τοιαύτην, ἀναμνησθῆναί σε χρή. πρῶτον οὖν σε πάντων αὐτὸ τοῦτο ἠρόμην, ἡνίκα ἡμῖν ἡ ἀρχὴ τοῦ τοιούτου ἐγίγνετο γυμνάσματος, ἀπεκρίνω δέ μοι, βούλεσθαι τοὺς παρὰ φύσιν ἔχοντας ἀνθρώπους τὸ σῶμα, μάλιστα μὲν, εἰ οἷόν τε, πάνυ εἰς τὴν φύσιν ἐπαναγαγεῖν, εἰ δ’ ἄρα τοῦτ’ ἀδύνατον, ἀλλὰ τοῦ γε διαγινώσκειν ἑκάτερον, ὅσοι τε ἰάσιμοι, καὶ ὅσοι μὴ, κτήσασθαί τινα γνῶσιν. ἐπεὶ δὲ ταύτην ἀρχὴν ἔδωκας τῷ λόγῳ, τῶν ποιητικῶν ἔφην σε τεχνῶν ἀποφαίνειν, ἣν συστήσασθαι ποθεῖς, εἴ γε
229
δὴ δεικνύειν ἔχεις τῆς τέχνης τοὖργον, ἤδη τοῦ πράττειν πεπαυμένος. εἰσὶ δὲ δήπου καὶ ἄλλαι πολλαὶ τέχναι ποιητικαὶ, χαλκευτικὴ, σκυτοτομικὴ, ναυπηγικὴ, τεκτονικὴ, πλαστικὴ, γραφικὴ, καὶ σχεδὸν ὅσος οὐκ ἄλλος ἀριθμὸς ἑτέρου γένους, αἱ ποιητικαὶ τέχναι παρὰ τοῖς ἀνθρώποις εἰσίν. ἣν οὖν ἐπὶ τῶν τοιούτων τεχνῶν ἔμαθες ἐν τῷ πρὸ τούτου γράμματι, ταύτην ἤδη σοι μεταφέρειν καιρὸς, ἐφ’ ἣν συστήσασθαι σπεύδεις, ἀρχὴν κᾀνταῦθα τῷ λόγῳ τὴν αὐτὴν τιθέμενος, ἣν ἐπ’ ἐκείνων ἁπασῶν ἐτίθεσο, τὴν ἔννοιαν τοῦ τέλους, ἣν ὁπόθεν ἐκτησάμεθα, λέγειν ἤδη καιρός. πρώτη μὲν ἡμῖν ἐγένετο γνῶσις ἡμῶν τε αὐτῶν ὑγιαινόντων, καὶ τῶν ἄλλων ἀνθρώπων. δευτέρα δ’ ἐπὶ ταύτῃ νοσησάντων, ὅθεν περ καὶ ἡ ἐπιθυμία τοῦ θ’ ὑγιαίνειν εἰσῆλθεν ἡμῖν, καὶ τοῦ συστήσασθαί τινα τέχνην ὑγιαστικήν. ἀλλ’ ἐπεί περ ὑγείαν ἐργάζεσθαι βουλόμεθα τοῦ γένους, ἄν τις εἴη μία τῶν ποιητικῶν τεχνῶν, ἣν συστήσασθαι ποθοῦμεν. οὐσῶν δὲ διφυῶν, ὡς ἐδείχθη, τῶν ποιητικῶν, ἐκ τῶν ἐπανορθουμένων ἂν εἴη τὸ
230
ἤδη γεγονὸς, ἣν ζητοῦμεν, οὐκ ἐκ τῶν δημιουργουσῶν ὃ μήπω πρόσθεν ἦν. ἔνιαι μὲν γὰρ τῶν τεχνῶν αὐτὰ τὰ πράγματα δημιουργοῦσιν, ὥσπερ αἱ κατὰ τὴν ὑφαντικὴν καὶ σκυτοτομίαν· ἔνιαι δὲ ἐπανορθοῦνται τὰ πονήσαντα, καθάπερ αἵ τε τὰ διεῤῥωγότα τῶν ἱματίων, καὶ τὰ διεσπασμένα τῶν ὑποδημάτων συῤῥάπτουσαι.

Ἐδείχθη δὲ κᾀπὶ τῆς οἰκοδομικῆς οὕτως ἔχειν. ἔστι γὰρ οὖν δὴ καὶ ταύτῃ ἔργα διττὰ, γένεσίς τε τῆς οὐκ οὔσης οἰκίας, ἐπανόρθωσίς τε τῆς πεπονθυίας. ἐδείχθη μὲν γὰρ πρὸς ἀμφοτέρας τὰς ἐνεργείας ἀναγκαῖον ὂν τῷ δημιουργικῷ γιγνώσκειν ἅπαντα τῆς οἰκίας τὰ μόρια, τίνα τε κατὰ τὴν οὐσίαν ἐστὶ, καὶ ὁποῖα κατὰ τὴν διάπλασιν, καὶ πηλίκα τε κατὰ τὸ μέγεθος, ὁπόσα τε τὸν ἀριθμὸν, καὶ ὅπως ἀλλήλοις συγκείμενα. καὶ τοίνυν τῷ συνισταμένῳ τὴν περὶ τὸ σῶμα τέχνην, ἣν ἐν τῷ παρόντι συγχωρείτωσαν ἡμῖν οἱ περὶ ὀνόματα ἐρίζοντες ὀνομάζειν ἰατρικὴν, ἀναγκαῖον ἔσται γιγνώσκειν ἕκαστον τῶν ἁπλῶν μορίων, ὁποῖόν τι κατὰ τὴν οὐσίαν ἐστὶ καὶ τὴν διάπλασιν,

231
πηλίκον τε τὸ μέγεθος, ἔτι τε τὸν ἀριθμὸν αὐτῶν ἅπαντα, καὶ τὴν πρὸς ἄλληλα σύνθεσιν. ὥσπερ οὖν ὁ τὴν ἤδη γεγενημένην οἰκίαν, ὁποία τίς ἐστιν, ἀκριβῶς γνῶναι βουλόμενος ἐξ ἀναλύσεως καὶ διαλύσεως ἐπὶ τὴν διάγνωσιν αὐτῆς ἐπεγένετο, κατὰ τὸν αὐτὸν τρόπον ἡμεῖς ἐξ ἀνατομῆς ἀνθρώπου σῶμα γνωσόμεθα. θεὸς μὲν γὰρ καὶ φύσις, ὡς ὁ πρῶτον οἰκίαν ἐργασάμενος, οὕτω προγιγνώσκουσι τὰ μέρη, τῆς χρείας αὐτοῖς τὸ παράδειγμα γεννώσης· ἡμεῖς δὲ, ὡς ὁ τὴν ἤδη γεγενημένην οἰκίαν ἱστορῶν. καίτοι καὶ ἡμεῖς εἰ μὴ, καθὼς οἷόν τε, παραπλησίαν θεῷ ποιησαίμεθα τὴν γνῶσιν, ἀδύνατον ἡμῖν ἔσται διαγνῶναι, πότερον ἅπαντα διὰ χρείαν τινὰ γέγονεν, ἣ μάτην ἔνια. καὶ γὰρ ταῦτα ἄμφω δυνατόν ἐστιν ἐπινοεῖν, καὶ πρὸς τούτοις ἔτι πρὸς κακοῦ τινα γεγονέναι. καὶ μέντοι καὶ ἡ γνῶσις ἡ τῶν ἄριστα κατεσκευασμένων σωμάτων ἐντεῦθεν παραγίνεται. ἀλλὰ περὶ μὲν τούτων αὖθις. ἐξ ἀνατομῆς δὲ τὰ ὁμοιομερῆ προσαγορευόμενα σώματα μαθόντες, ὁποῖόν τε τὴν διάπλασιν ἕκαστον αὐτῶν ἐστιν, πηλίκον τε τὸ μέγεθος, ὅσα τε τὰ σύμπαντα,
232
καὶ ὅπως συγκείμενα, τῶν συνθέτων μορίων ἐπιστήμην ἔχομεν, ἃ δὴ καὶ προσαγορεύομεν ὀργανικά· τοιοῦτό ἐστι σκέλος, τοιοῦτον χεὶρ, τοιοῦτον δάκτυλος, ὀφθαλμὸς, γλῶττα, πνεύμων, ἧπαρ, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ τοίνυν καὶ τὰς ἐνεργείας διττὰς εὑρεῖν ἐστὶ τῶν μορίων, ἑτέρας μὲν τῶν ἁπλῶν τε καὶ ὁμοιομερῶν, ἑτέρας δὲ τῶν συνθέτων τε καὶ ὀργανικῶν. ἔνεστι γοῦν καὶ τὸ σκέλος ὅλον ἰδεῖν κινούμενον· ἔνεστι δὲ καὶ τῶν ἐν αὐτῷ μυῶν ἕκαστον. καὶ καθ’ ἕκαστόν τε τῶν μυῶν ἐγκάρσιον ὅλως διακοπέντος, κίνησίν τινα διαφθειρομένην τοῦ σκέλους. ἔνεστι δ’ ἱστοροῦντα τὰ κατὰ τὸ σῶμα, καὶ ὅτι τὸ καθῆκον εἰς τὸν μῦν νεῦρον ἐπειδὰν τρωθῇ, πρῶτος μὲν αὐτὸς ὁ μῦς ἀναίσθητός τε καὶ ἀκίνητος γίνεται, σὺν αὐτῷ δὲ καὶ τὸ κινούμενον ἄρθρον. ὅθεν, οἶμαι, καὶ ἀναγκαῖόν ἐστι συνισταμένοις ἡμῖν τὴν τέχνην, οὐ μόνον γνῶναι τὰ μόρια καὶ τὴν σύνθεσιν, ἀλλὰ καὶ τὰς ἐνεργείας αὐτῶν, καὶ ταύτῃ διοίσομεν οἰκοδομησάντων. ἐκεῖνοι μὲν γὰρ τὰ μόρια μόνα καὶ τὴν
233
σύνθεσιν ἴσασιν, οὐδὲν γὰρ αὐτῶν ἐνεργεῖ, διότι μηδὲ ζῶόν ἐστιν ἡ οἰκία· ἡμῖν δὲ καὶ τὰς ἐνεργείας ζητητέον ἐστί. ἀρχὴ δὲ κᾀνταῦθα διττὴ ζητήσεως, ἤτοι τῆς ἐνεργείας γνῶσις, καὶ τοῦ μορίου. τῆς ἐνεργείας μὲν, οἷον τοῦ λογίζεσθαι, τοῦ μεμνῆσθαι, τοῦ προαιρεῖσθαι. τοῦ μορίου δὲ, οἷον ἐγκεφάλου, καὶ νωτιαίου, καὶ καρδίας. πασῶν οὖν ὧν ἴσμεν ἐνεργειῶν ζητήσωμεν τὰ μόρια, τῶν τε μορίων ἁπάντων τὰς ἐνεργείας. ἡ ζήτησις δὲ πάντως ἡμῖν κᾀνταῦθα διά τινος ἔσται μεθόδου, περὶ ἧς αὖθις σκεψόμεθα.

Νυνὶ δ’, ὅτι διττὴ μὲν ἡ τῶν μορίων ἐστὶ φύσις, διττὴ δὲ καὶ ἡ τῶν ἐνεργειῶν, ἤδη λέλεκται, καὶ αὖθις ἀκριβέστερον λεγέσθω. τοῦ σύμπαντος σκέλους ἐνέργεια βάδισίς ἐστι. γίνεται δὲ, τῶν ἐν αὐτῇ διαρθρώσεων ἐναλλὰξ ἀλλήλων ἐκτεινομένων τε καὶ συγκαμπτομένων, οἷον αὐτίκα κατὰ γόνυ τῶν μὲν ἔμπροσθεν μυῶν ὑπερβαινόντων τὴν ἐπιγονατίδα, καὶ διὰ τενόντων εἰς τὸ τῆς κνήμης ὀστοῦν ἐμφυομένων, ἐπειδὰν ἐκεῖ ἐπισπάσωνται τὴν κνήμην, ἡ ἔκτασις γίνεται

234
τοῦ σκέλους· τῶν δ’ ἐντὸς ὁμοίως ἐνεργησάντων ἡ κάμψις. οὕτω καὶ κατ’ ἰσχίον καὶ πόδα καμπτομένης ἢ ἐκτεινομένης τῆς διαρθρώσεως, αἱ κινήσεις γίνονται. φαίνεται μὲν οὖν ὁ μῦς ἐναργῶς, ὅταν τοῦ περικειμένου δέρματος γυμνωθῇ, συναγόμενός τε καὶ ἀνασπώμενος, ὡς ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. οὐ μὴν τὸ καθῆκον εἰς αὐτὸν νεῦρον αἰσθητήν τινα κίνησιν κινούμενον φαίνεται, ἀλλ’ ἔοικεν ὁδὸς εἶναι τοῦτο τῆς ἐξ ἐγκεφάλου κατιούσης δυνάμεως. αὐτὸς δ’ ὁ ἐγκέφαλος ὅτι μὲν ἀρχὴ τοῖς νεύροις ἅπασι τῆς τοιαύτης δυνάμεώς ἐστιν, ἐναργῶς ἐμάθομεν ἐκ τοῦ διαιρεθέντος ὁτουοῦν νεύρου, ἐν μὲν τοῖς ἄνω μέρεσιν. ὃ συνεχές ἐστιν ἐγκεφάλῳ, διασώζειν τὰς ἐνεργείας, ἀπολλύναι δ’ ἐν τοῖς κάτω. πότερον δ’, ὥσπερ αὐτὸς τοῖς νεύροις, οὕτω ἐκείνῳ πάλιν ἕτερόν τι μόριον ἐπιπέμπει τὰς δυνάμεις, ἢ πηγή τις αὐτῶν ἐστιν, ἔτ’ ἄδηλον· ἡ γὰρ τοιαύτη σκέψις ὑπὲρ ἡγεμονικῆς ψυχῆς ἐστιν. ἀλλ’ ἐπανίωμεν, ὅθεν ὁ λόγος ἀπετράπετο. βάδισις μὲν ἡ ἐνέργεια τοῦ σκέλους παντός. ἐξηγεῖται δ’ αὐτῆς τῶν ἐν τοῖς σκέλεσι μορίων τὸ μυῶδες
235
γένος. ὀστᾶ δὲ, καὶ χόνδροι, καὶ πιμελὴ, καὶ ἀδὴν, καὶ ἀρτηρία, καὶ δέρμα, καὶ φλέβες, ὑμένες τε καὶ σύνδεσμοι, τὴν ἀρχὴν τῆς κινήσεως ἔχουσιν ἐκ τῶν μυῶν. πρῶτα μὲν γὰρ ὑπ’ αὐτῶν κινεῖται τὰ ὀστᾶ, τὰ δ’ ἄλλα πάντα τῷ παρακεῖσθαι τοῖς ὀστοῖς ἐν κύκλῳ, σὺν ἐκείνοις κινεῖται. ἡ μὲν οὖν τοῦ ποδὸς κίνησις ἐνέργεια τοῦ μυὸς ἐστίν· ἡ δὲ ὅλου τοῦ σκέλους οὐκ ἔστιν ἁπάντων ἐνέργεια τῶν μορίων αὐτοῦ. καὶ διὰ τοῦτο διττὸν ἔφαμεν εἶναι τῶν ἐνεργειῶν τὸ γένος· ἕν μὲν τὸ πρῶτον καὶ κυριώτατον, ἑκάστου τῶν ἁπλῶν μορίων ἐνεργοῦντος, ἕτερον δὲ κατὰ συμβεβηκὸς, ἢ δευτέρως, ἢ οὐ πρώτως, ἢ ὅπως ἄν τις τῶν ὅλων ὀργάνων ὀνομάζειν ἐθέλῃ.

Ἐπεὶ δὲ τοῦτο ἡμῖν διώρισται, μετὰ τοῦτο ζητητέον ἐστὶν, ἐκ τίνων μὲν ἡ τῶν ὀργανικῶν μορίων, ἐκ τίνων δὲ ἡ τῶν ἁπλῶν ἐνέργεια συμπληροῦται. καὶ πρῶτόν γε ἀπὸ τῶν ὀργανικῶν ἀρκτέον, ἐπειδὴ σκέλους ἐμνημονεύσαμεν. εἰ μὴ τοίνυν ᾖ τὰ ὀστᾶ τηλικαῦτά τε καὶ τοσαῦτα, καὶ ὡδί πως διαπεπλασμένα, καὶ ὡδί πως συνταττόμενα, τῶν μυῶν ἡ κίνησις

236
οὐδὲν ἀνύσει. χρὴ γὰρ ἐν ταῖς διαρθρώσεσι τὸ μὲν ὑποδέχεσθαι τῶν ὀστῶν, τὸ δὲ ἐμβαίνειν, τοὺς συνδέσμους δ’ ἔξωθεν ἐν κύκλῳ περιβεβλῆσθαι, σφίγγοντας αὐτῶν τὴν σύνταξιν, ὅπως μὴ παραλλάττῃ· οὐ μὴν οὕτως συντόνους τε καὶ σκληροὺς, ὡς ἀντιπράττειν ταῖς κινήσεσι, οὐ μὴν οὐδ’ οὕτω χαλαροὺς, ὡς παραλλάττειν ἐπιτρέπειν τὰ διαρθρούμενα. φαίνονται τοίνυν καὶ οἱ σύνδεσμοι δεόμενοι μεγέθους τέ τινος, καὶ διαπλάσεως, καὶ ἀριθμοῦ, καὶ συνθέσεως. ἐάν τε γὰρ ἐλάττους ἢ μείζους γίνωνται, ἐάν τε πλείους ἢ ὀλιγώτεροι τοῦ δέοντος, ἄν τ’ ἐν ἑτέρῳ σχήματι, καὶ καθ’ ἕτερον ἐμφυόμενοι χωρίον, οὐκ ἔτ’ ἄμεμπτος ἡ τῆς διαρθρώσεως γίνεται κίνησις. ὥσπερ οὖν ἐπὶ συνδέσμων τε καὶ ὀστῶν καὶ μυῶν εἴρηται νῦν, οὕτως ἐπὶ πάντων προσήκει διασκέψασθαι, τῆς ἐνεργείας τε πέρι καὶ τῆς χρείας. εἰ μὲν γὰρ εὑρίσκοντο μόριον μηδὲν ἀργὸν ἐνεργείας ἢ χρείας, ἀλλὰ κατὰ τὴν οὐσίαν τὴν ἑαυτοῦ καὶ τὸ μέγεθος, ἔτι τε τὴν διάπλασίν τε καὶ τὴν σύνταξιν ἄριστα κατεσκευασμένον,
237
οἶόν περ ἐστὶ, φυλακτέον αὐτό· διημαρτημένον δὲ κατά τι, πρὸς τὸ βέλτιον ἀκτέον. ὅπερ οὐχ οἶόν τε ποιῆσαι, πρὶν τὴν ἐνέργειαν καὶ τὴν χρείαν καὶ τὴν κατασκευὴν ἑκάστου γνῶναι τῶν μορίων. ζητητέον οὖν αὐτὰ, καὶ οὐκ ἀποκνητέον, εἰ μέλλοιμεν ἕξειν ἐπιστήμην ὑγιεινοῦ καὶ νοσεροῦ σώματος.

