De sectis ad eos qui introducuntur

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Τῆς ἰατρικῆς τέχνης σκοπὸς μὲν ἡ ὑγεία, τέλος δὲ ἡ κτῆσις αὐτῆς. ἐξ ὧν δ’ ἄν τις ἢ μὴ παροῦσαν ὑγείαν ἐργάζοιτο, ἢ παροῦσαν διαφυλάττοι, γινώσκεσθαι μὲν ἀναγκαῖον τοῖς ἰατροῖς. καλεῖται δὲ τὰ μὲν ἐργαζόμενα μὴ οὖσαν ὑγείαν, ἰάματά τε καὶ βοηθήματα, τὰ δὲ φυλάττοντα τὴν οὖσαν ὑγείαν, ὑγιεινὰ διαιτήματα. ταυτ’ ἄρα καὶ αὐτὴν τὴν ἰατρικὴν, ὑγιεινῶν καὶ νοσερῶν ἐπιστήμην ὁ παλαιὸς λόγος φησίν· ὑγιεινὰ μὲν καλῶν, τά τε φυλάσσοντα τὴν οὖσαν ὑγείαν, καὶ τὰ τὴν διεφθαρμένην ἀνασώζοντα·

65
νοσερὰ δὲ τἀναντία τούτων. δεῖται γὰρ ἀμφοῖν ὁ ἰατρὸς τῆς γνώσεως, ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν, τὰ δὲ φυγεῖν. ὅθεν δὲ τὴν τούτων ἐπιστήμην εὐπορίσαντο, οὐκέθ’ ὁμοίως παρὰ πᾶσιν ὡμολόγηται, ἀλλ’ οἱ μὲν τὴν ἐμπειρίαν μόνην ἀρκεῖν φασι τῇ τέχνῃ, τοῖς δὲ καὶ ὁ λόγος οὐ μικρὰ δοκεῖ συντελεῖν. ὀνομάζονται δὲ, οἱ μὲν ἀπὸ τῆς ἐμπειρίας μόνης ὁρμώμενοι, παρωνύμως ἐκείνῃ ἐμπειρικοί· ὁμοίως δὲ καὶ οἱ ἀπὸ τοῦ λόγου, λογικοί. καὶ δύο εἰσὶν αὗται πρῶται τῆς ἰατρικῆς αἱρέσεις, ἡ μὲν ἑτέρα, διὰ πείρας ἰοῦσα πρὸς τὴν τῶν ἰαμάτων εὕρεσιν, ἡ δὲ ἑτέρα, δι’ ἐνδείξεως. καὶ ὀνόματά γε ταῖς αἱρέσεσιν ἔθεντο, ἐμπειρικήν τε καὶ λογικήν. καλεῖν δέ εἰσιν εἰθισμένοι, τὴν μὲν ἐμπειρικὴν, τηρητικήν τε καὶ μνημονευτικήν· τὴν δὲ λογικὴν, δογματικήν τε καὶ ἀναλογιστικήν. καὶ τοὺς ἄνδρας ὁμοίως ταῖς αἱρέσεσιν ἔθεντο, ἐμπειρικούς τε καὶ τηρητικοὺς καὶ μνημονευτικοὺς τῶν φαινομένων, ὅσοι τὴν ἐμπειρίαν εἵλοντο· λογικοὺς δὲ καὶ δογματικοὺς καὶ ἀναλογιστικοὺς, ὅσοι τὸν λόγον προσήκαντο.