Ἐπειδὴ δὲ κατὰ τοῦτο γέγονεν ὁ λόγος, ἀναμνησθῆναι χρὴ τῆς μεθόδου τὴν δύναμιν. οὔτε γὰρ οἰκίας, οὔτε νεὼς, οὔτε σκίμποδος, οὔτε ἄλλου τῶν ἁπάντων οὐδενὸς, ἑτέρως ἄν τις ἐξετάσειε τὴν κατασκευὴν, εἴτ’ ἄμεμπτός ἐστιν, εἴτε μεμπτὴ, χωρὶς τοῦ τὰ συνθετικὰ διασκέψασθαι μόρια, πόσα τε τὸν ἀριθμόν ἐστι, καὶ πηλίκον ἕκαστον, ὅπως τε διαπέπλεκται, καὶ ὅπως κεῖται· ἀλλ’ ἐν τούτοις ἐστιν ἥ τ’ ἀρετὴ καὶ ἡ κακία τῶν συνθέτων ἁπάντων σωμάτων. ἐν αὐτοῖς δὲ τούτοις ἐδείκνυτο καὶ τὰ πάθη τῆς οἰκίας εἶναι, καὶ τῆς νεὼς, ἤτοι μεγέθει, καὶ διαπλάσει, καὶ ἀριθμῷ, καὶ θέσει τῶν μορίων, εἴπερ γε καὶ ἡ ἀρετὴ καὶ ἡ κακία. σκίμποδος δὲ οὐκ ἐν τούτοις· ἱματίων δὲ ἄρα

238
ἐν ἄλλοις τισίν· ὑποδήματος δὲ οὐκ ἐν τοῖς αὐτοῖς. ἐν ἅπασιν οὖν τοῖς ὀργανικοῖς σώμασιν, οἷς οὐσία κατὰ σύνθεσιν, ἐν τέτταρσι γένεσι ἡ ἀρετὴ, καὶ ἡ κακία, καὶ τὸ πάθος ἐστίν. εἰ δὲ καὶ κατὰ φύσιν ἕνωσιν λαμβάνοι τὰ μόρια, πέμπτον τι γένος τοῦθ’ ὑπάρξει τοῖς τοιούτοις σώμασιν, ὥστε τὸν μὲν ἄριστον ἀρίστας ἔχειν τὰς ἐνεργείας, τὸν δὲ μοχθηρότατον χειρίστας. εἰ δὲ καὶ λυθείη τις σύμφυσις, οὐ μεμπτὴ μόνον ἡ τοιαύτη διάθεσις, ἀλλ’ ἤδη καὶ νόσημά ἐστι. καλείσθω δ’ ἕνεκα σαφοῦς διδασκαλίας τὸ τοιοῦτον γένος ἑνώσεως λύσις, οὐδὲν διαφέρον, εἰ καὶ συνεχείας τις εἴποι λύσιν. ἀλλ’ ὅτι γε καὶ τοῖς ὁμοιομερέσιν ἐγγίγνεται τὸ πάθος τοῦτο, γιγνώσκεσθαι χρή. καὶ γὰρ ὀστοῦ, καὶ νεύρου, καὶ φλεβὸς, καὶ ἀρτηρίας, καὶ σαρκὸς ἐν τῷ νύττεσθαί τε καὶ διαβιβρώσκεσθαι, καὶ τέμνεσθαι, καὶ διασπᾶσθαι, καὶ ῥήγνυσθαι, διαφθείρεται τὸ συνεχές. ἀλλ’ ἐν μὲν ὀστῷ κάταγμα καλεῖται τὸ πάθος· ῥῆγμα δὲ ἐν τοῖς σαρκώδεσι μορίοις τῶν μυῶν ἐκ διατάσεως γιγνόμενον.
239
αἱ δ’ ἶνες ὅταν ὁμοίως ταθεῖσαι ῥαγῶσι, σπάσμα καλεῖται τὸ πάθος. ὡσαύτως δὲ τῷ ῥήγματι τὸ τραῦμα συνεχείας ἐστὶν ἐν σαρκὶ λύσις, οὐκ ἐκ διατάσεως, ἀλλ’ ἐντομῆς. εἰ δ’ ὀξὺ καὶ λεπτὸν εἴη τὸ τιτρῶσκον, ὀνομάζεται νύγμα καὶ νύξις· εἰ δὲ βαρὺ, θλάσμα καὶ θλάσις. τῶν δ’ ἐξ ἀναβρώσεως, ὅσα μὲν ἐν ὀστῷ γίγνεται, τερηδών· ὅσα δὲ ἐν τοῖς ἄλλοις, ἕλκος. ἀλλ’ ὀνομάζειν μὲν ἐξέστω καὶ ἄλλως. αἱ διαφοραὶ δὲ αἱ σύμπασαι τοιαῦταί εἰσι καὶ τοσαῦται τοῦ πέμπτου γένους τῶν νοσημάτων, ὅταν ἐν τοῖς πρώτοις συνίστηται μέρεσιν. ἐν ὀργανικοῖς δὲ, ὡς εἴρηται, κατὰ τὰς τῶν ἑτερογενῶν γίγνεται συμφύσεις, καὶ καλεῖται πάντα ἀποσπάσματα. διαιρεθέντος μέντοι τινὸς ὅλου τῶν ὁμοιομερῶν, εἴη μὲν ἄν καὶ αὐτοῦ τοῦ διῃρημένου τὸ πάθος, εἴη δ’ ἂν καὶ τοῦ σύμπαντος ὀργάνου, ποτὲ μὲν κατὰ συμβεβηκὸς, ὡς ἐπειδὰν ἤτοι μῦς, ἤ τι τοιοῦτον ἕτερον πάθῃ, ποτὲ δὲ καὶ πρῶτον, ἐπειδὰν σύνδεσμος. ὥσπερ οὖν ἐφ’ ἑνὸς γένους νοσήματος, ἐν ᾧ τὸ συνεχές τῶν μορίων βλάπτεται, τὰς διαφορὰς
240
ἐγὼ νῦν ἐπῆλθον, οὕτω καὶ σὺ πειράθητι τῶν ἄλλων τεττάρων γενῶν, ὡσαύτως διελθεῖν. ἀναμιμνήσκειν γὰρ αὐτῶν ἐν τῷδε τῷ λόγῳ περιττὸν ἐδόκει μοι, γεγραμμένων γε ἁπάντων ἀκριβῶς ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς.

Πάλιν οὖν ἀναμνήσομαι ἡμᾶς αὐτοὺς, ὡς κᾀν τοῖς ἄλλοις ἅπασιν, ὧν ἐν συνθέσει τὸ τῆς οὐσίας εἶδός ἐστιν, ἐδείχθη τὰ σύμπαντα γένη τέτταρα, τῆς ὅλης οὐσίας αὐτῶν αἴτια, καὶ προσέτι τοῦ κατωρθωμένου τε καὶ διημαρτημένου σχήματος ἐν αὐτοῖς· ἔπειτα δ’ , ὅτι καὶ αὐτῶν τῶν ἁπλῶν ἑκάστου μορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι τὴν φύσιν, εἰ καὶ τὴν τούτων τις ἀρετήν τε καὶ κακίαν ἱκανός ἐστι γνωρίζειν, ἐπανορθοῦσθαί τε τὰ παθήματα. πεπονθυίας γοῦν ἐν οἰκίᾳ κεραμίδος ἢ πλίνθου τινὸς, ὠμῆς ἢ ὀπτῆς, ἐπίστασθαι χρὴ τὸν τεχνίτην, ὅπως τε δημιουργήσει τοιαύτην ἑτέραν, ὅπως τε τὴν μὲν πεπονθυῖαν ἐξαιρήση, καταθήσεται δ’ εἰς τὸν ἐκείνης τόπον ἑτέραν ἀπαθῆ. τῷ μέντοι γε τὴν περὶ τὸ σῶμα τἀνθρώπου τέχνην συνισταμένῳ πρὸς τοῖς ἄλλοις

241
καὶ ἀναγκαῖον τοῦτο ἔσται, γιγνώσκειν, εἴτε δυνατόν ἐστιν ἀντιτιθέναι τι μόριον, εἴτε ἀδύνατον ἀντ’ ἄλλου τίθεσθαι. σάρκα μὲν ἐκκόψας πεπονθυῖαν, ἑτέραν ἐργάσασθαι δύνασαι. νεῦρον δὲ ἢ σύνδεσμον κόψας, ἕτερον ἀποτελέσαι τοιοῦτο οὐ δυνήσῃ. τῇ μὲν γὰρ ἐξ αἵματος ἡ γένεσις, τοῖς δὲ ἐκ σπέρματος. ἔστι δὲ καὶ ὀστοῦν ἕν τι τῶν ἐν τῇ πρώτῃ διαπλάσει συνισταμένων, ἀλλ’ εἰς τὴν χώραν αὐτοῦ καταθεῖναί τι δυνάμεθα παραπλήσιον ὀστῷ. καὶ ταῦτα ἐγὼ μὲν νῦν ἀπεφηνάμην ἐκ προχείρου λαβὼν ἕνεκα παραδείγματος. ὁ δὲ λόγος αὐτόν γε κελεύει ζητῆσαι τὸν συνιστάμενον τὴν τέχνην, καὶ ἤδη γε τὰς ἀρχὰς τῆς εὑρέσεως ὑπεγραψάμην, ἐπὶ τὴν πρώτην τοῦ ζώου γένεσιν ἀναπέμψας, καὶ συμβουλεύσας ζητῆσαι, τίνα μὲν ἐκ σπέρματος ἐγένετο, τίνα δ’ ἐκ τροφῆς ἀεὶ γίγνεται. ἔτι δὲ δὴ μᾶλλον ἡ μέθοδος ἀναγκάζει τε καὶ κελεύει ζητεῖν ἡμᾶς, εἴθ’ ἕν ἐστιν ἕκαστον τῶν ὁμοιομερῶν τε καὶ ἁπλῶν φαινομένων μορίων, εἴτ’ ἐκ πλειόνων σύγκειται, καὶ τίς ὁ τρόπος αὐτοῖς ἐστι
242
τῇ συνθέσει. εὔδηλον γὰρ, ὡς καὶ ταῦτα τοῖς ὀργανικοῖς ὀνομαζομένοις ἀνάλογα, ἔν τε τῇ ποσότητι καὶ διαπλάσει καὶ μεγέθει καὶ θέσει τῶν συνιστάντων αὐτὰ, τήν τ’ ἀρετὴν ἕξει καὶ τὴν κακίαν, εἴπερ ἀνάλογος ὁ τρόπος αὐτῶν ἐστι τῆς γενέσεως. εἰ δ’ οὐχ οὕτως, ἀλλ’, ὡς ἡ τετραφάρμακοσὀνο μαζομένη, δι’ ὅλων κερασθέντων ἁπάντων ἐγένετο, καθ’ ἕτερον τρόπον ἐξευρήσεις αὐτῶν τὴν ἀρετήν τε καὶ κακίαν, καὶ τὴν νόσον. ὥσπερ, οἶμαι, εἰ μὴ κερασθέντων, ἀλλ’ ἐκ παραθέσεως ἀκριβοῦς ἡ ἕνωσις αὐτῶν ἐστιν, ὁμοίως τῷ κεφαλικῷ τῷ καλουμένῳ φαρμάκῳ ξηρῷ, καὶ οὕτως ἐξεύροις τὴν ἀρετήν τε καὶ κακίαν, καὶ νόσους οἰκείας τῇ γενέσει τοῦ πράγματος. εἰ δὲ μήτε ἐκ πολλῶν διαφερόντων κατ’ εἶδος, ἀλλ’ ὁμοειδῶν ἁπάντων σύγκειται, καθάπερ εἰ οὕτως ἔτυχεν οἰκία τις ἐξ ὀπτῆς πλίνθου μόνης, ἢ λίθων, ἐν τῇ συνθέσει μόνῃ δηλονότι ἐξευρήσεις τῶν ὁμοιομερῶν τὴν ἀρετήν τε καὶ κακίαν, καὶ νόσους οἰκείας τῇ γενέσει τοῦ πράγματος. ὅτι μὲν δὴ τῶν εἰρημένων ἕν τι τοῖς ὁμοιομερέσιν
243
ὑπάρχει σώμασιν, ὁ λόγος ἡμῖν ὑφηγεῖται. τί δ’ ἐξ αὐτῶν ἐστιν ἀληθὲς, ἀκριβοῦς δεῖται σκέψεως. ὁρῶμέν γέ τοι καὶ τοὺς φιλοσόφους, ἐπὶ τὴν τοιαύτην μὲν ἀφικομένους ζήτησιν, ὥσπερ καὶ τῶν ἰατρῶν ἐνίους, ἐπιπλέον ἀλλήλων διενεχθέντας. διό μοι καὶ δοκοῦσιν οἱ πλεῖστοι τῶν ἰατρῶν ἀποστῆναι τῆς τοιαύτης ζητήσεως, ἀπογνόντες εὑρήσειν τὸ ζητούμενον. ἔνιοι δ’ οὐ μόνον ὡς ἀδυνάτου τῆς εὑρέσεως ἀπέστησαν, ἀλλὰ καὶ ὡς ἀχρήστου. ὅτι μὲν οὐκ ἄχρηστος, εἰ μέλλοι τις οὐ διὰ πείρας τινὸς, ἀλλὰ μεθόδῳ συστήσασθαι τὴν τέχνην, ἤδη μοι δοκεῖ πρόδηλον ὑπάρχειν· ὅτι δὲ οὐδ’ ἀδύνατος, ἐφεξῆς σκοπῶμεν, ὀλίγον τι πρότερον ἡμῖν διαλεχθέντες. εἰ γάρ τί μοι πιστεύεις, ὥσπερ οὖν πιστεύεις, ὁρῶν με οὐδὲν πρὸς δόξαν ἀνθρώπων, ἀλλὰ καὶ πρὸς ἀλήθειαν ἅπαντα πράττοντα, μὴ καταπληττέτω σε τὸ πλῆθος τῶν διαφωνησάντων ἰατρῶν τε καὶ φιλοσόφων. εἰ μὲν γὰρ ἐξ ὧν χρὴ γνῶναι τἀληθὲς, ἅπασιν ὑπῆρξεν, εἶτ’ οὐχ εὗρον, εὔλογον ἦν ἀπογνῶναι
244
τῆς εὑρέσεως. εἰ δὲ τινὰ μὲν οὐδ’ ὅλως ἔσχον, ὥσπερ οὖν ὁμολογοῦσι καὶ αὐτοὶ, τινὰ δ’ ἄδηλον εἰ ἔσχον, ἡμεῖς δὲ σύνισμεν αὑτοῖς ἔχουσιν ἅπαντα, θαῤῥούντως χρὴ προσιέναι τῇ ζητήσει. τίνα τοίνυν ἐστὶν, ἃ χρὴ συνελθεῖν, ἵνα ζητῶν ὁτιοῦν τις ἤτοι γνῷ τἀληθὲς, ἢ μὴ γνοὺς οὐκ ἀπογνῷ τῆς εὑρέσεως; ἑπτὰ δηλονότι. πρῶτον μὲν ὀξεῖα φύσις, ὥστε ὅπερ ἂν ἐκδιδάσκηται μάθημα λογικὸν ἑτοίμως ἕπεσθαι. δεύτερον δὲ ἡ ἐκ τῆς παιδικῆς ἡλικίας ἀγωγή τε καὶ ἄσκησις, ὡς ἐν τοῖς πρώτοις γενέσθαι μαθήμασι. μάλιστα δ’ αὐτὸν ἐν ἀριθμητικῇ τε καὶ γεωμετρίᾳ γυμνάσασθαι δεῖ, καθάπερ καὶ Πλάτων συμβουλεύει. τρίτον ἐπὶ τούτοις ἅπασιν ὑποσχεῖν τὰ ὦτα τοῖς κατὰ τὸν ἑαυτοῦ χρόνον ἀρίστοις εἶναι δοκοῦσιν. εἶτα τέταρτον αὐτὸν εἶναι φιλοπονώτατον, ὡς μηδὲν μήθ’ ἡμέρας, μήτε νυκτὸς ἐκμελετᾷν ἄλλο πλὴν τῶν μαθημάτων. εἶτα πέμπτον, ὅπερ ὀλιγίστοις ὑπῆρξεν, ἀληθείας ὀρεχθῆναι, καὶ τοῦτο σπουδάσαι μόνον ἐν ἅπαντι τῷ βίῳ, καταφρονήσαντα τῶν ἄλλων ἁπάντων, ἃ τοῖς
245
πολλοῖς διεσπούδασται. πρὸς τούτοις ἕκτον, ἐκμαθεῖν τινα μέθοδον, ᾗ διακρίνεται τὸ ἀληθές τε καὶ τὸ ψεῦδος. οὐ γὰρ δὴ ἀποχρήσει γε μόνον εἰς τὴν εὕρεσιν ὧν ζητοῦμεν ἐπιθυμῆσαι τῆς ἀληθείας, ἀλλὰ χρὴ καὶ δύναμίν τινα τῆς εὑρέσεως πορίσασθαι. ἕβδομον ἐπὶ τούτοις ἅπασιν, ἀσκῆσαι τὴν μέθοδον, ὡς μὴ γιγνώσκειν μόνον, ἀλλὰ κεχρῆσθαι δύνασθαι. εἰ γὰρ δὴ τοῖς μὲν ῥήτορσιν ἐλάττονα τέχνην μετερχομένοις οὐχ ἱκανὸν εἶναι δοκεῖ τὸ γνῶναι τὴν μέθοδον, ἀλλ’ ἐν ἅπαντι τῷ βίῳ τὴν ἄσκησιν αὐτῆς μεταχειρίζονται, πολὺ μᾶλλον τοῖς οὕτω μεγάλα ζητοῦσιν οὐκ ἀποχρήσει μόνως ἐκμαθεῖν τὴν μέθοδον. εἰ μὲν οὖν ἕν τι τῶν εἰρημένων ἐνδέοι τῷ καθηγουμένῳ τῆς ἐπὶ τὴν ἀλήθειαν ὁδοῦ, δίκαιόν ἐστι μὴ πάνυ τι τυχεῖν ἐλπίζειν, ὧν ἐφίεται. εἰ δὲ ἅπαντα ὑπάρχει, τί κωλύει ζητεῖν τὸ ἀληθὲς ἐπ’ ἐλπίσιν ἀγαθαῖς;

Ἐστὶ μὲν δὴ τὸ προκείμενον, ὥσπερ τοῦ σύμπαντος σώματος ἐξ ἀνατομῆς ἐμάθομεν ἅπαντα τὰ μόρια μέχρι τῶν