66

Συστήσασθαι δὲ τὴν τέχνην οἱ μὲν Ἐμπειρικοὶ τόνδε τὸν τρόπον φασίν. ἐπειδὴ πολλὰ τοῖς ἀνθρώποις ἑώρων πάθη τὰ μὲν ἀπὸ ταὐτομάτου γινόμενα νοσοῦσί τε καὶ ὑγιαίνουσιν, οἷον αἵματος ῥύσιν ἐκ ῥινῶν, ἢ ἱδρῶτας, ἢ διαῤῥοίας, ἤ τι τοιοῦτον ἄλλο βλάβην ἢ ὠφέλειαν φέρον, οὐ μὴν τόγε ποιῆσαν αἴτιον αἰσθητὸν ἔχον· ἕτερα δὲ, ὧν τὸ μὲν αἴτιον ἐφαίνετο, οὐ μὴν ἐκ προαιρέσεως ἡμετέρας, ἀλλὰ κατά τινα συντυχίαν, οἷον συνέβη πεσόντα τινὰ ἢ πληγέντα, ἢ ἄλλως πως τρωθέντα αἷμα ῥυῆναι, καὶ πιεῖν ἐν νόσῳ, χαρισάμενον τῇ ἐπιθυμίᾳ, ψυχρὸν ὕδωρ, ἢ οἶνον, ἤ τι τοιοῦτον ἄλλο, ὧν ἕκαστον εἰς ὠφέλειαν ἢ βλάβην ἐτελεύτα· τὸ μὲν οὖν πρότερον εἶδος τῶν ὠφελούντων ἢ βλαπτόντων, ἐκάλουν φυσικὸν, τὸ δὲ δεύτερον, τυχικόν· ἑκατέρου δ’ αὐτῶν τὴν πρώτην θέαν περίπτωσιν ὠνόμαζον ἀπὸ τοῦ περιπίπτειν ἀβουλήτως τοῖς πράγμασι τοὔνομα θέμενοι. τὸ μὲν οὖν περιπτωτικὸν εἶδος τῆς ἐμπειρίας, τοιόνδ’ ἐστί. τὸ δὲ αὐτοσχέδιον, ὅταν ἑκόντες

67
ἐπὶ τὸ πειράζειν ἀφίκωνται, ἢ ὑπὸ ὀνειράτων προτραπέντες, ἢ ἄλλως πως δόξαντες. ἀλλὰ καὶ τρίτον τῆς ἐμπειρίας εἶδός ἐστι τὸ μιμητικὸν, ὅταν τῶν ὠφελησάντων ἢ βλαψάντων ὁτιοῦν, ἢ φύσει, ἢ τύχῃ, ἢ αὐτοσχεδίως, αὖθις ἐπὶ τῶν αὐτῶν παθῶν, εἰς πεῖραν ἄγοιτο. καὶ τοῦτό ἐστι τὸ μάλιστα τὴν τέχνην αὐτῶν συστησάμενον. οὐ γὰρ δὶς μόνον, ἢ τρὶς, ἀλλὰ καὶ πολλάκις μιμησάμενοι τὸ πρόσθεν ὠφελῆσαν, εἶτα ἐπὶ τῶν αὐτῶν παθῶν τὸ αὐτὸ ποιοῦν εὑρίσκοντες, ὡς ἐπὶ τὸ πολὺ, τὴν τοιαύτην μνήμην, θεώρημα καλέσαντες, ἤδη πιστὸν ἡγοῦνται καὶ μέρος τῆς τέχνης. ὡς δὲ πολλὰ θεωρήματα τοιαῦτα ἠθροίζετο αὐτοῖς, ἰατρικὴ μὲν ἦν τὸ σύμπαν