246
ἁπλουστάτων, ὡς πρὸς τὴν αἴσθησιν, οὕτω καὶ αὐτὸ τοῦτο ἐξευρεῖν, ὁποῖα τὰ. πρὸς τὴν φύσιν ἐστὶ τὰ πρῶτά τε καὶ ἁπλούστατα μόρια. μὴ τοίνυν ἐπὶ πάντων, ἀλλ’ ἐφ’ ἑνὸς, ὡς ἐπὶ παραδείγματος, ὁ λόγος ἡμῖν γιγνέσθω. τῆς σαρκὸς ἐπισκεπτομένης, πρῶτον μὲν, εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ γεννῆσαν αὐτὴν στοιχεῖον. οὐδὲν γὰρ χεῖρον οὕτως ὀνομάσαι τὸ πρῶτόν τε καὶ ἁπλούστατον ἐν αὐτῇ μόριον. εἶθ’ ἑξῆς, εἴπερ μὴ φαίνοιτο τοιοῦτον, εἰ πολλά. κᾄπειτα, πόσα γε, καὶ τίνα, καὶ ὅστις ὁ τρόπος αὐτοῖς ἐστι τῆς συνθέσεως. ἐπεὶ τοίνυν ἡ σὰρξ ὀδυνᾶται τεμνομένη τε καὶ θερμαινομένη σφοδρῶς, ἀδύνατον ἓν εἶναι τῷ εἴδει τὸ στοιχεῖον, οἷον Ἐπίκουρος ὑπέθετο τὴν ἄτομον. ὅτι γὰρ οὐχ ἓν τῷ εἴδει τὸ στοιχεῖόν ἐστι τοιοῦτον, ἐνθένδε δῆλον. οὐδεμία τῶν ἀτόμων αὐτὴ καθ’ ἑαυτὴν οὔτε θερμὴ τὴν φύσιν ἐστὶν, οὔτε ψυχρὰ, οὐ μὴν οὐδὲ λευκὴ τίς ἐστιν ἐξ αὐτῶν ἢ μέλαινα. καὶ τί διατρίβω, καὶ καταμηκύνω κατακερματίζων τὸν λόγον; ὅλως γὰρ οὐδεμία ποιότης ἐστὶν αὐτῇ τῇ ἀτόμῳ, ὡς οἱ πατέρες αὐτῶν βούλονται. τῶν γὰρ δὴ τοιούτων ποιοτήτων πᾶσαι δι’ ὅλων
247
φαίνονται διεληλυθέναι τῶν σωμάτων· ὡς ἥ γε κατὰ τὸ σχῆμα ποιότης ὑπάρχει πάσαις αὐταῖς, ὑπάρχει δὲ καὶ ἀντιτυπία, καὶ βάρος. ἀλλ’ εἴτε ποιότητα χρὴ καλεῖν, εἴτε ἄλλο τι τὰ τοιαῦτα, πρός γε τὸ προκείμενον οὐδὲν διαφέρει. πάσαις γὰρ αὐταῖς ὑπάρχει τὰ εἰρημένα, καὶ οὐ διαφέρουσιν ἀλλήλων εἴδει, καθάπερ αἱ ὁμοιομέρειαι τοῖς ἐκείνας ὑποτιθεμένοις, ἢ τὰ τέτταρα στοιχεῖα τοῖς τιθεμένοις ταῦτα. φησὶν οὖν ὁ Ἱπποκράτης, ἐγὼ δέ φημι, εἰ ἓν ἦν ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν, ὀρθότατα λέγων. τὸ γὰρ ἓν ἀμετάβλητον εἰς ἕτερον, οὐκ ἔχον γε εἰς ὃ μεταβάλοι. τὸ δὲ ἀμετάβλητον ἀναλλοίωτον καὶ ἀπαθὲς, τὸ δὲ ἀπαθὲς ἀνώδυνον. γίγνεται τοίνυν ἐκ τῶν εἰρημένων προτάσεων συμπέρασμα, τὸ ἓν ἀπαθὲς ὑπάρχειν· ἐφ’ ᾧ πάλιν ἕτερος ἐρωτηθήσεται λόγος τοιόσδε. εἰ ἓν ἦν τῷ εἴδει τὸ στοιχεῖον, οὐδὲν ἐν τοῖς πᾶσιν οὐδέποτε ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τὸ στοιχεῖον. ἐπεὶ δ’ ὑπέκειτο περὶ σαρκὸς ποιεῖσθαι τὸν λόγον, ἐπ’ ἐκείνης ἐξεταζέσθω. εἰ ἓν ἦν τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον, οὐδέποτε ἡ σὰρξ
248
ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον. ὁ δ’ αὐτὸς λόγος καὶ καθ’ ἕτερον ἐρωτηθήσεται τρόπον. εἰ ἀπαθές ἐστι τὸ τῆς σαρκὸς στοιχεῖον, οὐκ ὀδυνηθήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἐστὶν ἀπαθές. εἰ δὲ καὶ πλείω λέγοι τις εἶναι τὰ στοιχεῖα, μὴ μέντοι γε ἀλλοιούμενα, καὶ ἐπ’ ἐκείνων ὁ αὐτὸς λόγος ἐρωτηθήσεται κατὰ τὸν αὐτὸν τρόπον. εἰ ἀπαθῆ τῆς σαρκός ἐστι τὰ στοιχεῖα, οὐκ ἀλγήσει· ἀλλὰ μὴν ἀλγεῖ· οὐκ ἄρα ἐστὶν ἀπαθῆ τὰ τῆς σαρκὸς στοιχεῖα. ὁ μὲν οὖν πρότερος λόγος ἀνατρέπει τήν τε τῶν ἀτόμων, καὶ τὴν τῶν ἀνάρμων, καὶ τὴν τῶν ἐλαχίστων ὑπόθεσιν. κατὰ δὲ τὸν δεύτερον ἥ τε τῶν ὁμοιομερειῶν ἀναιρεῖται δόξα, καὶ ἡ Ἐμπεδοκλέους. καὶ γὰρ οὗτος ἐκ τῶν τεσσάρων στοιχείων βούλεται συνίστασθαι τὰ σώματα, μὴ μεταβαλλόντων εἰς ἄλληλα. πρόσεχε νοῦν ἤδη τῷ λόγῳ, ὡς θᾶττον ἐλπίδος ἐξεῦρε τὸ μέγιστον μέρος ὧν ἐζήτεις. οὐκ ἀπαθῆ γὰρ ἀπέδειξεν εἶναι δεῖν τὰ στοιχεῖα τῆς σαρκός. οὔκουν ἔτι καθέξουσι
249
τὸ προκείμενον κατὰ τὸν λόγον ἐν τῇ συνθέσει τῶν ἀπαθῶν ἐκείνων σωμάτων, ἃ δὴ στοιχεῖα τῆς τῶν ὄντων ἁπάντων φύσεως ὑποτίθενται, τὰς ὀδύνας γεννᾶσθαι φάσκοντες. ἀπαθὲς γὰρ ὀδυνώμενον οὔθ’ ἡ διάνοια παραδέχεται, καὶ πολὺ δὴ μᾶλλον οὐδὲν τῶν αἰσθητῶν μαρτυρεῖ. τοὺς γοῦν δακτύλους εἰ συμπλέξῃς ἀλλήλοις, εἶτ’ αὖθις ἀποχωρίζοις, οὔθ’ ἡ σύνοδος, οὔθ’ ὁ διαχωρισμὸς ὀδύνην ἐργάσεται. τὸ μὲν γὰρ ὀδυνᾶσθαι σὺν τῷ πάσχειν ἐστίν. πάσχει δὲ οὐδὲν τὸ ψαῦον, ἐπειδήπερ ἐν δυοῖν τούτοιν ἐστὶ τὸ πάσχειν, ἀλλοιώσει τε τῇ δι’ ὅλων καὶ λύσει τῆς συνεχείας. ὁπότ’ οὖν οὐδ’ ἐν τοῖς παθητικοῖς ἐναργῶς σώμασιν οὔθ’ ἡ σύνοδος, οὔθ’ ἡ ἄφοδος ὀδύνην ἐργάζεται, σχολῇ γε ἂν ἐν τοῖς ἀπαθέσιν ἐργάσαιτο. οὐ μὴν οὐδὲ τὸ ἄναρμον τὸ Ἀσκληπιάδου θραυστὸν ὂν ὀδυνήσεται θραυόμενον, ἀναίσθητον γάρ ἐστιν. ὥστε οὐδὲ τούτῳ πλέον ὀδύνης ἔσται ἐξ ὧν πάσχει, τῆς αἰσθήσεως ἀπούσης, ὥσπερ ὀστῷ καὶ χόνδρῳ, καὶ πιμελῇ, καὶ συνδέσμῳ, καὶ
250
θριξί. καὶ γὰρ ταῦτα πάντα πάσχει μὲν, οὐκ ὀδυνᾶται δὲ, διότι μηδὲ αἰσθάνεται. χρὴ τοίνυν τὸ μέλλον ὀδυνήσεσθαι παθητὸν εἶναι καὶ αἰσθητόν. οὐ μὴν ἐξ αἰσθητικῶν γε τῶν πρώτων ἀναγκαῖον εἷναι τὸ αἰσθητικὸν, ἀλλ’ ἀρκεῖ τὸ παθητικὸν μόνον. αἰσθητικὸν γὰρ δύναται γενέσθαι ποτὲ, μεταβάλλον τε καὶ ἀλλοιούμενον. ἐπεὶ δ’ ἀπείρους ἐγχωρεῖ τὸ πλῆθος γενέσθαι τὰς ἐκ τῶν στοιχείων ἀλλοιώσεις τε καὶ κράσεις, ἄπειροι τῶν κατὰ μέρος σωμάτων αἱ ἰδιότητες συστήσονται, καθ’ ἃς οὐδὲν ἄτοπον ἀναίσθητα γενέσθαι πολλὰ, καὶ τῶν αἰσθανομένων τὸ μὲν μᾶλλον αἰσθάνεσθαι, τὸ δ’ ἧττον. ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστι καὶ πλείω τοῦ ἑνὸς εἶναι τὰ στοιχεῖα, καὶ ἀλλοιοῦσθαι φύσιν ἔχοντα, δεδήλωται σαφῶς, τοῖς γε, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τὴν παρασκευὴν ἔχουσιν ἅπασαν, ἐξ ὧν ἄν τις ἐπιστημονικὸς γένοιτο. τοὺς δ’ εἰς τοσοῦτον ἥκοντας ἀναισθησίας, ὡς μηδ’ εἴ τίς ἐστιν ἀποδεικτικὴ μέθοδος, ζητῆσαι πρότερον ἐθέλειν, ἢ παρ’ ἄλλου μαθεῖν, ἢ ἀσκηθῆναι, τούτους οὐδὲ κοινωνοὺς
251
τοῦ λόγου ποιητέον. οὐ γὰρ ἐρίζοντες ἄλλοις, ἢ νικᾷν ἐθέλοντες, ἀλλὰ τὴν ἀλήθειαν αὐτὴν εὑρεῖν σπουδάζοντες, ἐπὶ τόνδε τὸν λόγον ἀφικόμεθα. τῷ γὰρ βουλομένῳ καὶ τὰς ἀπαιδεύτους ὑπολήψεις αὐτῶν ἐξελέγχειν ἴδιον γέγραπται βιβλίον, ἐν ᾧ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐπισκεπτόμεθα.

Πάλιν οὖν ἐπανελθόντες ἐπὶ τὸ προκείμενον, ἐπιθῶμεν αὐτῷ τέλος. ἐπειδὴ τὸ στοιχεῖον ἀλλοιωτόν ἐστι δι’ ὅλου, πόσα τὰ πάντ’ ἐστὶ στοιχεῖα, διέλθωμεν ἑξῆς, ἀρχὴν κᾀνταῦθα τῶν λόγων τῶν ἐναργῶς τι φαινομένων ποιησάμενοι. τοῖς ἀλλοιοῦσιν ὁτιοῦν ἀναγκαῖον καὶ ἁψαμένοις ὧν πρῶτον ἀλλοιῶσι, ποιήσασθαι τὴν μεταβολὴν, ὥσπερ ἡ αἴσθησις διδάσκει, καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐνδείκνυται. παρὰ γὰρ τὴν ἔννοιάν ἐστιν ὑπὸ τῆς ἐνταῦθα φλογὸς ἀλλοιοῦσθαί τι τῶν ἐν Αἰγύπτῳ. καὶ μὴν εἰ ἁψάμενον ἀλλοιοῖ τὸ μεταβάλλον, ἀναγκαῖον αὐτῷ κατά τινας τῶν ἁπτῶν ποιότητας ἐνεργῆσαι. τί οὖν τὸ κωλῦον ἐστὶν ἐπισκέψασθαι πάσας αὐτάς; ὀξὺ μὲν οὖν τέμνει τὸ πλησιάζον,

252
ἀλλ’ οὐκ ἀλλοιοῖ τὴν οὐσίαν αὐτοῦ, καθάπερ οὐδὲ τὸ βάρος, ἀλλὰ θλᾷ μὲν καὶ τοῦτο, δι’ ὅλου δ’ οὐκ ἐργάζεται τῆς πασχούσης οὐσίας τὴν μεταβολήν. οὐ μὴν οὐδὲ σκληρότης οὕτω ἀλλοιῶσαι δύναται τὸ πλησιάζον, ὡς εἰς ἕτερον εἶδος μεταστῆσαι. θερμότης μέντοι καὶ ψυχρότης ὅλην ἀλλοιῶσαι δύναται τὴν πλησιάζουσαν οὐσίαν. ὡσαύτως δὲ ὑγρότης καὶ ξηρότης, εἰ καὶ μὴ διὰ τάχους ὁμοίως ταῖς εἰρημέναις, ἀλλ’ ἐν χρόνῳ γε καὶ αὗται μεταλλάττουσι τὰ ὑποκείμενα. ἆρ’ οὖν καὶ ἑτέραν τινὰ ἔχομεν ἀλλοιοῦν δυναμένην; ἢ τὸ σύμπαν πλῆθος ἐν ταύταις ἐστί; καὶ μόνας ὀνομάζεσθαί τε καὶ νομίζεσθαι προσήκει τὰς εἰρημένας ποιότητας δραστικὰς, καὶ μάλιστ’ ἐν αὐταῖς τὴν πρώτην ἀντίθεσιν, καὶ κατ’ αὐτὴν μᾶλλον τὴν θερμότητα, δραστικωτάτη γὰρ αὕτη τῶν ποιοτήτων ἐστίν. ἑξῆς δ’ αὐτῆς ψυχρότης, εἶθ’ ὑγρότης, καὶ ξηρότης. ἄλλη δὲ οὐδὲ μία ποιότης ἀλλοιοῖ τὰ πλησιάζοντα δι’ ὅλων αὐτῶν. εἰ γάρ τι διασπᾷ, καὶ θλᾷ, καὶ τέμνει, καὶ νύττει, δρᾷ μέντοι καὶ τοῦτο, δι’ ὅλου δὲ οὐκ ἐκτείνει τοῦ πάσχοντος
253
τὴν ἀλλοίωσιν, ὅθεν οὐδ’ εἰς ἕτερον εἶδος οὐσίας αὐτὸ μεθίστησιν, ἀλλ’ εἰς πλείστας διαιρεῖ. τὴν γοῦν χιόνα διαιρῶν μὲν εἰς ἐλάχιστα μόρια, φυλάξεις χιόνα, θερμήνας δὲ παύσεις τοῦ εἶναι χιόνα. καὶ γὰρ καὶ ἡ γένεσις ἐξ ὕδατός αὐτοῦ ψυχθέντος, οὐκ εἰς ἓν ἀθροισθέντος. αὔξησις μὲν γὰρ οὐσίας τοῦτο, γένεσις δὲ ἐκεῖνο. καὶ δὴ καὶ τῶν ἐναντίων, ἡ μὲν εἰς σμικρὰ διαίρεσις, μείωσις τῆς οὐσίας ἐστὶν, ἡ δὲ θέρμανσις, ἑτέρας οὐσίας ἐστὶ γένεσις, ὅταν ἀλλοιώσῃ τὸ προϋπάρχον εἶδος. ὅσα τοίνυν σώματα πρῶτον τὰς τοιαύτας ἔχει ποιότητας, ἐκεῖνα στοιχεῖα τῶν ἄλλων ἁπάντων ἐστὶ, καὶ τῆς σαρκός. ἔστι δὲ ταῦτα, γῆ, καὶ ὕδωρ, καὶ ἀὴρ, καὶ πῦρ, ἅπερ ἅπαντες οἱ μὴ φεύγοντες ἀπόδειξιν φιλόσοφοι στοιχεῖα τῶν γεννωμένων τε καὶ φθειρομένων ἔφασαν εἶναι. καὶ μεταβάλλειν εἰς ἄλληλά φασιν αὐτὰ, καὶ εἶναί τι κοινὸν ἅπασιν ὑποκείμενον. ἀλλ’ οὐ περὶ τούτων ὁ λόγος· ὅτι δὲ οὐ χρὴ δυσωπεῖσθαι τὸ πλῆθος τῶν ἁμαρτανόντων τῆς ἀληθείας, ἀλλ’ εἰ μὲν ἔχει τις ἀπόδειξιν,
254
ἐκείνῃ πιστεύειν. εἰ δὲ οὐκ οἶδεν ὅλως οὐσίαν ἀποδείξεως, ὥσπερ ἔνιοι τῶν φιλοσοφεῖν φασκόντων ὁμολογοῦσι, μὴ τολμᾷν ἀποφαίνεσθαι πάντως. παραπλήσιον γὰρ τοῦτό γε τῷ βούλεσθαι μαθεῖν, ὅπως χρὴ προγιγνώσκειν ἔκλειψιν ἡλίου, πρὶν ἐπ’ ἀριθμῶν καὶ γραμμῶν γυμνάσασθαι. φευκτέον οὖν σοι τοιούτους ἀνθρώπους, ὥσπερ τὰ βάραθρα· συγκατασπῶσι γὰρ αὑτοῖς ἐνίοτε τοὺς πλησιάζοντας, ἢ πάντως γε ῥυπαίνουσι, εἰ μή τις ἱκανῶς εἴη γεγυμνασμένος ἐν θεωρίᾳ λογικῇ. ταύτῃ τοι καὶ ἀσκητέον ἡμῖν οὕτως, ὡς οὐδὲν ἕτερον, ἐκείνην τὴν θεωρίαν. ἀλλὰ τοῦτο μὲν οἷδ’ ὅτι πάρεργον.

Ἐπὶ δὲ τὸ προκείμενον ἐπανίωμεν. ἐκ τῶν τεσσάρων στοιχείων ἀλλήλοις κεραννυμένων ἓν ὁμοιομερὲς γίγνεται σῶμα, κατὰ τὸ τῆς κράσεως ποιὸν, ἤτοι γε αἰσθητικὸν, ἢ ἀναίσθητον. ὡσαύτως δὲ καὶ κατὰ μέρος ἐν ἑκατέρῳ τῷ γένει διαφοραὶ πᾶσαι τῇ τῆς κράσεως ἕπονται διαφορᾷ. κατὰ γοῦν τὴν ταύτης ἰδιότητα τὸ μὲν γίγνεται

255
ὀστοῦν, τὸ δὲ σὰρξ, τὸ δὲ ἀρτηρία, τὸ δὲ νεῦρον. ἀλλὰ καὶ ἡ καθέκαστον αὐτῶν ἰδιότης ἐν τῇ τῆς κράσεώς ἐστιν ἰδιότητι. ξηροτέρα μὲν γὰρ καὶ θερμοτέρα σὰρξ ἡ τοῦ λέοντος· ὑγροτέρα δὲ καὶ ψυχροτέρα τοῦ προβάτου· μέση δ’ ἀμφοῖν ἡ τοῦ ἀνθρώπου. καὶ αὐτῶν δὲ τῶν ἀνθρώπων ἡ μὲν τοῦ Δίωνος, εἰ οὕτως ἔτυχε, θερμοτέρα, ψυχροτέρα δ’ ἡ τοῦ Φίλωνος. ὥστε γίγνεσθαι τὰς διαφορὰς τῶν ὁμοιομερῶν σωμάτων ἁπλᾶς μὲν, ὅσα πέρ ἐστι τὰ στοιχεῖα, θερμοτέρας, καὶ ψυχροτέρας, καὶ ὑγροτέρας, καὶ ξηροτέρας· συνθέτους δ’ ἄλλας τέτταρας, ὑγροτέρας τε ἅμα καὶ ψυχροτέρας, θερμοτέρας τε καὶ ὑγροτέρας· ἄλλην τέ τινα τρίτην ξηροτέραν τε ἅμα καὶ θερμοτέραν· ἐφ’ ᾗ τετάρτην ψυχροτέραν τε ἅμα καὶ ξηροτέραν· ἐφ’ αἷς πρώτην ἁπασῶν εἶναι τὴν εὐκρατοτάτην. ἀλλὰ περὶ μὲν τούτων ὁ λόγος ἱκανὸς ἐξείργασται σύμπας ἐν τοῖς περὶ κράσεων. ὁ δὲ νῦν ἐνεστὼς, ἐπειδὴ τῶν ὁμοιομερῶν τὴν ἀρετήν τε καὶ τὴν κακίαν ἐξεῦρεν ἐν τῇ συμμετρίᾳ τε καὶ ἀμετρίᾳ τῶν στοιχείων, ἑξῆς ζητήσει. διορίσαι τῆς κακίας αὐτῶν τὴν νόσον. ὁ διορισμὸς δὲ ἀπὸ τῆς ἐννοίας ἑκατέρων
256
τῶν πραγμάτων, ὡς ἐν τῷ περὶ ἀποδείξεως ἐδείκνυτο, τὴν πρώτην ἀρχὴν ἕξει. τίς οὖν ὑγιαινούσης κατασκευῆς τοῦ σώματος ἔννοια, καὶ τίς ἤδη νοσούσης; ἡ μὲν οὖν ὑγιαίνουσα κατασκευὴ τοῦ σώματος ἀβλαβεῖς ἔχει τὰς κατὰ φύσιν ἐνεργείας· ἡ δὲ νοσοῦσα βεβλαμμένας. ὥστ’, ἐπειδάν τις ὑγιαίνων ἀσθενεστέρας μὲν ὑγιαίνοντος ἑτέρου τὰς ἐνεργείας ἔχῃ, μηδέπω δ’ ἤδη βεβλαμμένας, δυσκρατότερος μέν ἐστι, νοσεῖ δ’ οὐδέπω. μία μὲν οὖν ἡ εὐκρατοτάτη τῶν ἕξεών ἐστι τῶν ὑγιεινῶν, ὀκτὼ δὲ δύσκρατοι. νόσος δὲ εὔκρατος μὲν οὐδεμία, δύσκρατοι δὲ σύμπασαι, τοσαῦται τὸν ἀριθμὸν, ὅσαι περ αἱ ὑγιειναὶ δυσκρασίαι. εἰ δ’ οὐκ ἀρέσκει τινὶ τῶν ὑγιαινόντων τοὺς μὲν εὐκράτους τίθεσθαι, τοὺς δὲ δυσκράτους, οὗτος ἀναγκασθήσεται δυοῖν δογμάτων ἑλέσθαι θάτερον, ἢ διαπαντὸς ἅπαντας νοσεῖν, ἢ μίαν ἁπάντων εἶναι κρᾶσιν ἀνδρῶν καὶ γυναικῶν, ἀκμαζόντων, γερόντων, παίδων, ἀθλητῶν, ἰδιωτῶν, ἐργατῶν, ἀργῶν, ἰσχυρῶν, ἀσθενῶν, ἀλλ’ ἑκάτερον ἄτοπον. ἀναγκαῖον οὖν
257
τρίτον εἷναί τι πλάτος ὑγείας, ὡς παμπόλλας ἐν αὐτῷ περιέχεσθαι διαφορὰς τῶν ὑγιαινόντων σωμάτων, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὕτω δὲ κᾀν τοῖς ἄλλοις ἅπασιν ἔχει. καὶ γὰρ οἰκία, καὶ ναῦς, καὶ σκίμπους, καὶ κιβωτὸς, ἱμάτιόν τε, καὶ ὑπόδημα, καὶ δίφρος, ἤτοι βέλτιόν ἐστιν, ἢ χεῖρον τῇ κατασκευῇ, πρὶν νοσεῖν. καὶ τρεῖς ταύτας ὑποθετέον ἡμῖν ἐστι κατασκευὰς σώματος ἅπασι τοῖς οὖσι, τὴν ἀρίστην, τὴν φαύλην, τὴν νοσοῦσαν. ἀλλ’ ἡ μὲν ἀρίστη μία, τὸ χεῖρον γὰρ οὐκ ἐγγίγνεται τῷ τελεωτάτῳ· τῶν δὲ ἄλλων ἀμφοῖν οὐκ εὐαρίθμητον μὲν τὸ πλῆθος, αἱ διαφοραὶ δ’ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον.

Ὁπότ’ οὖν ἐν τῷδε τῷ λόγῳ γεγόναμεν, ἐπιστήσαντες αὐτὸν ἀναλάβωμεν ἐν κεφαλαίοις τὰ εἰρημένα. γνωσόμεθα γὰρ οὕτως, ὁπόσον τε τοῦ ζητουμένου τὸ εὑρημένον ἤδη, καὶ ὁπόσον ἔτι τὸ ὑπολειπόμενόν. ἐστι. προὔκειτο μὲν ἡμῖν συστήσασθαι τέχνην ὑγείας ποιητικὴν, ἀλλ’ οὐχ οὕτως, ὡς ἡ οἰκοδομικὴ τῆς οἰκίας δημιουργική ἐστιν, ἀλλ’ ὡς τοῦ διαφθειρομένου μέρους αὐτῆς ἐπανορθωτική.

258
καὶ οὐδ’ ἐνταῦθα πάντη τὸν αὐτὸν τρόπον, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ ζητούμενον ἦν ἐξευρεῖν, ἄχρι πόσου παραπλησίως οἰκοδόμῳ τὰ σφάλματα τοῦ σώματος ἐπανορθοῦσθαι δυνατός ἐστιν ὁ τὴν ὑγιαστικὴν τέχνην μεταχειριζόμενος. ἐπεὶ δ’ ἀναγκαῖον εἰς ἅπαντα τὰ τοιαῦτα προεγνῶσθαι τὴν φύσιν τοῦ σώματος, οὗ τὰ σφάλματα μέλλει θεραπεύειν ἡ τέχνη, διὰ τοῦτ’ αὐτὸ ἐζητήσαμεν. εὑρόντες δ’, ὡς ἐνέργειαί τε καὶ κατασκευαὶ μορίων εἰσὶ κατὰ φύσιν, ὧν ἀντιποιεῖσθαι χρὴ παντὶ τρόπῳ τῆς φυλακῆς τε καὶ τῆς ἐπανορθώσεως, ἐπειδὰν πάσχοιεν, ἐκ πόσων συμπληροῦται τὸ κατὰ φύσιν, ἐζητήσαμεν. εὑρόντες δ’, ὡς τοῖς ὀργανικοῖς μορίοις ἐκ συνθέσεώς ἐστι τῶν ἐν αὐτοῖς ἁπλῶν ἡ οὐσία, τοῖς δ’ ἁπλοῖς ἐκ τῶν τεσσάρων στοιχείων, ἐφεξῆς καὶ περὶ τῶν καθ’ ἑκάτερα νοσημάτων σκεψόμεθα. καὶ σχεδὸν ἡμῖν ὁ λόγος ἤδη τὴν γνῶσιν τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωμάτων ἐξεύρηκεν, οὐδὲ ταύτην ἅπασαν, ἀλλ’ εἰδός τι μόνον αὐτῆς, καὶ οἷον παράδειγμα. τὴν δὲ σύμπασαν
259
οὐσίαν τῆς τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωμάτων ἐπιστήμης ἕξομεν, ἐπειδὰν ταῖς ὕλαις ἐμβιβάσωμεν τὰ εἴδη. χρὴ γὰρ οὐ μόνον, ὅτι θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ κερασθέντων ἕκαστόν τι γίγνεται μόριον, ἐγνωκέναι τὸν ἰατρὸν, ἀλλὰ καὶ κατ’ εἶδος ἐπελθόντα, τίς μὲν ἡ τῶν ὀστῶν ἐστι κρᾶσις, ὁποία δ’ ἡ τῶν σαρκῶν τε, καὶ νεύρων, καὶ φλεβῶν, ἑκάστου τε τῶν ἄλλων τῶν ἁπλῶν. ὡσαύτως δὲ καὶ τῶν ὀργανικῶν, ἥτις ἑκάστου μορίου σύνθεσις, οἷον χειρὸς, σκέλους, ἥπατος, θώρακος, πνεύμονος, καρδίας, ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐχ ἁπλῶς τὰ γένη τε καὶ τὰς διαφορὰς τῶν νοσημάτων αὔταρκές ἐστι γιγνώσκειν, ἀλλὰ καὶ καθ’ ἕκαστον μόριον, ὅπως γίγνεται ταῦτα. τοῦτο γὰρ ποιήσαντες ἐπιστήμην ἂν ἔχοιμεν ὑγιεινοῦ τε καὶ νοσεροῦ σώματος, οὐ κατὰ τὸ εἶδος μόνον, ἀλλὰ καὶ καθ’ ὅλην τὴν οὐσίαν, ἥτις ἐκ συναμφοτέρων ἐδείχθη συνίστασθαι, τοῦ τε εἴδους καὶ τῆς ὑποδεχομένης ὕλης αὐτό. κατάλοιπον δ’ ἐστὶ διελθεῖν, ὅπως ἄν τις ἐξιάσαιτο τά τε νοσήματα καὶ φυλάττοιτο τὴν ὑγείαν, ἅπερ ἐπιπλεῖστον
260
μὲν ἐν δύο πραγματείαις διερχόμεθα, τῇ τε τῆς θεραπευτικῆς μεθόδου, καὶ τῇ τῶν ὑγιεινῶν. ἐνταῦθα δ’, ὅσον ὑποδεῖξαι τὴν μέθοδον, αὐτῶν ἀρκεῖ μνημονεῦσαι.

Ἡ μὲν οὖν θεραπευτικὴ μέθοδος ἐκ τῆς τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωμάτων ἄρχεται διαθέσεως. ἐπειδὴ γὰρ τὸ μὲν ὑγιαῖνον, καθ’ ὑπερβολὴν, ἄν θ’ ὁμοιομερὲς, ἄν τ’ ὀργανικὸν ᾖ, σύμμετρον πάντα ἐστὶν, ἄμετρον δὲ τὸ νοσοῦν, ἐπισκεπτέον αὐτοῦ τὴν ἀμετρίαν, ἥτις ποτ’ ἐστίν. ἀνάγκη γὰρ εἶναι τὴν ἑτέραν ἐναντίαν αὐτῇ ἀμετρίαν. κατὰ μὲν τὰς τῶν ὁμοιομερῶν καὶ ἁπλῶν σωμάτων διαθέσεις ποιότητα, κατὰ δὲ τὰς τῶν ὀργανικῶν, εἰ μὲν εἴη κατὰ μέγεθος ἡ ἀμετρία τοῦ νοσήματος, ἕτερον ἐναντίον μέγεθος· εἰ δὲ κατὰ διάπλασιν, ἑτέραν ἐναντίαν διάπλασιν· οὕτω καὶ εἰ κατὰ θέσιν ἢ ἀριθμόν. ἐπὶ πάντων οὖν ἡ εἰς τὸ σύμμετρον ἐπάνοδος ἐκ τῆς ἀμετρίας ὑπὸ τῆς ἐναντίας ἀμετρίας ἔσται. χρὴ γὰρ οἷον ὁδόν τινα βαδίσαι τὸ παρὰ φύσιν ἔχον ἐν τῷ πρὸς τὴν φύσιν ἐπανέρχεσθαι,

261
τὴν αὐτὴν μὲν, ἀλλ’ ἐνπαλιν ὁδοιπορῆσαν. εἰ δ’ ἔμπαλιν ἔρχεσθαι μέλλοι, διὰ τῶν ἐναντίων ἀφίξεται τῇ παρούσῃ διαθέσει. καὶ οὗτος ἂν εἴη κοινότατός τε καὶ γενικώτατος σκοπὸς ἁπάσης τῆς ἰάσεως τῶν νοσημάτων, τὸ ἐναντίον, ὥς που καὶ πρὸς Ἱπποκράτους εἴρηται, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. κατὰ μέρος δὲ τὰ κατὰ μέρος ἐναντία, τῷ μὲν θερμῷ νοσήματι τὸ ψυχρὸν, τῷ δὲ ψυχρῷ τὸ θερμόν. ὡσαύτως δὲ καὶ τῷ μὲν ξηρῷ τὸ ὑγραῖνον, τῷ δὲ ὑγρῷ τὸ ξηραῖνον. οὕτω μὲν ἐπὶ τῶν ὁμοιομερῶν. ἐπὶ δὲ τῶν ὀργανικῶν, καθ’ ἕκαστον τῶν εἰρημένων αὐτοῖς γενῶν τεττάρων, τῆς νοσώδους ἀμετρίας τὴν ἐναντίαν χρὴ ἀντεισάγειν, ἄχρις ἂν ἐπὶ τὸ σύμμετρον καὶ κατὰ φύσιν ἔλθωμεν. οἶον εἰ ἐπετράφη τινὶ ἕλκει σὰρξ πλείων τοῦ κατὰ φύσιν, οὐ τὸ σαρκοῦν, οὐδὲ τὸ ἀνατρέφον, ἀλλὰ τὸ καθαιροῦν τε, καὶ ἀφαιροῦν, καὶ διαβιβρῶσκον, καὶ διαφθεῖρον ἁρμόττει προσφέρειν· ὥσπερ, εἰ καὶ κοῖλον ἕλκος ἔν τινι γένοιτο μέρει, σαρκωτικὸν προσφέρειν ἐκείνῳ.
262
ἑκατέρου δ’ εἰς τοσοῦτον ἡ χρῆσις, ὡς παύσασθαι τό τε πρῶτον, ὅταν εἰς τὸ σύμμετρον ἀφίκηται, πρὶν ὑπερβῆναι πρὸς τὸ ἐναντίον. καὶ γὰρ τὸ ὑπερσαρκοῦν καθαιρῶν, εἰ μὴ σταίης ἐν τῷ συμμέτρῳ, κοῖλον ἀποδείξεις τὸ μέρος· ἀνατρέφων τε τὸ κοῖλον εἰ μὴ σταίης, κᾀνταῦθα παύσαιο κατὰ τὸ σύμμετρον, ὑπερσαρκοῦν ἐργάσῃ. κατὰ μὲν δὴ τὸ γένος τοῦτο τῶν νοσημάτων, ἐν ᾧ τὰ μόρια πρὸς τὸ μεῖζόν τε καὶ τοὔλαττον ἐκτρέπεται, τὴν ἐπανόρθωσιν, ὡς εἴρηται, διὰ τῶν ἐναντίων ἐστὶ ποιητέον. καθ’ ἕτερον δὲ γένος, ἐν ᾧ τῆς διαπλάσεως ἐξίσταται τῆς κατὰ φύσιν, ἐπειδὴ πλείους εἰσὶν αἱ κατὰ μέρος διαφοραὶ, καθ’ ἑκάστην αὐτῶν ἐξευρίσκειν τὸ ἐναντίον. οἷον εἴ τι μόριον ἑαυτοῦ κυρτότερον ἐγένετο, πρὸς τοὐναντίον ἀπάγειν αὐτὸ θλίβοντα καὶ ὠθοῦντα. τὰ δ’ εἴσω θλιβέντα καὶ οἱονεὶ σιμωθέντα πρὸς τὸ ἐκτὸς ἐπανάγειν, ὥσπερ τὴν ῥῖνα. τὰ δ’ ἀντὶ τραχέων λεῖα γενόμενα τραχύνειν, ὥσπερ γε καὶ ὅσα τραχέα λειαίνειν. οὕτω δὲ καὶ ὅσα τὰς κοιλότητας, ἢ τοὺς πόρους, ἢ ὅλως τὰς διατρήσεις
263
ἤτοι μείζους, ἢ ἐλάττους ἔσχεν, ἢ κενωτέρας τοῦ δέοντος, ἢ μεστοτέρας, ἢ συμπεφραγμένας ὑπὸ παχέων τε καὶ γλίσχρων ὑγρῶν, καὶ ταῦτα πρὸς τοὐναντίον ἀπάγειν, μέχρις ἂν ἐπὶ τὸ σύμμετρον ἀφίκηται. καὶ μὲν δὴ καὶ ὅσα κατὰ τὴν θέσιν ἐξέστη τοῦ κατὰ φύσιν, ἐπανάγειν αὐτὰ πρὸς τὴν ἐξ ἀρχῆς φύσιν, ἔμπαλιν ἀπάγοντα· τὸ μὲν εἰς τὸ πρόσω χωρῆσαν ὀπίσω, τὸ δ’ εἰς τὴν ὀπίσω χώραν μεταστὰν ἀνθέλκοντα πρόσω. καὶ κατὰ τὰς ἄλλας ἀντιθέσεις δύο, τήν τε ἄνω καὶ τὴν κάτω, καὶ τὴν ἔνθα καὶ ἔνθα, κατὰ τὸν αὐτὸν τρόπον. εἰ δὲ, τοῦ κατὰ φύσιν ἀριθμοῦ τῶν μορίων διαφθαρέντος, εἰς νόσον ἐμπίπτει τὸ σύμπαν ὄργανον, εἰδέναι μὲν δήπου κᾀνταῦθα χρὴ, τὸ μὲν ὑπερβολὴν εἶναι τοῦ ποσοῦ, τὸ δὲ ἔλλειψιν, ὡς κᾀν τῇ κατὰ μέγεθος ἐξαλλαγῇ πρόσθεν εἴρηται, τὴν δ’ ἴασιν, ὥσπερ ἐπ’ ἐκείνης, ἐν ἀφαιρέσει τε καὶ προσθέσει γίνεσθαι. διαφέρει δὲ τοσοῦτον, ὅτι μόρια μὲν ὁλόκληρα κατὰ τοῦτο τὸ γένος, ἐν ἐκείνῳ δὲ μέρη μορίων ἀφαιρεῖν τε καὶ προστιθέναι προσήκει.

264

Σκεπτέον δ’ οὐκ ἐπὶ τούτου τοῦ γένους μόνον, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων ὧν δύναμις ἡμῖν ἐστιν ἐξεργάσασθαι τὴν ἔνδειξιν. ἡ γὰρ τοῦ νοσήματος ἰδέα τὸν τρόπον ἐνδείκνυται μόνον τῆς ἐπανορθώσεως, εἰ δὲ ἀδύνατός ἐστιν ἢ δυνατὸς, οὐκ ἔτι συνενδείκνυται. λαμβάνεται γὰρ ἐν ἁπάσαις ταῖς ποιητικαῖς τέχναις τὸ τοιοῦτον, οὐκ ἐκ τῆς ἐννοίας τῶν γενησομένων πραγμάτων, ἀλλ’ ἐκ τῆς δυνάμεώς τε καὶ ἀδυναμίας τοῦ δημιουργοῦντος αἰτίου, καὶ προσέτι τῆς κατὰ τὴν ὕλην εὐπορίας τε καὶ ἀπορίας. τὰ γοῦν αὐτὰ πράγματα τοῖς μὲν ἀδύνατα, τοῖς δὲ δυνατὰ καθίσταται, καὶ καθ’ ἕτερον μὲν καιρὸν ἀδύνατα, καθ’ ἕτερον δὲ δυνατά. αἴτιον γοῦν ἐστι τῶν περὶ τὸ σῶμα γινομένων ἐπ’ ἀγαθῷ φύσις τε καὶ ἰατρός. ἀλλὰ τινὰ μέν τῇ φύσει, τινὰ δὲ τοῖς ἰατροῖς ἐστιν ἀδύνατα. τῇ φύσει μὲν ὀστοῦν κατεαγὸς, ὡς παραλλάττειν αὐτοῦ τὰ μόρια καὶ διεστρέφθαι τὸ κῶλον, ἀδύνατον ὀρθῶσαι καὶ διαπλάσαι, τῷ δὲ ἰατρῷ δυνατόν. οὕτω δὲ καὶ τὸ παραρθρῆσαν ἰατρῷ μὲν ἐμβαλεῖν δυνατὸν, ἀδύνατον δὲ τῇ φύσει. τὸ κοῖλον