ἄθροισμα, καὶ ὁ ἀθροίσας ἰατρός. ἐκλήθη δὲ ὑπ’ αὐτῶν αὐτοψία τὸ τοιοῦτον ἄθροισμα, μνήμη τις οὖσα τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων. ὠνόμαζον δὲ αὐτὸ τοῦτο καὶ ἐμπειρίαν· ἱστορίαν δὲ, τὴν ἐπαγγελίαν αὐτοῦ. τὸ γὰρ αὐτὸ τοῦτο τῷ μὲν τηρήσαντι, αὐτοψία, τῷ δὲ μαθόντι τὸ τετηρημένον, ἱστορία ἐστίν. ἐπεὶ δὲ καὶ νοσήμασί τισιν
68
ἐνετύγχανον ἔστιν ὅτε πρόσθεν οὐχ ἑωραμένοις, ἤ τισιν ἐγνωσμένοις μὲν, ἀλλ’ ἐν χωρίοις, ἐν οἷς οὐκ ἦν ἰαμάτων εὐπορία τῶν διὰ τῆς πείρας τετηρημένων, ὄργανόν τι βοηθημάτων εὑρετικὸν ἐποιήσαντο, τὴν τοῦ ὁμοίου μετάβασιν, ᾧ χρώμενοι πολλάκις καὶ ἀπὸ πάθους ἐπὶ πάθος ὅμοιον τὸ αὐτὸ βοήθημα μεταφέρουσι, καὶ ἀπὸ τόπου ἐπὶ τόπον, καὶ ἀπὸ τοῦ πρόσθεν ἐγνωσμένου βοηθήματος ἐπί τι παραπλήσιον ἔρχονται. ἀπὸ μὲν πάθους ἐπὶ πάθος, ὡς εἰ ἀπὸ ἐρυσιπέλατος ἐπὶ ἕρπητα μεταβαίνοιεν. ἀπὸ δὲ τόπου ἐπὶ τόπον, ὡς ἀπὸ βραχίονος ἐπὶ μηρόν. ἀπὸ δὲ βοηθήματος ἐπὶ βοήθημα, ὡς ἐν διαῤῥοίαις ἀπὸ μήλου κυδωνίου ἐπὶ μέσπιλον. ἅπασα δὲ ἡ τοιαύτη μετάβασις, ὁδὸς μέν ἐστιν ἐπὶ τὴν εὕρεσιν· εὕρεσις δὲ οὐδέπω πρὸ τῆς πείρας, ἀλλ’ ἡνίκα ἂν τὸ ἐλπισθὲν εἰς πεῖραν ἀχθῇ, πιστὸν ἤδη τὸ μαρτυρηθὲν ὑπ’ αὐτῆς ἐστιν, οὐδὲν ἧττον ἢ εἰ καὶ πλειστάκις ὡσαύτως ἔχον ἐτετήρητο. τὴν δὲ πεῖραν ταύτην τὴν ἑπομένην τῇ τοῦ ὁμοίου μεταβάσει τριβικὴν καλοῦσιν, ὅτι χρὴ τετρίφθαι 
69
κατὰ τὴν τέχνην τὸν μέλλοντά τι οὕτως εὑρήσειν. αἱ δὲ ἔμπροσθεν ἅπασαι πεῖραι, αἱ πρὸ τῆς ἐμπειρίας, ὧν εἰς σύστασιν ἐδεῖτο ἡ τέχνη, καὶ περὶ τὸν τυχόντα δύνανται γενέσθαι. τοιαύτη μὲν ἡ διὰ τῆς πείρας πρὸς τὸ τέλος τῆς τέχνης ὁδός.