265
δ’ ἕλκος σαρκῶσαι, τῇ φύσει μέν ἐστι δυνατὸν, ἀδύνατον δ’ ἰατρῷ, καθάπερ γε καὶ τὸ πέψαι τι τῶν ἡμιπέπτων τε καὶ ἀπέπτων. ἀλλὰ καὶ εἰς ταῦθ’ ὑπηρετεῖ τε καὶ συμπράττει τῇ φύσει ὁ ἰατρὸς, καθαρὸν μὲν ἐργαζόμενος τὸ ἕλκος ἐπιθέσει φαρμάκου καθαίροντος, ἐπιφέρων δὲ τὰ συμμέτρως θάλποντα τοῖς πεφθῆναι δεομένοις. πολλὰ δὲ καὶ αὐτῇ τῇ φύσει τῶν ἔμπροσθεν ὑπ’ αὐτῆς ἀπεργασθέντων ἀδύνατον αὖθις ποιῆσαι, καθάπερ φλέβα, καὶ ἀρτηρίαν, καὶ σύνδεσμον, καὶ νεῦρον, ὅσα τ’ ἄλλα τοιαῦτα. τῆς οὖν θεραπευτικῆς μεθόδου πρῶτον μὲν ἐξευρεῖν, ὥσπερ εἴρηται, τὸν κοινὸν ἁπάντων σκοπὸν, ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα· δεύτερον δὲ, καθ’ ἕκαστον γένος ὑποτάξαι τἀναντία· τρίτον ἐπὶ τούτοις, σκέψασθαι, πότε μέν ἐστι δυνατὸν ἡμῖν ἢ τῇ φύσει τῷ κατὰ τὴν ἔνδειξιν ὑπηρετῆσαι σκοπῷ, πότε δὲ ἤτοι παντάπασιν ἀδύνατον, ἢ κατὰ χρόνον ἀδύνατον, ἢ ἐκ μέρους ἀδύνατον. καὶ εἴη ἂν οὐκ ἐλαχίστη μοῖρα τῆς φυσικῆς θεωρίας, ἐν ᾗ γε χρὴ γεγυμνάσθαι τὸν ἐξευρήσοντα
266
τὸ δυνατόν τε καὶ ἀδύνατον ἐν ἑκάστῳ τῶν ἐσομένων. αἱ πραγματεῖαι δέ εἰσιν αἱ τοῦτο διδάσκουσαι δύο, ἥ τε περὶ ζωογονίας ὀνομαζομένη, καθ’ ἣν, ὅπως ἐκ σπέρματός τε καὶ καταμηνίου τὴν γένεσιν ἔχει τὸ κυούμενον, ἐπισκεπτόμεθα, καὶ ἡ λοιπὴ περὶ τῶν φυσικῶν δυνάμεων. ἐν μὲν γὰρ τῷ περὶ τῆς φύσεως τοῦ σπέρματος ἐπισκέψαι φανεῖταί σοι πάντως, ὑποβαλόντι τὴν σκέψιν ἀποδεικτικῇ μεθόδῳ, ταῦθ’, ἅπερ ἡμῖν ἀπεδείχθη, τὸ γεννᾶσθαι τὰ πλεῖστα τῶν ἐν τῷ κυουμένῳ μόρια, τῆς διαπλαττούσης αὐτὰ δυνάμεως ὕλη χρωμένης αὐτῇ τῇ τοῦ σπέρματος οὐσίᾳ. καὶ εἴπερ τοῦτ’ ἐξεύροις, οὐκ ἂν ἔτι θαυμάσαις, εἰ μηδὲν τῶν τοιούτων ἡ φύσις ὕστερόν ποτε δύναται δημιουργεῖν. ἐν δὲ τῷ περὶ φυσικῶν δυνάμεων ἐπισκοπεῖσθαι τὴν περὶ τῶν γεγενημένων διοίκησιν, ὡς κᾀντεῦθεν εὐπορῆσαί σε τῆς εὑρέσεως, ὧν δυνατόν ἐστι τῇ φύσει ποιεῖν, αὐτῇ τε κατὰ μόνας, ὑπηρετουμένῃ τε πρὸς τῶν ἰατρῶν, ὧν τ’ ἀδύνατον. ἐν ἐκείνῳ τῷ τόπῳ, καθ’ ὃν ἐπισκεπτόμεθα περὶ τῆς τῶν δημιουργικῶν αἰτιῶν δυνάμεως καὶ τῆς τῶν ἀποτελουμένων
267
οὐσίας, ἐξευρήσεις ἅπαντα τὰ δυνατὰ καὶ ἀδύνατα. οἶον εἰ δυνατὸν, ἀπολλυμένου χόνδρου, γεννᾶσθαι πάλιν ἕτερον χόνδρον, ἢ ἀντ’ αὐτοῦ τι παραπλήσιον. οὕτω δὲ καὶ ὀστοῦν εἰ δυνατὸν ἕτερον ποιῆσαι τοῦ μετὰ τὴν ἀποκύησιν ἀπολλυμένου, ἤ τι παραπλήσιον αὐτῷ· καὶ εἰ συμφῦναι τὸ νευρῶδες τοῦ διαφράγματος, ἢ τὴν καρδίαν, ἢ τὸ ἧπαρ, ἢ ὅλως ὁτιοῦν τῶν ἄλλων μορίων. ἐμοὶ δὲ οὐ καιρὸς ἐνταῦθα διέρχεσθαι πάντα. οὐ γὰρ εἰς ἓν τοῦτο τὸ βιβλίον ἐγχωρεῖ τὴν ὅλην ἰατρικὴν καταθέσθαι, οὐδὲ τοῦτ’ ἐξ ἀρχῆς ὁ λόγος ἔσπευδεν, ἀλλὰ τὰς μεθόδους εἰπεῖν, ἐνδείξασθαί τε περὶ τῆς συστάσεως τῆς τέχνης, ἐκ τίνων τε καὶ πόσων ἀρχῶν, καὶ κατὰ τίνας ὁδοὺς γίγνεται. καταπαύσας οὖν ἐνταῦθα τὸν ἐνεστῶτα λόγον, εἰς ἕν τε κεφάλαιον ἀναβαλὼν, προσθήσω τῷ πρόσθεν ἤδη συνεστῶτι μέρει τῆς τέχνης. ὡς γὰρ ἐν ἐκείνῳ τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωμάτων εἶδος ἐξευρόντες ἠξιοῦμεν ἐν ταῖς κατὰ μέρος ὕλαις αὐτὸ θεάσασθαι πάσαις, οὕτω καὶ νῦν, ὑπὸ τῆς θεραπευτικῆς μεθόδου τῶν σκοπῶν εὑρημένων, εἰς τὰς
268
κατὰ μέρος ὕλας ἐμβιβάζειν αὐτοὺς ἀξιώσομεν, ἵνα γνῶσιν, ὅσα τε δυνατὸν γίγνεσθαι κατ’ αὐτήν εἰσιν, ἢ ἐκ μέρους, ἢ κατά τινα χρόνον, ὅσα τ’ ἀδύνατον παντάπασιν· ἐπισκοπεῖσθαι δὲ κᾀνταῦθα τὴν πρὸς τὰς ἄλλας τέχνας ἀναλογίαν. ὡς γὰρ εἴ τις, ἐξ ὀπτῶν πλίνθων γεγενημένης οἰκίας, εἶτα πεπονθυίας κατά τι μέρος, ἐπανορθοῦσθαι τοῦτο κελεύσειεν, ἐξαιροῦντας μὲν, ὅσαι πεπόνθασι τῶν πλίνθων, εἰς δὲ τὸν ἐκείνων τόπον ἐντιθέντας ἑτέρας ἀπαθεῖς, ἀναγκαῖον ἔσται τῷ δημιουργῷ κατασκευάζειν πρότερον ἑτέρας ὁμοίας ταῖς πεπονθυίαις, ἔτι τε πρὸς τούτῳ τὴν ἐπιτηδείαν ὕλην οὐκ ἔχοντος παρασχεῖν τοῦ δεσπότου τῆς οἰκίας, ἀδύνατον εἷναι λέγειν τὴν ἐπανόρθωσιν· οὕτως ἔχει κᾀπὶ τοῦ νῦν προκειμένου σκέμματος. ἀπορίᾳ γὰρ τῆς ὕλης οὐδὲν ἐξ ὑστέρου ποιεῖν ἡ φύσις οἵα τ’ ἐστὶν, ὧν ἐκ σπέρματος ἐν τῷ διαπλάττειν τὸ ζῶον ἐποίησεν.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, προσθῶμεν τῷ λόγῳ τὸ λεῖπον, ὑπερ ὧν ὀλίγον ἔμπροσθεν εἴπομεν, ἐξευρίσκοντες τὰ βοηθήματα. τὰς μὲν γὰρ οἷον

269
γενικὰς αὐτῶν ἰδέας διήλθομεν, ὡς χρὴ τὰ μὲν ψύχειν, τὰ δὲ θερμαίνειν, τὰ δὲ ὑγραίνειν, τὰ δὲ ξηραίνειν. οὗτοι γὰρ ἐν τοῖς ὁμοιομερέσιν οἱ σκοποὶ, καθάπερ ἐν τοῖς κατὰ τὸ πηλίκον, ἤτοι καθαίρειν ἢ ἀνατρέφειν, οὕτω δὲ κᾀν τοῖς κατ’ ἀριθμὸν, ἢ ἐξαιρεῖν ὅλον, ἢ γεννᾷν. ἐν δὲ τοῖς κατὰ διάπλασιν εἰς τὰ κατὰ φύσιν ἐπαναγαγεῖν σχήματα, καὶ κενοῦν τὰ πεπληρωμένα, καὶ πληροῦν τὰ κεκενωμένα, καὶ τὰς ἐμφράξεις ἐκφράττειν, καὶ τὰς ἀναστομώσεις συνάγειν, καὶ τὰ μεμυκότα, καὶ πεπυκνωμένα πρὸς τοὐναντίον ἐπιστρέφειν, τὰ μὲν ἀναστομοῦντα, τὰ δὲ ἀραιοῦντα. οὕτω δὲ κᾀν τῷ κατὰ τὴν σύνθεσιν νοσήματι πρὸς τὸ κατὰ φύσιν ἐπανάγειν ὁ σκοπὸς, κᾀν τῷ τὴν ἕνωσιν λελύσθαι κόλλησιν ἐργάζεσθαι τῶν κεχωρισμένων. ἀλλ’ ἐν ἅπασι τούτοις ἐξευρίσκειν ὕλας βοηθημάτων οὐ μικρόν ἐστι μόριον τῆς τέχνης. οἷον εὐθέως ἐπὶ τῶν παραλλαττόντων ἄρθρων, ἐπειδὴ συμβαίνει μὴ μόνον ὀπίσω καὶ πρόσω, καὶ ἔνθα καὶ ἔνθα μεταχωρεῖν τὸ ἐξιστάμενον, ἀλλὰ καὶ πρὸς τὸν ἄνω τόπον ὑπὸ τῆς τῶν μυῶν συντονίας ἀνέλκεσθαι, διττῆς
270
κινήσεώς ἐστι τοῖς ἐμβάλλουσιν ἡ χρεία, πρώτης μὲν τῆς κάτω, δευτέρας δὲ τῆς εἰς τὴν οἰκείαν χώραν ἀποθέσεως. καὶ διὰ τοῦτο χωρὶς ἀντιτάσεως ἀδύνατον γενέσθαι τὴν ἐμβολήν. εἰς δὲ τὴν ἀντίτασιν ὅτι μὲν ἰσχυροτέρων ἀντιλήψεών τε καὶ τάσεών ἐστι χρεία, πρόδηλον ἅπαντι. ποιεῖν δ’ αὐτὰ ἐνίοτε διὰ τῶν ἡμετέρων χειρῶν ἀδυνατοῦντες, ὄργανα πρὸς τοῦτ’ ἐξευρήκαμεν ἐπιτήδεια. τὰ πολλὰ δ’ αὐτῶν καὶ εἰς αὐτὴν τὴν ἀπόθεσιν τῶν ἐξηρθρηκότων συμπράττει. καὶ ταῦτα πάντα τὰ ὄργανα τῶν βοηθημάτων ὕλαι τινές εἰσιν, ὥσπερ καὶ τὰ ἁρμοζόμενα πάντα, καὶ τὰ φάρμακα, καὶ τὰ ἐδέσματα, καὶ τὰ πόματα, καὶ ἁπλῶς ὅσα προσαγόμενα τῷ σώματι τὰς εἰρημένας διαθέσεις εἰς τὸ κατὰ φύσιν ἐπανάγει. χρὴ τοίνυν πεπραγματεῦσθαι καὶ περὶ τῆς τούτων ὕλης τὸν ἰατρὸν, συμβιβάζοντα τοὺς εἰρημένους ἔμπροσθεν σκοποὺς τῇ χρήσει τῶν ὑλῶν, ἵνα μή ποτε πλανηθῇ ὅμιοιόν τι πάθος τοῖς οἰομένοις, ὅσα μὲν δεῖται ψύχεσθαι, πᾶσιν αὐτοῖς ἁρμόττειν ὕδωρ ψυχρὸν, ὅσα δὲ θερμαίνεσθαι, θερμὸν, οὐκ εἰδόσιν, ὅτι κατὰ συμβεβηκὸς
271
ἐνίοτε καὶ τὸ ψυχρὸν θερμαίνει, καὶ τὸ θερμὸν ψύχει. πλεῖστα δὲ περὶ τῆς ἐν τούτοις ἅπασι μεθόδου κατὰ τὴν περὶ φαρμάκων πραγματείαν λέγονται. ἐν δὲ τῷ παρόντι λόγῳ τοῦτο προσθῶμεν, ὡς ἅπαν τὸ τοιοῦτον γένος τῆς ὕλης τῶν βοηθημάτων ἐν προσφερομένοις, καὶ ποιουμένοις, καὶ κενουμένοις, καὶ τοῖς ἔξωθεν προσπίπτουσι κεῖται, δι’ ὦν ἁπάντων ὁ συνιστάμενος τὴν τέχνην διεξελθὼν καὶ τῆς κατὰ μέρος ὕλης ἁπάσης ἐπιστήμην ἔχων οὐ μόνον τῆς δυνάμεως, ἀλλὰ καὶ τῆς χρήσεως οὕτως ἂν εἴη συμπεπληρωκὼς ἅπαντα τὰ ὑγιεινὰ τῶν αἰτίων, ὡς μηδὲν λείπειν αὐτῷ πρὸς τὴν τῆς θεραπευτικῆς τέχνης σύστασιν, εἰς δύο κεφάλαια τούτων ἁπάντων ἀναγομένων, εἴς τε τὴν γνῶσιν τῶν σωμάτων, οἶς προσάγεται τὰ βοηθήματα, καὶ αὐτὴν τὴν τῶν βοηθημάτων φύσιν.

Ὑπόλοιπον δ’ ἂν εἴη πράττειν αὐτῷ μέλλοντι τὰ κατὰ τὴν τέχνην, ἐξευρῆσθαί τινα διαγνωστικὴν θεωρίαν ἁπασῶν τῶν διαθέσεων, καὶ μάλισθ’ ὅσαι περὶ τὰ κατὰ βάθος μόρια συνίστανται. οὐδὲ γὰρ ἐνταῦθα τοῦ τυχόντος ἐστὶν ἐξευρεῖν ἑκάστου τῶν μορίων, ἢ τῶν ἁπλῶν,

272
ἢ τῶν ὀργανικῶν, τὴν νοσώδη διάθεσιν, ὅταν ἐν τῷ βάθει τύχῃ κείμενον. ἀλλὰ κᾀνταῦθα μεθόδῳ τινὶ χρὴ πειρᾶσθαι τὸ πεπονθὸς ἐξευρίσκειν ἅμα τῇ περὶ αὐτὸ διαθέσει, περὶ ἧς εἴρηται καὶ ἡμῖν ἑτέρωθι διὰ πλειόνων. ἀλλ’ ὥσπερ τῶν ἄλλων ἁπασῶν μεθόδων ἐνταῦθα τὰ κεφάλαια διήλθομεν, οὕτω καὶ περὶ τούτων εἰπεῖν ἀναγκαῖόν ἐστι, καὶ πρῶτόν γε, διὰ τίνος γένους τῶν παρὰ φύσιν ἐλπίζειν χρὴ τὴν διάγνωσιν αὐτῶν ποιήσασθαι. τρία γάρ ἐστι τὰ σύμπαντα γένη τῶν παρὰ φύσιν, ἓν μὲν, αἱ διαθέσεις αἱ βλάπτουσαι τὴν ἐνέργειαν· ἕτερον δὲ, τὰ τούτων αἴτια· καὶ τρίτον, τὰ συμπτώματα. τὰ μὲν οὖν αἴτια κυριώτατα μὲν, ὅταν ἐνεργῶσι, ταύτης τῆς προσηγορίας ἀξιοῦται. λέγεται μέντοι γε πολλάκις, εἰ καὶ μηδέπω μηδὲν ἐνεργεῖ, κατ’ αὐτὸ τὸ δύνασθαι μόνον, οἷον καὶ ἡ ἀπεψία νόσων αἰτία λέγεται, κᾂν μηδέπω νοσάζῃ. καλῶ δὲ ἀπεψίαν οὐ μόνον τῆς ἐν γαστρὶ πέψεως τὴν ἀποτυχίαν, ἀλλὰ καὶ ἐν τοῖς ἀγγείοις τε καὶ ἥπατι, καὶ κατὰ τὸν ὄγκον σύμπαντα.
273
τῶν δὲ συμπτωμάτων τὸ γένος εἰς τρεῖς τέμνεται διαφορὰς, τὴν βλάβην τῶν ἐνεργειῶν, τὰ συμβεβηκότα τοῖς σώμασι, τὰς τῶν ἐκκρινομένων ἀμετρίας. ἁπάντων δὲ τούτων αἰτία τοῦ σώματός ἐστιν ἡ διάθεσις, ἣν εἴτε νόσον, εἴτε πάθος ὀνομάζοι τις, οὐ διοίσει. γνωρίζεται δ’ εἰκότως ὑπὸ τῶν συμπτωμάτων, αἰτίας γε λόγον ἔχουσα πρὸς αὐτά. ἔνια μὲν οὖν αὐτῶν ἐξ ἀνάγκης ἕπεται ταῖς διαθέσεσιν, ἔνια δ’ οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἤτοι πλειστάκις, ἢ σπανιάκις, ἢ ἀμφιδόξως. ὥσπερ αὖ πάλιν ἕτερα συμπτώματα, τὰ μὲν ἐξ ἀνάγκης ἕπεται τῇ διαφορᾷ τῆς διαθέσεως, τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ, τὰ δ’ ἀμφιδόξως, τὰ δὲ σπανίως. ὅσα μὲν οὖν ἐξ ἀνάγκης ἕπεται τῷ νοσήματι συμπτώματα, παθογνωμονικὰ προσαγορεύεται, καὶ ταῦθ’ ἡγεῖσθαι χρὴ γνωρίσματα βέβαια τῶν νοσημάτων ὑπάρχειν. ὅσα δ’ οὐκ ἐξ ἀνάγκης, ἤτοι τῆς διαφορᾶς εστι τοῦ νοσήματος, ἢ τοῦ ἤθους, ἢ τοῦ μεγέθους ἐνδεικτικά. δείξω δ’ ἐπὶ παραδείγματος ἑνὸς ἑκάστου τῶν εἰρημένων τὴν δύναμιν, ἵν’ ἐντεῦθεν ὁρμώμενος ἔχῃς γυμνάζειν σεαυτὸν ὁμοίως ἐν ἅπασι κατὰ τὴν
274
αὐτὴν μέθοδον. ὑποκείσθω φλεγμαίνειν ὁ τὰς πλευρὰς ὑπεζωκὼς ὑμήν. ἐστὶ δὲ δήπου τοῦτο τὸ πάθος ἡ φλεγμονὴ, συμπτώματα μὲν ἐξ ἀνάγκης ἔχουσα τὸν παρὰ φύσιν ὄγκον, ἔρευθος, ὀδύνην, ὧν οὐχ ὑποπίπτει νῦν τὰ δύο, λείπεται δὲ τὸ ἄλγημα μόνον, ὅ κατὰ τὰς πλευρὰς ἐρείδει νυγματῶδες γιγνόμενον. ἀλγεῖ μὲν οὖν ὁ ἄνθρωπος, ὅτι φλεγμονὴ τὸ πάθος. ἡ δὲ ἰδέα τῆς ὀδύνης νυγματώδης, ὅτι καὶ ἡ οὐσία τοῦ πεπονθότος ἐστὶν ὑμενώδης. κατὰ δὲ τὴν πλευρὰν ἐρείδει, διότι ἐν ταύτῃ κεῖται τὸ πεπονθός. καὶ μὲν δὴ καὶ μέχρι πλείστου διήκει, διότι καὶ αὐτὸς ὁ ὑπεζωκὼς ἐπὶ πλεῖστον ἐκτέταται. πυρετὸς δ’ ἐξ ἀνάγκης ἕπεται διὰ τό τε πάθος καὶ τὴν θέσιν τοῦ πεπονθότος· ὧν ἐὰν ἀπῇ θάτερον, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει πυρετός. οὐδὲ γὰρ ἐὰν ὁ δάκτυλος φλεγμαίνῃ, πάντως πυρέττουσιν, ὅτι πόῤῥω τῆς καρδίας. οὐδ’ ὅταν οὖν ὁ ὑπεζωκὼς μὲν πάθῃ, τὸ πάθος δ’ ἤτοι σκίῤῥος, ἢ οἴδημα τύχῃ. καὶ μὴν καὶ ἡ δύσπνοια τῶν ἐξ ἀνάγκης ἀκολουθησάντων
275
ἔσται τῷ πεπονθότι τόπῳ, διότι μέρος ἐστὶν ἀναπνευστικοῦ τινος ὀργάνου. τὸ μέντοι τῆς δυσπνοίας εἶδος οὐ διὰ τὸ μέρος, ἀλλὰ διὰ τὸ πάθος ἔσται. κωλύει γὰρ ἡ ὀδύνη διεστάλθαι μέχρι πλείστου τὰ τῆς ἀναπνοῆς ὄργανα. προκαταλύει τοιγαροῦν τῆς ἀναπνοῆς τὴν ἐνέργειαν, οὐδέπω τῆς χρείας πεπληρωμένης, ὅθεν ἀναγκάζεται διὰ τάχους ἐπὶ τὴν δευτέραν ἐνέργειαν ἰέναι, μηκέτ’ ἠρεμοῦντα τοσοῦτον, ὅσον ὅτ’ ἐν τῷ κατὰ φύσιν ἦν, καὶ οὕτω γίγνεται τὸ πνεῦμα μικρὸν καὶ πυκνόν. ἀλλὰ καὶ ἡ τῶν σφυγμῶν ἀλλοίωσις ἐξ ἀνάγκης ἀκολουθεῖ τῇ φλεγμονῇ τοῦ ὑπεζωκότος, ἥ τ’ ἀχώριστος τῶν πυρετῶν, καὶ ἡ κατὰ τὴν τοῦ πεπονθότος ἰδέαν. σφύζουσι γὰρ αὐτοῖς αἱ ἀρτηρίαι, διότι μὲν πυρέττουσι μεῖζον, καὶ θᾶττον, καὶ πυκνότερον, ὅτι δὲ νευρῶδες τὸ φλεγμαῖνον, ἅμα τάσει τε καὶ σκληρότητι. ταῦτα μὲν οὖν ἐξ ἀνάγκης ἀκολουθεῖ τὰ συμπτώματα τῇ φλεγμονῇ τοῦ ὑπεζωκότος. ἐξ ἀνάγκης δὲ κἀκ τῶν ἑπομένων ἕν τι, ἤτοι γε ἐπὶ τὴν πεπονθυῖαν
276
πλευρὰν ἡ κατάκλισις ἧττον ἐπώδυνός ἐστιν, ἢ ἐπὶ τὴν ἀντικειμένην, ἢ ἐπ’ ἀμφοτέρας παραπλησίως. διπλοῦ γὰρ ὄντος τοῦ ὑπεζωκότος, εἰ μὲν οὗν τὸ περὶ τοῖς ὀστοῖς ἔξωθεν αὐτοῦ μέρος ἰσχυρότερον φλεγμαίνοι, ῥᾷον ἐπὶ τὸ ἀντικείμενον κατακλίνονται, θλίβονται γὰρ ἐπὶ τοῦ πεπονθότος· εἰ δὲ τὸ ἕτερον τὸ ἔνδον, ὅπερ ὡς τὰ πολλὰ συμβαίνειν εἴωθεν, ἐπὶ τὸ ἀντικείμενον ὀδυνῶνται μᾶλλον κλινόμενοι· κρέμαται γὰρ αὐτοῖς τὸ φλεγμαῖνον· εἰ δ’ ἐπὶ τὸ πεπονθὸς, ἧττον, οὔτε γὰρ θλίβεται πρὸς τοῖς ὀστοῖς, οὔτε κρέμαται, ἀλλ’ ἀμφοῖν γε τούτοις ἠλευθέρωται, καὶ κατὰ θατέρου τοῦ ἀπαθοῖς ἐστήρικται. παθόντων δὲ ἀμφοτέρων τῶν μερῶν τοῦ ὑπεζωκότος, ὁμοίως ἐπ’ ἀμφοτέραις ταῖς πλευραῖς κλίνονται. καὶ μὲν δὴ καὶ τῷ διήκειν τὸ ἄλγημα τοῖς μὲν εἰς ὑποχόνδριον, ἐνίοις δ’ εἰς κλεῖν, διά τε τὴν φύσιν τοῦ πεπονθότος γίνεται μορίου, καὶ τὸ τῆς φλεγμονῆς σύμπτωμα τὸ ἐκτείνεσθαι τὴν ὀδύνην. ἐπεὶ γὰρ ἄχρι τε τῶν κλειδῶν ὁ ὑπεζωκὼς ἀνήκει, καὶ κατὰ τοῦ διαφράγματος
277
ἅπαντος, τῶν μὲν ἄνω μερῶν αὐτοῦ φλεγμαινόντων, ἡ κλεὶς κατασπᾶσθαι δοκεῖ, τῶν κάτω δ’, εἰς ὑποχόνδριον ἐξήκει τὸ ἄλγημα. μικρὰν οὖν χρὴ πάνυ κατὰ τὰ μέσα τῶν πλευρῶν γενέσθαι τὴν φλεγμονὴν, ἵν’ εἰς μηδέτερον ἐξίκηται, ὡς ἥ γε μεγάλη πρὸς ἄμφω διϊκνεῖται. καὶ μὴν καὶ τὸ διϊδροῦσθαί τινα καὶ ἀποχεῖσθαι τοῦ φλεγμαίνοντος μορίου λεπτὸν ἰχῶρα διά τε τὸ νόσημα γενήσεται καὶ τὸ μορίον, ὥσπερ καὶ τοῖς ἐν τῷ στόματι φλεγμαίνουσιν ἅπασι συμπίπτει καὶ τοῖς ὀφθαλμοῖς. ἐξ ἐπιῤῥοῆς τε γὰρ τῶν ὑγρῶν ἡ φλεγμονὴ, καὶ τὸ μέρος ἀραιὸν, οὐχ ὥσπερ τὸ δέρμα πεπιλημένον τε καὶ πυκνόν. ὅταν μὲν οὖν πολλή τε ἅμα καὶ λεπτὴ κατὰ τὸ φλεγμαῖνον ἡ ὑγρότης ὑπάρχῃ, καὶ τὸ μόριον ἀραιὸν, πλεῖστον ἀποχεῖται πρὸς τὸ ἐκτός· ὅταν δ’ ἔμπαλιν ὀλίγον τε ᾖ καὶ παχὺ τὸ ῥεῦμα, καὶ τὸ σῶμα πυκνὸν ἐλάχιστον. τουτὶ δ’ ἐλάχιστον ἐρεθίζει μὲν εἰς βῆχα, πτύουσι δὲ οὐδέν· ὥσπερ γε κᾀπειδὰν πλεῖστον γίνηται, βήχουσί τε πλεῖστα καὶ ἀναπτύουσιν οὐκ ὀλίγα. καὶ εἴη ἂν τὸ μὲν βήττειν ἀχώριστον τοῦ πάθους, τὸ δὲ πτύειν ἐπὶ
278
τῷ βήττειν οὐκ ἀχώριστον μὲν, ὡς ἐπὶ τὸ πολὺ δὲ γιγνόμενον. εἰ μέντοι γε ἀναπτύοιεν, ἐξ ἀνάγκης μὲν χρωσθήσεται τὸ σίελον, οὐ μὴν ἀεί γε ταὐτῷ χρώματι, διότι μηδ’ ἐν τῷ φλεγμαίνοντι μέρει τῆς αὐτῆς ἀεὶ φύσεώς ἐστι τὸ περιττόν. ὅταν μὲν οὖν αἱματῶδες ἢ χολῶδες ὑπάρχῃ, τοιοῦτον δ’ ἐν πλευρίτισι τοὐπίπαν ἐστὶ τὸ τὴν φλεγμονὴν ἐργαζόμενον ῥεῦμα, κέχρωσται τὸ σίελον αὐτοῦ ὀῤῥῷ ὑπὸ τοῦ περιεχομένου χυμοῦ κατὰ τὸ φλεγμαῖνον· ἐρυθρὸν μὲν, ὅταν αἱματικὸν ὑπάρχῃ τὸ ῥυὲν εἰς τὸν ὑπεζωκότα· ξανθὸν δ’, ὅτε πικρόχολόν ἐστιν. εἰ μέντοι φλεγματώδης χυμὸς πρῶτον σφηνωθείς τε καὶ διασαπεὶς αἴτιος καθίσταται τοῦ τὴν φλεγμονὴν ἐργασαμένου ῥεύματος, τηνικαῦτα ἀποπτύουσιν ἀφρώδη. πτύουσι δὲ καὶ μέλανά ποτε, κατοπτηθέντος τοῦ ῥεύματος, ἄν θ’ αἱματικὸν, ἄν τε πικρόχολον ἦ συνενδείξεται οὖν τὰ τοιαῦτα πάντα τῇ τε τοῦ πεπονθότος μορίου διαγνώσει καὶ τῇ τοῦ πάθους τὴν διαφορὰν τοῦ ῥεύματος. ὥστ’ ἐκ τῶν εἰρημένων εὔδηλον, ὡς καὶ τὴν οὐσίαν
279
ἑκάστου τῶν πεπονθότων μορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι καὶ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν εἰς τὴν τῶν νοσημάτων τε καὶ νοσούντων τόπων εὕρεσιν. ὅτι δ’ οὐδὲν διαφέρει λέγειν, ἢ θέσιν, ἢ σύνθεσιν, ἢ πρὸς τὰ παρακείμενα κοινωνίαν, εὔδηλον εἶναι νομίζω, κᾂν ἐγὼ μὴ λέγω.

Εὔδηλον δ’ ἐκ τῶν εἰρημένων ἐστὶν, ὡς καὶ τὴν ἐνέργειάν τε καὶ τὴν χρείαν ἑκάστου τῶν μορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι· καὶ πρὸς τούτοις ἔτι τὰς τῶν νοσημάτων τε καὶ συμπτωμάτων γενέσεις· εἰς δὲ τοῦτο καὶ τὰς ποιούσας αἰτίας τὰ νοσήματα. πρός τε γὰρ τὴν διάγνωσιν ἑκάστου τῶν πεπονθότων μορίων ἅμα ταῖς διαθέσεσι καὶ πρὸς τὰς τοῦ νοσήματος αὐτοῦ διαφορὰς ἀναγκαῖα φαίνεται ταῦτα. καὶ τὸ μέγεθος δὲ καὶ τὸ ἦθος ἑκάστου τῶν νοσημάτων ἐκ τῶν αὐτῶν τούτων λαμβάνεται. τὸ μέγεθος μὲν, ἔκ τε τοῦ κατὰ τὴν διάθεσιν αὐτῶν μεγέθους καὶ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων. τὸ δὲ ἦθος, ἔκ τε τῆς διαφορᾶς τοῦ νοσήματος καὶ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων. εὐθέως γοῦν ἐπὶ τοῦ προκειμένου παραδείγματος

280
ὀλεθριώτατος μέν ἐστιν ὁ μελαγχολικὸς ἐπικρατῶν χυμὸς, ὅτι τε κακοηθέστατος αὐτός ἐστι, καὶ διαβρωτικώτατος καὶ δύσπεπτος καὶ δυσεκκάθαρτος, ὅτι τε πλείστης ἐστὶ θερμασίας ἐνδεικτικὸς, ὑφ’ ἧς κατοπτηθεὶς ἐγένετο. πάντων δ’ ἐπιεικέστατος ὁ αἱματικὸς, ὡς ἂν γλυκύτατός τε καὶ εὐπεπτότατος ὤν. οἱ δ’ ἄλλοι δύο χυμοὶ μεταξὺ τῶν εἰρημένων εἰσὶν, ἁπλότητός τε καὶ κακοηθείας. τῶν συμπτωμάτων δὲ, τὸ μὲν μηδὲν ἀναπτύειν ὀλέθριον, ὅτι τε δεδέσθαι δηλοῦν πρὸς τῆς φλεγμονῆς τὸ ῥεῦμα, καἰ ὅτι διὰ τὸ μένειν ἔνδον ὅλον διαφθαρήσεται. τὸ δ’ ἀναπτύειν ἀπόνως τε καὶ ῥᾳδίως ἐπιεικέστατον. εἰ δὲ δὴ καὶ τὸ. πτυόμενον εἴη πεπεμμένον, ἔτι καὶ μᾶλλον ἐπιεικέστατον. ἀλλὰ καὶ τὰ κατὰ τοὺς σφυγμοὺς συμπτώματα τὸ ἦθος δηλοῖ τοῦ νοσήματος. ἤδη δὲ καὶ τἄλλα, ὅσα κατὰ συμπάθειαν ἐπιγίνεται, παραφροσύναι τε, καὶ κώματα, καὶ ἀνορεξίαι, καὶ οὖρα, καὶ διαχωρήματα τοῖα καὶ τοῖα γιγνόμενα γυμναστέον οὖν ἡμῖν ἐστιν ἐν ἅπασι τοῖς εἰρημένοις, εἰ διαγνωστικοὶ βουλόμεθα γενέσθαι νοσήματός τε καὶ μορίου
281
πεπονθότος, ἤθους τε καὶ μεγέθους, καὶ διαφορᾶς τῆς κατ’ αὐτά. ἐκ τῶν αὐτῶν δὲ τούτων ἡμῖν ὑπάρξει καὶ τὸ προγιγνώσκειν, εἰς ὅ τι τελευτήσει τὸ νόσημα καὶ ἡ τῶν βοηθημάτων ἐπιδέξιος χρῆσις. ἡ μὲν γὰρ πρόγνωσις ἀναίτιόν τε τὸν ἰατρὸν ἀποφαίνει τῶν θανάτων, εὐπειθεῖς τε παρέχει τοὺς κάμνοντας, ἐκ πολλῶν τε προδιδάσκει τὸν καιρὸν τῶν βοηθημάτων. ἡ δὲ τῶν βοηθημάτων χρῆσις ἐπιδέξιος ὅτι μὲν αὐτὸ τὸ κυριώτατόν ἐστι τῆς τέχνης, ἐφ’ ᾧ σύμπας ὁ λόγος ὥρμηται πρόδηλον παντί. πῶς δὲ ἐκ τῶν προειρημένων περιγίγνεται, μετ’ ὀλίγον εἰρήσεται. νυνὶ μὲν γὰρ ἐπιθεῖναι βούλομαι πρότερον οἷς διεξῄειν τὸ τέλος. ἡ γὰρ τῶν νοσημάτων ἅμα τοῖς δεδεγμένοις αὐτὰ μορίοις διάγνωσις ἐφ’ ἑνὸς μὲν ἤδη μοι παραδείγματος εἴρηται· προσθεῖναι δὲ ἕτερόν τι παραπλήσιον οὐδὲν χεῖρον. ἡ γάρ τοι τῶν ἐκκρινομένων ἰδέα διδάσκει πολλὰ, συνῆπται δ’ αὐτῇ τὸ σῶμα, ἐξ οὗ τὴν ἔκκρισιν ὁρῶμεν γιγνομένην, ὡς ἐξ ἀμφοῖν συνιόντων ἔνδειξιν μίαν γίγνεσθαι βεβαίαν. ὑμενώδους γὰρ, εἰ οὕτως ἔτυχεν. ἐκκριθέντος σώματος, ἡ μὲν
282
ἐξ αὐτοῦ τοῦ φανέντος ἔνδειξις ἡλκῶσθαί τι τοιοῦτον ἐνδείκνυται μέρος, ὡς ἐπιπολῆς ὑμενώδη φύσιν ἔχειν, ἀφωρισμένον δὲ αὐτὸ δηλοῦν ἀδυνατεῖ. τὸ μέντοι τῆς ἐκκρίσεως χωρίον ἐπ’ αὐτὸ τὸ πεπονθὸς ποδηγεῖ. κάτω μὲν γὰρ διαχωρῆσαν ἐντέρου δηλοῖ τὴν ἕλκωσιν, ἄνω δὲ ἐμεθὲν γαστρὸς, ἀναβηχθὲν δὲ τῶν ὑπαλειφόντων τὰς τραχείας ἀρτηρίας ὑμένων, οὐρηθὲν δὲ ἤτοι κύστεως, ἢ τοῦ κατὰ τὸ αἰδοῖον πόρου. αὐτά τε οὖν ταῦτα καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ συμπάθειάν τε καὶ πρωτοπάθειαν κάμνοντα σώματα διακρίνειν ἀλλήλων προσήκει τῇ τε ἡγεμονίᾳ καὶ ἀκολουθίᾳ, καὶ τῷ μεγέθει τε καὶ τῇ σμικρότητι καὶ προσέτι τῇ τῶν κακούντων ἑκάτερον αἰτίων προσόδῳ. πολλοὶ γοῦν ἐπὶ στομαχικαῖς διαθέσεσιν ἤτοι τοῦ ἐγκεφάλου εἰς συμπάθειαν ἀχθέντος ἐν μελαγχολικοῖς ἐγένοντο συμπτώμασιν, ἢ τῶν ὀφθαλμῶν ἐν τοῖς τῶν ὑποχεομένων. ἀλλ’ ἐπὶ τῶν τοιούτων ἐάν τις ἀκριβῶς προσέχῃ τὸν νοῦν, εὑρήσει ταῖς ἀπεψίαις τε καὶ ταῖς τῶν περιττωμάτων ἀθροίσεσιν ἐν στόματι κοιλίας ἑπόμενα τὰ εἰρημένα παθήματα, καὶ συμπαροξυνόμενά τε τοῖς
283
βλάπτουσι τὸ τῆς γαστρὸς στόμα, καὶ συγκαθιστάμενα τοῖς ὠφελοῦσι. ἀλλ’ οὐ πρόκειταί μοι τὰ νῦν ἅπαντα τὸν ὑπὲρ τῶν πεπονθότων μερῶν λόγον διέρχεσθαι, ὥσπερ οὐδ’ ἄλλο τι τῶν κατὰ τὴν τέχνην ὁλόκληρον, ἀλλ’ ἐνδείξασθαι μόνον τὴν μέθοδον αὐτῆς τῆς εὑρέσεως, καὶ ὅπως τῷ τέλει τῆς τέχνης συνῆπται. καὶ ἀναγκαῖόν ἐστιν αὐτὸν καθ’ ἕκαστον γυμνάσασθαι πολυειδῶς ἐν ἁπάσαις, τὰς ὑπὲρ αὐτῶν γεγραμμένας ἡμῖν ἐννοίας ταῖς πραγματείαις ἀναλεγόμενον. ὅπερ οὖν ἀναγκαῖόν ἐστιν εἰς τὰ παρόντα προσθέντες, ἀπαλλάξομεν ἐπὶ τὰς εἰρημένας μεθόδους· κᾀνταῦθα τὸ εἶδος νόμιζε τοῦ πράγματος ὑπάρχειν· ἐπειδὰν δὲ ταῖς ὕλαις ἐμβιβασθῇ, ὅλην τὴν οὐσίαν, ὅταν ἅπαντα διέλθω τὰ κατὰ μέρος, ὥσπερ νῦν ἐπὶ παραδειγμάτων ὀλίγων ἐποίησα, καὶ τοῦτ’ ἄν σοι τὸ μέρος εἴη τῆς τέχνης ὁλοκλήρως συνεστηκός.