Ἡ δὲ διὰ τοῦ λόγου φύσιν ἐκμαθεῖν παρακελεύεται, τοῦ τε σώματος, οὗ ἐπιχειρεῖ ἰᾶσθαι, καὶ τῶν αἰτίων ἁπάντων τὰς δυνάμεις, οἷς ὁσημέραι περιπίπτον τὸ σῶμα ἢ ὑγιεινότερον ἢ νοσερώτερον αὐτὸ ἑαυτοῦ γίγνεται. μετὰ δὲ ταῦτα ἤδη καὶ ἀέρων φύσιν, καὶ ὑδάτων, καὶ χωρίων, καὶ ἐπιτηδευμάτων, καὶ ἐδεσμάτων, καὶ πομάτων, καὶ ἐθῶν ἐπιστήμονά φασι δεῖν εἶναι τὸν ἰατρὸν, ὅπως τῶν τε νοσημάτων ἁπάντων τὰς αἰτίας εὑρίσκῃ, καὶ τῶν ἰαμάτων τὰς δυνάμεις, καὶ παραβάλλειν οἷός τε ᾖ καὶ λογίζεσθαι, ὅτι τῷ τοιῷδε τῆς αἰτίας εἴδει τὸ τοιάνδε δύναμιν ἔχον προσαχθὲν φάρμακον τοῖόν τι ἐργάσασθαι πέφυκε. πρὶν γὰρ ἐν τούτοις γυμνάσασθαι πολυειδῶς ἅπασιν, οὐχ οἶόν τέ φασιν, ἰαμάτων εὐπορήσειν αὐτόν. οἷον, ἵνα ἐκ

70
μικροῦ παραδείγματος ἴδῃς τὸ πᾶν, ἔστω τι μέρος τοῦ σώματος ὀδυνώμενόν τε καὶ σκληρὸν, καὶ ἀντίτυπον, καὶ ἐν ὄγκῳ μείζονι· ἐνταῦθα χρὴ τὸν ἰατρὸν ἐξευρεῖν τὴν αἰτίαν. πρῶτον μὲν, ὅτι ῥυὲν ὑγρόν τι πλέον τοῦ κατὰ φύσιν εἰς τὸ μέρος, ἐξῇρέ τε αὐτὸ, καὶ διατεῖνον, εἰς ὀδύνην ἤγαγεν. ἐφεξῆς δὲ, εἰ μὲν ἔτι ἐπιῤῥέοι, εἴργειν τοῦ ἐπιῤῥεῖν. εἰ δὲ μὴ, τοῦτο κενοῦν ἤδη τὸ μέρος. πῶς οὖν τὸ μὲν ἐπιῤῥέον ἔτι κωλύσεις, τὸ δ’ ἤδη περιεχόμενον κενώσεις; ψύχων μὲν καὶ στύφων σὺ τὸ μέρος, κωλύσεις τὸ ἐπιῤῥέον. ὑγραίνων δὲ καὶ χαλῶν, κενώσεις τὸ ἠθροισμένον. οὕτω μὲν οὖν ἐπ’ αὐτῆς τῆς διαθέσεως ἡ ἔνδειξις αὐτοῖς τοῦ συμφέροντος γίνεται. οὐ μὴν ἀρκεῖν ταύτην γε μόνην φασὶν, ἀλλὰ καὶ παρὰ τῆς δυνάμεως τοῦ νοσοῦντος ἑτέραν ἔνδειξιν εἶναι, καὶ παρὰ τῆς ἡλικίας ἄλλην, καὶ παρὰ τῆς ἰδίας αὐτοῦ τοῦ κάμνοντος φύσεως ἄλλην. οὕτω δὲ καὶ παρὰ τῆς ὥρας τοῦ ἔτους, καὶ τοῦ χωρίου τῆς φύσεως, καὶ τῶν ἐπιτηδευμάτων, καὶ τῶν ἐθῶν, ἔνδειξιν ἀφ’ ἑκάστου τούτων γίγνεσθαι τοῦ συμφέροντος ἰδίαν. οἷον, ἴνα καὶ τοῦτο σαφέστερον ἐπὶ παραδείγματος ἐκμάθῃς, ἔστω τινὰ πυρέττειν ὀξέως,
71