Ὑπόλοιπον δ’ ἐστὶν ὑποδεικνύειν, ὡς καὶ εἰς τὴν ἐπιδέξιον χρῆσιν τῶν βοηθημάτων ἀναγκαῖον ἐπίστασθαι τὴν οὐσίαν ἀκριβῶς τοῦ θεραπευομένου μορίου, καὶ τὴν διάπλασιν, καὶ τὴν θέσιν. ἡ μὲν οὖν οὐσία διδάσκει

284
τὰ πρῶτα νοσήματα τὰ κατὰ δυσκρασίαν, εἰς ὅσον ἐξέστηκε τοῦ κατὰ φύσιν, ἄχρι πόσου τε θερμαντέον ἐστὶν ἕκαστον αὐτῶν, καὶ ψυκτέον, καὶ ξηραντέον, καὶ ὑγραντέον. ἡ δὲ διάπλασις αὐτά τε τὰ καθ’ ἑαυτὴν διδάσκει νοσήματα, περὶ ὧν ἔμπροσθεν εἴρηται, καὶ συνενδείκνυται τὸ μέγεθος αὐτῶν. εἰς ὅσον γὰρ ἕκαστον ἐξέστηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον ἥκει μέγεθος. ἅμα δὲ τῷ μεγέθει καὶ τὸ μέχρι πόσου, διὰ τῶν ἐναντίων ἐπανάγειν αὐτὸ χρὴ πρὸς τὸ κατὰ φύσιν, ἐξ αὐτοῦ λαμβάνεται. ταῦτα μὲν οὖν ἀνάλογον τοῖς κατὰ δυσκρασίαν. αἱ δὲ ἐμφράξεις τε καὶ σφηνώσεις τούτου εἰσὶ γένους, ἴδιον δὲ ἐξαίρετον ἐνδείκνυται, τὸν τρόπον τῆς κενώσεως ἐκ τῶν στομάτων, καὶ διὰ τῶν σχημάτων, ἅ κέκτηται τὸ θεραπευόμενον ὄργανον. ἐπικοινωνεῖ δὲ τοῦτο τοῖς ὑπὸ τῆς θέσεως ἐνδεικνυμένοις, ὑπὲρ ὧν ἤδη λέγωμεν. ὅσα μὲν οὖν ἐν αὐτοῖς ἀνάλογόν ἐστιν εἴς τε τὴν τοῦ μεγέθους διάγνωσιν εἴς τε τὸ ποσὸν τῆς τῶν βοηθημάτων χρήσεως, οὐδὲν ἔτι δέομαι λέγειν. ὅσα δ’ ἐξαίρετα, λεκτέον ἐφεξῆς, ἐπειδὴ καὶ ἡ χρεία μεγίστη πρὸς τὰς θεραπείας
285
αὐτῶν ἐστι μιγνυμένων ταῖς ἀπὸ τῆς διαπλάσεως. ἐνδείξεσιν. ἔσται δὲ κᾀνταῦθα ὁ λόγος ἐπὶ παραδειγμάτων ὀλίγων ὑπὲρ τοῦ γνῶναι τὴν μέθοδον. ἔμφραξίς ἐστι μὲν ἕν τι τῶν ὀργανικῶν παθῶν· ἐγγίγνεται δὲ ἐν ἥπατι μάλιστα διὰ τὴν κατασκευὴν αὐτοῦ καὶ τὴν ἐνέργειαν. αἱ γὰρ ἀπὸ τῶν πυλῶν φλέβες εἰς ἅπαντα τοῦ σπλάγχνου τὰ σιμὰ κατασχιζόμεναι συνάπτουσι τοῖς ἐν τοῖς κυρτοῖς ἀδήλοις αἰσθήσει στόμασι. ἀναφέρεται δ’ ἐκ τῆς κοιλίας τροφὴ πᾶσα πρὸς ἕνα τόπον τοῦ ἥπατας, ὃν ἀπ’ αὐτοῦ τοῦδε τοῦ νῦν εἰρημένου πύλας ὀνομάζουσιν. οὔτε γὰρ εἰς τὰς πόλεις εἰσελθεῖν τις δύναται, πρὶν διελθεῖν τὰς πύλας, οὔτ’ εἰς ἧπαρ ἀφικέσθαι, πρὶν ἐν τούτῳ γενέσθαι τῷ χωρίῳ. διανέμεται δ’ ἐντεῦθεν εἰς τὰ σιμὰ τοῦ ἥπατος ἅπαντα, κᾄπειτα δι’ ὧν εἰρήκαμεν περάτων εἰς τὸ κυρτὸν μεταλαμβάνεται. οὐδὲν οὖν θαυμαστόν ἐστι, διά τε τὴν τῶν ὁδῶν στενότητα καὶ τὸ πλῆθος τῆς διερχομένης οὐσίας ἐμφράξεσι συνεχέσιν ἁλίσκεσθαι τὸ σπλάγχνον. ἴασις οὖν
286
αὐτῶν ἔσται, πρὶν μὲν πολλὰς γενέσθαι καὶ πυρέττειν τὸν ἄνθρωπον, ἥ τῶν λεπτυνόντων ἐδεσμάτων τε καὶ φαρμάκων προσφορά. πολλῶν δὲ γενομένων, οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ ἡ κένωσίς ἐστιν, ἥντινα δι’ ὧν χρὴ ποιεῖσθαι χωρίων, ἥ τε διάπλασις ἐνδείξεται τοῦ σπλάγχνου καὶ ἡ θέσις. ἐκ τούτων γοῦν ὁρμώμενοι, τὰ μὲν ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἐπ’ ἔντερον προτρέψομεν, ὅσα δ’ ἐν τοῖς κυρτοῖς ἐστι, δι’ οὔρων ἐκκενώσομεν. οὕτω δὲ καὶ ὅσα κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα περιέχεται, κενοῦσθαι δεόμενα, παρά τε τῆς διαπλάσεως αὐτῆς καὶ τῆς θέσεως ἐδιδάχθημεν ἐκκαθαίρειν διὰ βηχῶν. ὡσαύτως δὲ καὶ ὅσα κατὰ τὸν ἐγκέφαλον, ἐπὶ τὰς ῥῖνας ἕλκειν. οὐχ ἥκιστα δὲ καὶ ἡ τῶν φλεγμαινόντων μορίων ἴασις ἐκ θέσεώς τε καὶ διαπλάσεως λαμβάνεται. ἔστι μὲν γὰρ καὶ τούτων ὁ πρῶτος σκοπὸς ἡ κένωσις τοῦ χυμοῦ τοῦ κατασκήψαντος εἰς τὸ φλεγμαῖνον. ὅπως δ’ ἐκκενοῦν αὐτὸν χρὴ, τῶν κατεχόντων ὀργανικῶν μορίων ἡ φύσις ἐνδείκνυται. παρ’ αὐτῶν γοῦν διδασκόμενοι, τὰ μὲν εἰς ἰσχίον κατασκήψαντα ῥεύματα διὰ
287
τῶν κατ’ ἰγνύα τε καὶ σφυρὰ φλεβῶν ἐκκενώσομεν, ὥσπερ γε καὶ ὅσα κατὰ τὰς μήτρας ἴσχεται. τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα διὰ τῆς ἔνδον κατ’ ἀγκῶνα φλεβός. τὰ δὲ κατὰ κεφαλήν τε καὶ τράχηλον ἐκ τῆς ὠμιαίας. ἡ γὰρ τῶν ἐγγυτάτων τε καὶ κοινῶν τῷ πεπονθότι μορίῳ φλεβῶν κένωσις ἀρίστη τε καὶ ῥᾴστη. καὶ τὸ διαφορεῖν δὲ τὸ φλεγμαῖνόν ἐστι μὲν δήπου καὶ αὐτὸ τὴν ἐκ τοῦ νοσήματος ἔνδειξιν ἔχον. ὑπαλλάττεται δ’ ἐν τῇ κατὰ μέρος τῶν βοηθημάτων χρήσει τὴν παρὰ τῆς θέσεως τοῦ πεπονθότος μορίου προσλαμβάνον ἔνδειξιν. ὅσα μὲν γὰρ ἐπιπολῆς κεῖται, τοιοῦτον ἐπ’ αὐτῶν εἶναι προσήκει τὸ διαφορῆσον φάρμακον, οἷονπερ ἐνδείκνυται τὸ τῆς φλεγμονῆς εἶδος. ὅσα δ’ ἐν βάθει, τοσοῦτον δριμυτέρων δεῖται φαρμάκων, ὅσῳ τῶν ἐκτὸς ἀποκεχώρηκεν, ὥστε καὶ σικύας ἐπ’ αὐτῶν ἐνίοτε χρῄζομεν, εἰ κατὰ συχνοῦ κέοιτο βάθους, ὅπερ ἐναντιώτατόν ἐστι τοῖς ἐπιπολῆς φλεγμαίνουσιν. οὕτω δὲ καὶ εἴ που στύφοντος εἴη φαρμάκου χρεία, σκοπεῖσθαι τοῦ δεομένου χωρίου τὴν θέσιν. εἰ μὲν γὰρ ἱκανόν ἐστιν ἐξικέσθαι
288
πρὸς αὐτὸ τὸ στύφον, οὐδὲν κωλύει παραλαμβάνειν. εἰ δ’ οὐχ ἱκανὸν, ἐπισκοπεῖσθαι, μή ποτε ἄρα τὴν ἐκ τῶν προκειμένων ὑγρότητα συνελάσωμεν εἰς τὸ πεπονθὸς, ὥστε ἤτοι τὴν ποδηγοῦσαν τῷ στύφοντι φαρμάκῳ μικτέον ἐστὶ δύναμιν, ἤ οὐ χρηστέον αὐτῷ. μέγιστον οὖν οἶδα βλάπτοντας, ὅσοι τοῖς ἐκ πνεύμονος ἀναβήττουσιν αἷμα περιτιθέασιν ἐκ κύκλῳ καθ’ ὅλον τὸν θώρακα φάρμακα στύφοντα. πρὸς γὰρ τῷ μὴ διϊκνεῖσθαι τὴν δύναμιν αὐτῶν εἰς τὸν πνεύμονα συνελαύνουσι καὶ τὸ κατὰ τὸν θώρακα αἷμα πρὸς τὸ σπλάγχνον. ἀρκεῖν ἡγοῦμαι καὶ περὶ τούτων εἴς γε τὴν ἐνεστῶσαν, πραγματείαν τὰ εἰρημένα. τοσοῦτον οὖν εἰπὼν ἔτι περὶ αὐτῶν ἀπαλλάξομαι, ὡς ἡ μὲν μέθοδος αὕτη τὸ εἶδος μόνον ἐστὶ τῆς πραγματείας· ἡ δὲ καθ’ ἕκαστον μέρος τοῦ σώματος ἐπιστήμη τε καὶ διέξοδος, ἡ οἶον οὐσία σύμπασα, ἣν ἐν ταῖς ἄλλαις πραγματείαις διεξήλθομεν.

289

Περὶ προγνώσεως τοίνυν ἐφεξῆς λέξομεν, ἐπειδὴ χρήσιμος ἡμῖν εἰς ἄλλα τέ τινα, καὶ οὐχ ἥκιστα πρὸς τὴν θεραπείαν ἐφάνη. τῷ μὲν οὖν πρῶτον βουλομένῳ συστήσασθαι τέχνην προγνωστικὴν ἀναγκαῖόν ἐστι προεπισκέψασθαι, πότερον, ὥσπερ ἑκάστου ζώου φύσις ἴδιον ἔχει χρόνον ζωῆς, οὕτω καὶ τῶν νοσημάτων ἕκαστον, ὡς ἀδύνατον εἶναι τέσσαρσιν ἡμέραις λυθῆναι νόσον, ἧς ἡ φυσικὴ προθεσμία δυοῖν ἐστι μηνῶν, ἢ πᾶν νόσημα καὶ χρονίσαι δυνατόν ἐστι, καὶ λυθῆναι τάχιστα. νυνὶ μέντοι διὰ τὸ πολλοὺς ἤδη γεγονέναι προγνωστικοὺς τῶν ἐσομένων ἰατροὺς, οὐκέτ’ οὐδὲ τοῖς ἰδιώταις ζητεῖται, πότερον ἐγχωρεῖ γενέσθαι τινὰ τοῦ μέλλοντος ἀποβήσεσθαι προγνωστικὸν, ἢ ἀδύνατόν ἐστι, ἀλλ’ ἑξῆς ἅπαντες ὥσπερ δυνατοῦ τε τοῦ πράγματος ἔχουσι, πυνθάνονταί τε τὸν ἰατρὸν, ἐν ᾗτινι προθεσμίᾳ λυθήσεται τὸ νόσημα. πρὸς μέντοι τὴν ἐνεστῶσαν πραγματείαν οὐδὲν ἂν εἴη χεῖρον ὑποθέσθαι νῦν πρῶτον ἡμᾶς συνίστασθαι τέχνην προγνωστικὴν, καὶ γὰρ τἄλλα πάντα κατὰ τὸν λόγον οὕτω διήλθομεν. ἓν μὲν

290
δὴ καὶ πρῶτον ἀναγκαῖον, εἴπερ εἴη τις πρόγνωσις, εἶναί τινα βεβαίως ἐσόμενα κατὰ τὸν μέλλοντα χρόνον. ἑξῆς δὲ σκεπτέον, ὅπως ἄν τις εὕροι, τίνα τε καὶ πόσα τὰ τοιαῦτά ἐστιν. οὐ γὰρ πάντα γε τὰ γενησόμενα περὶ τὸν κάμνοντα τὴν γένεσιν ἀναγκαίαν ἔχει. θόρυβος οὖν ἐκ γειτόνων διὰ νυκτὸς, καὶ κύνες ὑλακτοῦντες, ἢ ἀγγελίαι τινὲς ἀηδεῖς ἀγρύπνους ἐργάζονται τοὺς νοσοῦντας, ὧν οὐδὲν οὔτ’ ἀναγκαίαν ἔχει τὴν γένεσιν, οὔτε βεβαίαν τὴν πρόγνωσιν. ἆρ’ οὖν ὅσα κατὰ τὸν τοῦ νοσήματος ἀποτελεῖται λόγον, ὡρισμένην τε τὴν γένεσιν ἔχει καὶ βεβαίαν τὴν πρόγνωσιν, ἢ οὐδὲ ταῦτα σύμπαντα; δύναται γὰρ ἐξαίφνης ἐπιῤῥυῆναί τι περιττὸν ὑγρὸν ἔνδον τοῦ σώματος, ἁλλόμενον ἐπί τι μόριον ἀναγκαῖον εἰς τὴν ζωὴν, ὥσπερ αὖ πάλιν ἕτερον ἐκ μέρους κυρίου μεταστῆναι εἰς ἄκυρον. ἀκολουθήσει δ’ ἐξ ἀνάγκης τῷ μὲν εἰς τὸ κύριον ἐνεχθέντι μέρος ἔσχατος κίνδυνος, τῷ μεταστάντι δ’ ἐξαιφνίδιός τε καὶ ἀπροσδόκητος ἡ τοῦ κάμνοντος σωτηρία. τῶν μὲν δὴ τοιούτων καταστάσεων
291
αὐτὸ τοῦτο μόνον ἐστὶ προγνῶναι τὸ βέβαιόν τε καὶ σφαλερόν· οὐ μὴν ἐς ὅ, τι τελευτήσει, δυνατὸν ἀκριβῶς ἐξευρεῖν. ἐφ’ ὧν δὲ οὐκ ἔτι διαῤῥεῖ τὰ περιττώματα, κατασκήψαντα δὲ εἴς τινα τόπον, ἐκεῖνον κατείληφεν, ἐπὶ τούτων ἐγχωρεῖ προγνῶναι τὸ μέλλον εἰδόσιν ἡμῖν, ὅτι τε δυνάμεις εἰσὶ τῆς φύσεως οὐκ ὀλίγαι, καθ’ ἃς διοικεῖται τὸ ζῶον, ὁποία τέ τις αὐτῶν ἡ διαφορά. καὶ μέν γε καὶ ὅσα καθ’ ὅλον τὸ ζῶον ἐμφέρεται τῷ αἵματι περιττὰ, χωρὶς πλήθους ἀμέτρου, καὶ ταῦτα προθεσμίαν ἕξει πέψεως ἰδίαν ἕκαστα, ἐὰν μόνον ἑκάστου περιττώματος εὕρωμεν τὴν φύσιν. οὕτω γὰρ ἐγχωρήσει τι καὶ περὶ τῆς πέψεως αὐτοῦ στοχάσασθαι τεχνικῶς, ἁπάντων γε δηλονότι τῶν περὶ τὸν κάμνοντα πραττομένων ὀρθῶς. ὅσα γὰρ ἁμαρτάνεται πρός τινος, ἢ τοῦ βραδύναι τὴν λύσιν τοῦ νοσήματος, ἢ τοῦ φθάσαι τὸν θάνατον αἴτια καθίσταται, καὶ χρὴ μεμνῆσθαι τοῦδε παρ’ ὅλον τὸν λόγον, εἴπερ τινὸς ἄλλου. μόναι γὰρ αἱ προγνώσεις ἀποβήσονται τοῦ ἀρίστου ἰατροῦ, θεραπεύοντος
292
μὲν αὐτοῦ ὀρθῶς, τοῦ κάμνοντος δὲ μηδὲν ἁμαρτάνοντος. τὸ δ’ οἴεσθαι τοιαύτην εἶναι τοῖς ἰατροῖς τὴν πρόγνωσιν, οἵαν οἱ μάντεις ἐπαγγέλλονται, γελοῖον. ἐκεῖνοι μὲν γάρ φασιν ἐνναταῖον, εἰ οὕτως ἔτυχε, σωθήσεσθαι τὸν ἄνθρωπον, οὐκ ἔτι προστιθέντες, ἁπάντων ὀρθῶς γιγνομένων. οἱ μὲν γὰρ ἅπαντα τὰ τοῖς κάμνουσιν αἰσίως τε καὶ ἀπαισίως ἐπιγενησόμενα προμαντεύονται. ὁ δὲ ἰατρὸς οὐχ οὕτως προερεῖ τὸ μέλλον, ἀλλ’ οἶδεν, εἰ πάντα γίγνοιτο δεόντως, ἑβδομαῖον, εἰ οὕτως ἔτυχε, λυθήσεσθαι τὸ νόσημα· προσγενομένου δέ τινος ἁμαρτήματος, εἰ μὲν μικρὸν εἴη τοῦτο, δύνασθαι μεταπεσεῖν τὴν λύσιν ἐκ τῆς ἑβδόμης εἰς τὴν ἐννάτην· εἰ δὲ μεῖζον, εἰς τὴν ἑνδεκάτην· εἰ δὲ πολὺ μεῖζον, εἰς τὴν τεσσαρεσκαιδεκάτην· εἰ δὲ πάνυ σφόδρα μέγα, κίνδυνον ἀκολουθήσειν ἀντὶ σωτηρίας ἀσφαλοῦς. προσέχει γὰρ ὁ ἰατρὸς ἀεὶ τοῖς δυσὶ τούτοις ὥσπερ ἀντιπάλοις, τῷ τε νοσήματι καὶ τῇ φύσει. καὶ πρῶτον μὲν τοῦ σωθήσεσθαι τὸν ἄνθρωπον ἢ ἀπολεῖσθαι τὴν πρόγνωσιν ἐκ τοῦ διαγνῶναι τὸ ἰσχυρότερον· ἔπειτα δὲ καὶ τῆς προθεσμίας
293
ἐκ τοῦ πόσῳ θάτερον ἰσχυρότερόν ἐστι, ποιεῖται. καὶ οὐ χρὴ θαυμάζειν, εἰ κατασκεψάμενος ἑκατέρου τὴν ῥώμην, ἐξευρήσει τὸ νικῆσον. ὁρῶμεν γὰρ οὐκ ὀλίγους τῶν γυμναστικῶν ἐκ τῶν πρώτων κινήσεων, ἃς κινοῦνται πρὸς ἀλλήλους οἱ παλαισταὶ, προλέγοντας τὸν νικήσοντα πολλάκις γε καὶ πρὸ τῆς νίκης, καὶ ὅτι ταχέως ὑποχείριον ἕξει τὸν ἀνταγωνιστήν. πράττουσι δὲ τοῦτο, ὅταν ὁρῶσιν ἀξιολόγῳ τινὶ τὸν ἕτερον ἰσχυρότερον ὄντα θατέρου. προγνώσεται μὲν οὖν ὁ ἰατρὸς ὑγείαν τε καὶ θάνατον οὐκ ἐξ ἄλλων ἀσκημάτων, ἢ τοῦ γνωρίζειν ἀκριβῶς τὴν ἰσχὺν τοῦ νοσήματος καὶ τῆς φύσεως. ἐκ δὲ τῶν αὐτῶν καὶ τὴν ἑκατέρου προθεσμίαν εὑρήσει. ταχεῖα γὰρ ἔσται ἡ λύσις τοῦ νοσήματος, ὅταν ἡ δύναμις εὐρωστῇ, θάνατος δὲ διαταχέων, ἢν αὐτὴ μὲν ἀσθενὴς ᾖ, ἰσχυρότερον δὲ τὸ νόσημα. τὸ δὲ τῆς ὑπεροχῆς μέγεθος ἐνδείκνυται τῆς προθεσμίας τὸν χρόνον. ἀπὸ τούτων μὲν τῶν σκοπῶν ὁ ἰατρός ἐστι προγνωστικός. ἐξ οἵων δὲ διασκεμμάτων αὐτῷ περίεστι διαγινώσκειν τοὺς σκοποὺς, εἴρηται μὲν ἐν τοῖς περὶ κρίσεων ἐπὶ
294
πλέον, ἐρήσεται δὲ καὶ νῦν ἡ καθόλου μέθοδος, ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τοῦδε. ἰσχὺν μὲν τῆς φύσεως ἐκ τῶν οἰκείων ἐνεργειῶν γνωρίσεις, καὶ μάλιστα τῶν κατὰ τοὺς σφυγμοὺς, ἐπειδὴ τῆς ζωτικῆς οὗτοι δυνάμεως ἔργον εἰσί· τὸ δὲ μέγεθος τοῦ νοσήματος ἐκ τῶν οἰκείων συμπτωμάτων· τὸ δ’, ὅσῳ θάτερον ὑπερέχει θατέρου, ταῖς ἀπεψίαις καὶ πέψεσιν, αὐτὰς δὲ ταύτας ἐκ τῶν ἰδίων περιττωμάτων· τὰς μὲν ἐν τῇ γαστρὶ διὰ τῶν ὑπιόντων κάτω, τὰς δ’ ἐν τοῖς ἀγγείοις διὰ τῶν οὔρων, τὰς δ’ ἐν ὅλῳ τῷ σώματι διὰ τῶν ἱδρώτων. οὕτω δὲ καὶ τὰς ἄλλας ἁπάσας, ὅσαι κατά τι μέρος ἓν ἢ πλείω συνίστανται. τὰς μὲν κατὰ θώρακα καὶ πνεύμονα διὰ τῶν ἀναβηττομένων. ὅσαι δὲ κατὰ κύστιν ἢ νεφροὺς, διὰ τῶν τοῖς οὔροις ἐμφερομένων. ἥπατος δὲ σιμὰ καὶ μεσεντέριον ὅπως ἔχει δυνάμεως, ἐκ τῶν ὑπιόντων κάτω, καὶ τῶν ἐμουμένων τὰ κατὰ τὴν ἄνω γαστέρα καὶ τὸν στόμαχον. ὅσα δὲ δι’ ὑπερώας ἐκκρίνεται, ἢ διὰ ῥινῶν καὶ δι’ ὤτων, ἐγκέφαλον,
295
ὅπως ἔχει ῥώμης, δηλώσει. κοινὸν δ’ ἐπὶ πάντων, ὡς οὐχ οἷόν τε διαλυθῆναι τὸ νόσημα, πρὶν ἐν τοῖς ἀπιοῦσι περιττώμασιν ὀφθῆναι πέψεως γνωρίσματα. οὕτω κᾂν ὦτα κακῶς ἔχῃ, κᾂν ὀφθαλμοὶ, κᾂν φάρυγξ, κᾂν μόριόν τι ἑλκωθὲν ᾖ, ἢ συλλήβδην εἰπεῖν ἅπαντες πεπασμοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν· ὠμὰ δὲ καὶ ἄπεπτα, καὶ εἰς κακὰς ἀποστασίας ἐκτρεπόμενα, ἀκρισίας, ἢ πόνους, ἢ χρόνους, ἢ θανάτους, ἢ τῶν αὐτῶν ὑποστροφάς. ταῦτα περὶ προγνώσεως ἀρκεῖ πρὸς τὸ παρόν. ὁ γάρ τοι πᾶς ὑπὲρ αὐτῶν λόγος ἐν ταῖς οἰκείαις πραγματείαις γεγένηται κατὰ μέρος μεγίσταις οὔσαις, καὶ σχεδὸν ἅπαντα τὰ θεωρήματα περιειληφυίαις, τά τε περὶ τῶν σφυγμῶν καὶ κρίσεων καὶ κρισίμων ἡμερῶν. ἐξ ὧν γάρ τις προγινώσκει μάλιστα, διὰ τῶν τριῶν τούτων δεδήλωται. δοκῶ τέλος ἔχειν τὴν θεραπευτικὴν ἅπασαν μέθοδον.

Ἐπειδὴ καὶ τοὺς ἀπαλλαγέντας νοσημάτων εἰς εὐρωστίαν ὑγιεινὴν ἄγεσθαι προσήκει, καὶ τοὺς ὑποσυρομένους

296
εἰς τὰ νοσήματα προφυλάττεσθαι τὰς νόσους, ἔτι τε τοὺς ἀμέμπτως ὑγιαίνοντας ἐν τούτῳ φυλάττεσθαι, καὶ τρία ταῦτα ὑπόλοιπα μέρη τῆς τέχνης ἐστὶ, διὰ βραχυτάτων εἰπεῖν τι καὶ περὶ τῆς τούτων συστάσεως. ἐπεὶ τοίνυν εἴρηται καὶ πρόσθεν, ὡς ἔστι τρία τὰ σύμπαντα γένη τῶν παρὰ φύσιν, αἰτίαι τε, καὶ διαθέσεις, καὶ συμπτώματα, τὸ προφυλακτικὸν κᾂν εἴη μέρος τῆς τέχνης, ὃ δὴ καὶ καλοῦσιν ἰδίως προφυλακτικὸν ἐν τῷ πρώτῳ γένει συνιστάμενον. ὅταν γὰρ ἤτοι πλῆθός τι χυμῶν, ἢ φαυλότης, ἢ ἔμφραξις, ἢ φθαρτικὴ δύναμις ἐγγίνηται τῷ σώματι, κίνδυνός ἐστιν ὅσον οὔπω νοσῆσαι τὸν ἄνθρωπον, ποτὲ δὲ καὶ ἐσχάτως κινδυνεῦσαι. δυσδιάγνωστοι δὲ τοιαῦται αἰτίαι ἅτε οὐ λυποῦσαι τὸν ἄνθρωπον. ὥσπερ γε ἀμέλει καὶ ὁ τοῦ λυττῶντος κυνὸς ἰὸς, οὗ σημεῖον ἴδιον οὐδέν ἐστιν ἐν τῷ σώματι περιεχόμενον, πρὶν ἐγγὺς ἥκειν λύττης τὸν δηχθέντα. καὶ δὴ καὶ πυνθάνεσθαι τῶν τοιούτων αἰτιῶν ἀναγκαῖόν ἐστιν τὸν ἰατρὸν αὐτῶν τῶν πασχόντων ὑπὲρ τῶν
297
συμπεσόντων αὐτοῖς ἑκάστου. ὅταν μέντοι πλῆθος ἢ κακοχυμία ὑποτρέφηται, ἢ τὸν ὄγκον τοῦ σώματος, ἢ ἐμφράττηταί τι σπλάγχνον, ἔνεστι γνωρίζειν αὐτὰ διά τινων συμπτωμάτων, ἃ μέσα πώς ἐστι τῶν τε τοῖς ὑγιαίνουσι ὑπαρχόντων καὶ τῶν τοῖς νοσοῦσι συμβαινόντων. τὰ μὲν γὰρ τοῖς ὑγιαίνουσιν ὑπάρχοντα κατὰ φύσιν ἅπαντά ἐστι καὶ ἄμεμπτα· τὰ δὲ τοῖς νοσοῦσι συμβαίνοντα παρὰ φύσιν τε καὶ μεμπτά· τὰ δὲ μεταξὺ τούτων ἐκ μὲν τοῦ γένους ἐστὶ τῶν ταῖς νόσοις συμβαινόντων, οὕτω δὲ σμικρὰ τοῖς μεγέθεσι καὶ ἀσθενῆ ταῖς δυνάμεσι, ὡς μηδέπω κωλύεσθαι πρὸς αὐτῶν τὰς συνήθεις ἑκάστῳ πράξεις. εἴτε γὰρ ὀδύνη κεφαλῆς ἢ ἄλλου τινὸς εἴη μέρους οὕτω σμικρά τις, ὡς μήπω τὸν ἄνθρωπον ἀναγκάζεσθαι κλινήρη γενέσθαι, ἀλλὰ καὶ εἴτε βάρος, ἤτοι καθ’ ὑποχόνδριον, ἢ κεφαλὴν, ἢ ἄλλο τι μέρος, ἢ σπλάγχνον, οὐδὲ τοῦθ’ ἱκανὸν ἀποστῆσαι τῶν συνήθων. ἔτι δὲ δὴ μᾶλλον ὄγκος τοῦ σώματος, ἢ ἰσχνότης, ἢ ἄχροια, καὶ ὁ πρὸς τὰς κινήσεις ὄκνος, ἢ ὑπνώδης διάθεσις, ἢ ἀγρυπνία τῶν κατὰ τὰς τοῦ
298
βίου πράξεις ἐνεργειῶν ἀπάγειν οὐχ ἱκανὰ, καὶ πολὺ δὴ μᾶλλον ἀνορεξία τις, ἢ ὄρεξις ἐπιτεταμένη σιτίων· ἄμφω γὰρ γίγνεται τοῦ σώματος οὐκ ἀκριβῶς ὑγιαίνοντος, ὥσπερ γε καὶ ἀδίψους παρὰ λόγον, ἢ διψώδεις, ἢ δακνομένους τὸν στόμαχον, ἢ τὴν κοιλίαν, ἢ κοπώδεις ἑαυτοὺς αἰσθάνεσθαι. τοιοῦτος γάρ τις ὁ τύπος ἐστὶ τῶν συμβαινόντων τοῖς ὑποφερομένοις εἰς νόσον. ἡ δ’ ἐπανόρθωσις τῶν ἐργαζομένων αὐτὰ διαθέσεων, συνελόντι μὲν εἰπεῖν, διὰ τῶν ἐναντίων, ὡς ἔμπροσθεν δέδεικται. κατὰ μέρος δ’ ἐπιόντι, τὸ μὲν περιττὸν ἅπαν ἐκκενοῦν προσήκει, διορισάμενον ὅπως ἐστὶ περιττὸν, εἴτε ὡς ποσὸν, εἴτε ὡς ποιὸν, εἴτε ὡς ἄμφω. τὸ δ’ ἐπανελθεῖν δυνάμενον εἰς τὸ κατὰ φύσιν, ἀλλοιοῦν διὰ τῶν ἐναντίων, τὸ μὲν παχὺ καὶ γλίσχρον λεπτύνοντα, τὸ δὲ λεπτὸν παχύνοντα, κοινῇ δ’ ἄμφω πέττοντα, τὰς δ’ ἐμφράξεις διαῤῥίπτοντα, τὰ δ’ ὅλῳ τῷ γένει παρὰ φύσιν, οἷά τε τὰ δηλητήρια καὶ οἱ ἰοὶ τῶν ἰοβόλων ζώων, ἀλλοιοῦντα καὶ κενοῦντα, τὰς μὲν ἀλλοιώσεις
299
διὰ τῶν ἐναντίων, ἤτοι καθ’ ὅλην τὴν οὐσίαν, ἢ κατὰ ποιότητα μίαν, ἢ δύο ποιούμενον, ἐκκενοῦντα δὲ διὰ τῶν ἑλκτικῶν δυνάμεων. δι’ ὧν δ’ ἄν τις ταῦτα ποιήσειε βοηθημάτων, ἐξ αὐτῶν τῶν διαθέσεων ληπτέον. εἰ μὲν γὰρ πάντες ὁμοίως αὐξηθεῖεν χυμοὶ, διὰ φλεβοτομίας μὲν ἡ κυριωτάτη καὶ μεγίστη κένωσις, ἑξῆς δὲ διὰ τρίψεων καὶ γυμνασίων, καὶ λουτρῶν, καὶ ἀσιτίας. οὕτω δὲ χρὴ κενοῦν, καὶ εἰ τὸ αἷμα πλεονάσει μόνον. εἰ δ’ ὁ τῆς ξανθῆς ἢ μελαίνης χολῆς χυμὸς, ἤ τις ὑδατώδης ὀῤῥὸς χυμοῦ, διὰ κενώσεως μὲν, ἀλλ’ οὐχ ὁμοίως. τὰ μὲν γὰρ ἐν ταῖς πρώταις φλεψὶ περιττώματα τοῖς ὑπηλάταις ἐκκαθαίρειν· τὰ δ’ ἐν ταῖς ἄλλαις, δι’ οὕρων μὲν τὰ ὑδατώδη καὶ λεπτὰ, διὰ καθάρσεως δὲ τὰ χολώδη. ἐγχωρεῖ δὲ καὶ τὰ λεπτὰ τοῖς ὑπηλάταίς ἐκκενοῦν. τὰ δὲ καθ’ ὅλην τὴν ἕξιν, ὅσα μὲν λεπτὰ, δι’ ἱδρώτων τε καὶ φαρμάκων, ὁπόσα τῷ δέρματι προσφερόμενα ξηραίνειν πέφυκε· ὅσα δὲ χολώδη, καθάρσει
300
μὲν πρῶτον, ἑξῆς δὲ τῇ διὰ τοῦ δέρματος κενώσει. εἰ δ’ ὁ τοῦ φλέγματος πλεονάζοι χυμὸς, εἰ μὲν ἁλμυρὸν εἴη, καθαίρειν, ὀξὺ δὲ γενόμενον ἀλλοιοῦν πειρᾶσθαι συντελοῦντα τῇ φύσει πρὸς τὴν πέψιν αὐτοῦ. πολὺ δὲ δὴ μᾶλλον ἔτι τὸ γλυκὺ πέττεται ῥᾳδίως. ἄγει δ’ εἰς πέψιν ἡσυχία τε καὶ θάλψις μετρία, καὶ σιτίων εὐχύμων ὀλίγων ἐδωδὴ, καὶ οἴνου πόσις θερμαίνοντος ὀλίγον. τὴν δὲ θάλψιν μετρίαν ποιεῖ ἡ εὔκρατος τρίψις, καὶ αἱ τῶν θερμῶν ὑδάτων σύμμετροι χρήσεις, ἐδέσματά τε καὶ φάρμακα τὰ μετρίως θερμαίνοντα. διαῤῥίπτει δὲ τὰς ἐμφράξεις, ὅσα λεπτύνειν πέφυκεν ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα τὰς δ’ ὕλας τούτων ὅπως εὑρίσκειν τε καὶ κρίνειν προσήκει, διὰ μιᾶς ἐξηγησάμεθα πραγματείας, ἣν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπιγράφομεν. εἴρηται δὲ κᾀν τῷ περὶ τῆς λεπτυνούσης διαίτης γράμματι.

Καιρὸς οὖν ἤδη μετιέναι τῷ λόγῳ πρὸς

301
τοὺς ἐκ τῶν νοσημάτων ἀναλαμβάνοντας, ἐφ’ ὧν οὔτ’ αἴτιον οὐδέν ἐστι παρὰ φύσιν, οὔτε διάθεσις ἰσχνότης δὲ μόνη μετὰ δυνάμεως ἀσθενοῦς. διὰ ταῦτά τοι καὶ ἡ εἰς τὴν κατὰ φύσιν ἀγωγὴ τῶν οὕτω διακειμένων ἀνάθρεψίς τε καὶ ῥῶσίς ἐστιν ἐκ κινήσεών τε καὶ τροφῶν συμμέτρων γιγνομένη. τὰς δ’ ὕλας κᾀνταῦθα, δι’ ὧν αἱ κινήσεις τε καὶ θρέψεις ἔσονται, διὰ τῆς ὑγιεινῆς ἐδήλωσα πραγματείας. ἀλλ’ ὑπὲρ τοῦ μηδὲν λείπειν τῷ παρόντι λόγῳ, λεχθήσεται καὶ νῦν ἡ μέθοδος ἁπάσης τῆς ὑγιεινῆς πραγματείας, οὐ μόνον τῆς ἀναληπτικῆς λεγομένης. καὶ πρῶτόν γε, ὁποῖον τὸ γένος αὐτῶν ἐστι, ἀρά γε τῶν παρόντων φυλακτικὸν, ἢ τούτῳ μόνῳ διαφέρει τοῦ θεραπευτικοῦ, τῷ κατὰ μικρὰ ποιεῖσθαι τὴν ἐπανόρθωσιν; οὐ γὰρ δὴ διαφυλάττοντί γε τῷ σώματι τὴν ἔμπροσθεν ἕξιν ἐπιστατούσης ἐδέησε τέχνης. ἀλλ’ αὐτὸ τοῦτ’ ἔστι αἰτία τοῦ δεῖσθαι τῆς προνοησομένης ἐπιστήμης, ὅτι διαφθείρεταί
302
τε καὶ οὐ διαμένει τοιοῦτον, οἷον ἔμπροσθεν ἦν. εἰ μὲν δὴ τοῦτο μόνον αὐτῷ τὸ κενοῦσθαί τε καὶ διαφορεῖσθαι συμπίπτοι, τροφὴ καὶ ποτὸν ἀναπληρώσουσι τὸ λεῖπον. εἰ δ’ ἤτοι ὑποθρέψειε πλῆθος χυμῶν, ἢ περιττώματα μοχθηρὰ, γυμνασίων αὐτῷ δεήσει σκοπὸν ἐχόντων καὶ ἐκκενοῦν μὲν, καὶ καθαίρειν τὸν χυμὸν, καὶ πέπτειν τὰ περιττώματα, πρὸς τῷ καὶ διαφυλάττεσθαι τὰς αἰτίας ἁπάσας, ὅσαι τὴν ὑγείαν αὐτὴν διαφθεῖραι δυνήσονται, ψύξιν, ἔγκαυσιν, κόπον, ἀπεψίαν, μέθην, ἀγρυπνίαν, λύπας, ὀργὰς, θυμὸν, ὅσα τ’ ἄλλα τοιαῦτα, οὐ γὰρ ἔτι δεῖ καθ’ ἕκαστον ὑπεξιέναι τῷ λόγῳ, τῆς ὑποθέσεως, ἣν ὑπεθέμεθα, πεπληρωμένης ἤδη. πρόκειται γὰρ οὐ κατὰ διέξοδον ὑπὲρ ἁπάντων τῶν μερῶν τῆς ἰατρικῆς διελθεῖν, ἀλλὰ δεῖξαι, πῶς ἀπὸ τῆς κατὰ τὸ τέλος ἐννοίας, ὥσπερ τῶν ἄλλων τεχνῶν, οὕτω καὶ ταύτης ἡ σύστασις γίγνεται. καὶ τοίνυν ἐπειδὴ γέγονεν ἤδη τοῦτο, διὰ κεφαλαίων ἀναλάβωμεν ἅπαντα τῆς ἰατρικῆς τὸν λόγον, εὐθὺς καὶ τὴν
303
ἀναλογίαν ἐπιδεικνύντες, ἣν ἔχει πρὸς τὰς ἄλλας τέχνας, ὅσαι ποιητικαί.