ὀκνοῦντά τε κινεῖσθαι καὶ βαρέως τοῦ σώματος αἰσθανόμενον. ἔστω δὲ καὶ εὐογκότερος νῦν ἢ πρόσθεν, καὶ ἔρευθος πλέον ἐχέτω, ἔστωσαν δ’ αὐτῷ καὶ φλέβες ἐν ὄγκῳ μείζονι. παντί που δῆλον, ὡς τῷ τοιούτῳ πλῆθος αἵματος θερμοτέρου πλεονάζει. τίς οὖν ἡ ἴασις; ἢ δῆλον ὅτι ἡ κένωσις; ἐναντίον γὰρ τοῦτο τῷ πλήθει. τὰ δὲ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. πῶς οὖν αὐτὸ κενώσομεν, ἢ μέχρι πόσου; τοῦτο οὐκέτι δυνατὸν ἀπὸ τῆς αἰτίας μόνης εἰδέναι. χρὴ γὰρ καὶ δύναμιν, καὶ ἡλικίαν, καὶ ὥραν, καὶ χώραν, καὶ τὰ ἄλλα τὰ μικρῷ πρόσθεν εἰρημένα προσεπισκοπεῖν. εἰ μὲν γὰρ ἰσχυρότερος εἴη τὴν δύναμιν. καὶ ἀκμάζων τὴν ἡλικίαν, καὶ ἡ ὥρα τοῦ ἔτους ἐαρινὴ, καὶ τὸ χωρίον εὔκρατον, οὐκ ἂν ἁμάρτοις, εἰ φλέβα τεμὼν κενώσεις τοῦ αἵματος, ὅσον ἡ αἰτία κελεύει. ἀῤῥώστου δὲ τῆς δυνάμεως οὔσης, καὶ τῆς ἡλικίας, ἢ παιδὸς κομιδῇ μικροῦ, ἢ πρεσβύτου πάνυ, καὶ τοῦ χωρίου κατεψυγμένου, οἶα τὰ περὶ τὴν Σκυθίαν, ἢ διακεκαυμένου, οἷα τὰ περὶ τὴν Αἰθιοπίαν, καὶ τῆς ὥρας τοῦ ἔτους ἢ σφόδρα ψυχρᾶς, ἢ σφόδρα θερμῆς, οὐκ ἄν τις ἔτι τολμήσειε φλεβοτομεῖν.
72
οὕτω δὲ καὶ ἔθη, καὶ ἐπιτηδεύματα, καὶ φύσεις σωμάτων ἐπισκοπεῖσθαι κελεύουσι. γίνεσθαι γὰρ αὐτοῖς ἐξ ἁπάντων αὐτῶν ἔνδειξιν τοῦ συμφέροντος ἰδίαν.

Ἀφ’ ὧν δὲ ἡ ἔνδειξις τοῦ συμφέροντος τοῖς δογματικοῖς, ἀπὸ τούτων ἡ τήρησις τοῖς ἐμπειρικοῖς. τὸ γὰρ προειρημένον ἄθροισμα τῶν συμπτωμάτων ἐπὶ τοῦ πυρέττοντος, ὃ συνδρομὴν καλεῖν εἰσιν εἰθισμένοι, τῷ μὲν δογματικῷ τὴν κένωσιν ὑπαγορεύει, τῷ δὲ ἐμπειρικῷ τὴν ὑπόμνησιν τῆς τηρήσεως. ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων πολλάκις ἑωρακὼς τὴν κένωσιν ὠφελοῦσαν, ἐλπίζει καὶ νῦν χρησάμενος ὀνήσειν. ἀλλὰ καὶ τοὺς ἀκμάζοντας τῇ ἡλικία τὴν ἱκανὴν κένωσιν ἀλύπως φέροντας οἶδεν, ἐξ ὧν πολλάκις ἑώρακεν. οὕτω δὲ καὶ ἦρος μᾶλλον ἢ θέρους, καὶ ἐν χωρίῳ εὐκράτῳ, καὶ εἰ ἔθος δέ τι κενώσεως εἴη τῷ κάμνοντι, οἷον δι’ αἱμοῤῥοΐδος, ἢ διὰ ῥινῶν, ὁ μὲν δογματικὸς ἀφέλοι ἂν καὶ διὰ τοῦτο πλέον τοῦ αἵματος ἀπὸ τῆς τοῦ πράγματος φύσεως ὁρμώμενος· ὁ δ’ ἐμπειρικὸς, ὅτι οὕτω τετήρηκεν. καὶ

73
καθόλου φάναι, τὰς αὐτὰς ἐπὶ τῶν αὐτῶν παθῶν ἰάσεις οἵ τε δογματικοὶ καὶ οἱ ἐμπειρικοὶ παραλαμβάνουσι, περὶ τοῦ τρόπου τῆς εὑρέσεως αὐτῶν ἀμφισβητοῦντες. ἐπὶ γὰρ τοῖς αὐτοῖς φαινομένοις κατὰ τὸ σῶμα συμπτώμασιν ἔνδειξις μὲν τῆς αἰτίας γίνεται τοῖς δογματικοῖς, ἐξ ἧς τὴν θεραπείαν εὑρίσκουσιν· ὑπόμνησις δὲ τοῖς ἐμπειρικοῖς τῶν πολλάκις ὡσαύτως τετηρημένων. ἐφ’ ὧν δὲ μηδὲν ἔχουσιν οἱ δογματικοὶ φαινόμενον σύμπτωμα τὸ τὴν αἰτίαν ἐνδεικνυμένον, ἐπὶ τούτων ἐρωτᾷν οὐκ ὀκνοῦσι τὸ προκαταρκτικὸν καλούμενον αἴτιον· οἷον, εἰ κύων λυττῶν ἦν ὁ δάκνων, ἢ ἔχιδνα, ἤ τι τοιοῦτον ἄλλο. τὸ μὲν γὰρ ἕλκος αὐτὸ οὐδὲν ἀλλοιότερον μέχρι παντὸς φαίνεται τῶν ἄλλων ἑλκῶν ἢ πάντως γε κατ’ ἀρχάς. ἐπὶ μὲν γὰρ τοῦ λυττῶντος κυνὸς μέχρι παντὸς ὅμοιον φαίνεται τοῖς ὑπ’ ἄλλου τινὸς δηχθεῖσιν. ἐπὶ δὲ τῶν ἐχιδνῶν, ἐν μὲν ταῖς πρώταις ἡμέραις ὅμοιον τοῖς ἄλλοις, ὕστερον δὲ, ἡνίκα ἤδη μοχθηρῶς ἔχωσι, παθήματά τινα περὶ τὸ σῶμα ὀλέθρια προσγίνεται αὐτοῖς. τὰ δὴ τοιαῦτα συμπτώματα πάντα, ὅσα ὑπὸ τῶν 
74
ἰοβόλων καλουμένων ζώων γίγνεται, μὴ θεραπευόμενα καλῶς εὐθὺς ἐξ ἀρχῆς, ἐσχάτως ὀλέθρια καθίστανται. τίς οὖν ἡ ὀρθὴ θεραπεία; ἢ δηλονότι κενῶσαι τὸν ἰὸν τὸν ἅμα τῇ δήξει τοῦ σώματος τοῦ δηχθέντος ἐμπεσόντα; οὐκ οὖν ἐπ’ οὐλὴν ἄγειν δεῖ καὶ κλείειν τὰ τοιαῦτα σπεύδειν, ἀλλὰ τοὐναντίον ἐπιτέμνειν πολλάκις, εἰ μικρὰ παντελῶς· ἤδη δὲ καὶ θερμοῖς καὶ δριμέσι καὶ δυναμένοις ἕλκειν καὶ ξηραίνειν τὸν ἰὸν φαρμάκοις χρῆσθαι, διὰ τὴν αὐτὴν αἰτίαν. τὰ δ’ αὐτὰ φάρμακα καὶ οἱ ἐμπειρικοὶ προσφέρουσιν, οὐχ ὑπὸ τῆς φύσεως αὐτοῦ τοῦ πράγματος ποδηγούμενοι πρὸς τὴν εὕρεσιν αὐτῶν, ἀλλὰ τῶν διὰ τῆς πείρας φανέντων μεμνημένοι. ὥσπερ γὰρ ἐπὶ ταῖς ἡλικίαις, καὶ ταῖς ὥραις, καὶ ταῖς χώραις, ἑκάστου τῶν εἰρημένων ἡ θεραπεία δι’ ἐμπειρίας ἐγινώσκετο αὐτοῖς, οὕτω καὶ ἐπὶ τοῖς προκαταρκτικοῖς ὀνομαζομένοις αἰτίοις. εἰ μὲν δὴ οὖν συνεχώρουν ἀλλήλοις τὰς ὁδοὺς τῆς εὑρέσεως ἀμφοτέρας ἀληθεῖς εἶναι, οὐδὲν ἂν αὐτοῖς ἔδει μακροτέρων λόγων.

75

Ἐπεὶ δὲ τῆς ἐμπειρίας οἱ δογματικοὶ κατηγοροῦσιν, οἱ μὲν ὡς ἀσυστάτου, οἱ δὲ ὡς ἀτελοῦς, οἱ δὲ ὡς ἀτέχνου, τοῦ λόγου δὲ πάλιν οἱ ἐμπειρικοὶ ὡς πιθανοῦ μὲν, οὐκ ἀληθοῦς δὲ, διὰ τοῦτο διπλοῦς ἑκατέροις ὁ λόγος καὶ μακρὸς πάνυ περαίνεται, κατηγοροῦσί τε καὶ ἀπολογουμένοις ἐν μέρει. τὰ μὲν γὰρ ὑπὸ Ἀσκληπιάδου κατὰ τῆς ἐμπειρίας εἰρημένα, δεικνύντος, ὡς οἶόν τε μηδὲν πλειστάκις ὡσαύτως ὀφθῆναι δύνασθαι, παντάπασιν αὐτὴν ἀσύστατον εἶναι βούλεται, μηδέ τι σμικρότατον εὑρεῖν οὖσαν ἱκανήν. τὰ δ’ ὑπὸ Ἐρασιστράτου, τὰ μὲν ἁπλᾶ, καὶ ἐφ’ ἁπλοῖς εὑρίσκεσθαι, διὰ τῆς ἐμπειρίας ὁμολογοῦντος, οἶον ὅτι καὶ ἡ ἀνδράχνη τῆς αἱμωδίας ἴαμά ἐστιν, οὐ μὴν τάγε σύνθετα καὶ ἐπὶ συνθέτοις ἔτι συγχωροῦντος, οὐκ ἀδύνατον μὲν αὐτὴν τὸ παράπαν εὑρίσκειν, οὐ μὴν εἰς ἅπαντά γε ἱκανὴν εἶναι βούλεται. τὰ δὲ, τῶν μὲν τοιαῦτα συγχωρούντων εὑρίσκεσθαι διὰ τῆς ἐμπειρίας, αἰτιωμένων δὲ αὐτῆς τὸ ἀπεριόριστόν τε καὶ μακρὸν, καὶ, ὡς αὐτοί φασιν, ἀμέθοδον,

76
εἶθ’ οὕτω τὸν λόγον εἰσαγόντων, οὐκ ἀσύστατον μέν, οὐδὲ ἀνύπαρκτον, οἷον δ’ ἄτεχνόν τι πρᾶγμα τὴν ἐμπειρίαν εἶναι βούλεται. πρὸς ταύτας οὖν τὰς ἐφόδους τῶν λόγων ἀπολογούμενοι καὶ συστατικὴν καὶ αὐτάρκη καὶ τεχνικὴν ἐπιδεικνύναι πειρῶνται τὴν ἐμπειρίαν, καὶ αὐτοὶ δὲ τοῦ ἀναλογισμοῦ καθάπτονται πολυειδῶς, ὥστε πάλιν ἀπολογεῖσθαι πρὸς ἕκαστον εἶδος τῆς κατηγορίας τοῖς δογματικοῖς, ἀναγκαῖον. ἐπαγγελλομένοις γὰρ αὐτοῖς τοῦ τε σώματος τὴν φύσιν ἐπίστασθαι, καὶ τῶν νοσημάτων ἁπάντων τὰς γενέσεις, καὶ τῶν ἰαμάτων τὰς δυνάμεις, ὁμόσε χωροῦντες οἱ ἐμπειρικοὶ πάντα διαβάλλουσιν, ὡς ἄχρι μὲν τοῦ πιθανοῦ καὶ εἰκότος προιόντα, βεβαίαν δὲ γνῶσιν οὐδεμίαν ἔχοντα. ἔστι δ’ ὅτε καὶ τὴν γνῶσιν αὐτῶν συγχωρήσαντες, τὸ ἄχρηστον αὐτῶν ἐπιδεικνύναι πειρῶνται· καὶ τοῦτό ποτε δόντες, αὖθις τὸ περιττὸν ἐξελέγχουσιν. τοιαῦτα μὲν δὴ καθόλου πρὸς ἀλλήλους ἀμφισβητοῦσιν ἐμπειρικοί τε καὶ δογματικοί. ἐν μέρει δὲ πολλὰ καθ’ ἕκαστον αὐτῶν, οἷον ἐν ταῖς περὶ
77
τῆς εὑρέσεως τῶν ἀφανῶν ζητήσεσιν, τῶν μὲν τὴν ἀνατομὴν, καὶ τὴν ἔνδειξιν, καὶ τὴν διαλεκτικὴν θεωρίαν ἐπαινούντων· ὄργανα γὰρ αὐτοῖς ταῦτα τῶν ἀδήλων θηρευτικά· τῶν δ’ ἐμπειρικῶν μήθ’ εὑρίσκειν τι τὴν ἀνατομὴν συγχωρούντων, μήτ’, εἰ καὶ εὑρίσκοιτο, ἀναγκαῖον εἰς τὴν τέχνην. εἶναι τοῦτο, ἀλλὰ μήτε ἔνδειξιν ὑπάρχειν τοπαράπαν, μήθ’ ἕτερον ἐξ ἑτέρου δύνασθαι γνωσθῆναι. πάντα γὰρ δεῖσθαι τῆς ἐξ αὐτῶν γνώσεως, μηδ’ εἶναί τι σημεῖον ἀδήλου φύσει πράγματος οὐδενός· ἀλλὰ μηδὲ διαλεκτικῆς δεῖσθαι μηδεμίαν τέχνην. εἶτα καὶ πρὸς τὰς ὑποθέσεις τῆς διαλεκτικῆς λέγουσί τι, καὶ πρὸς τοὺς ὅρους, καὶ οὐδὲ τὴν ἀρχὴν εἶναι ἀπόδειξίν φασιν ἀδήλου φύσει πράγματος οὐδενός. ἤδη δὲ καὶ περὶ τῶν μοχθηρῶν τρόπων τῆς ἀποδείξεως, οἷς εἰώθασιν οἱ δογματικοὶ χρῆσθαι, λέγουσί τι, καὶ περὶ παντὸς ἀναλογισμοῦ· καὶ ὡς τοῦτο μὲν ἀδύνατος εὑρίσκειν, ὃ ἐπαγγέλλεται· καὶ οὔτ’ ἄλλη τις τέχνη συνίσταται κατ’ αὐτὸν, οὐδὲ ὁ βίος τῶν ἀνθρώπων πρόεισιν. ὁ δὲ ἐπιλογισμὸς, ὃν
78
δὴ φαινόμενον εἶναί φασι, χρήσιμος μὲν εἰς εὕρεσιν τῶν προσκαίρων ἀδήλων, οὕτω γὰρ αὐτοὶ καλοῦσιν, ὅσα τοῦ γένους μέν ἐστι τῶν αἰσθητῶν, οὐ μὴν ἤδη γέ πω πέφηνε. χρήσιμος δὲ καὶ πρὸς ἔλεγχον τῶν κατὰ τοῦ φαινομένου τι λέγειν τολμώντων. χρήσιμος δὲ καὶ τὸ παρορώμενον τοῖς φαινομένοις δεῖξαι, καὶ σοφίσμασιν ἀπαντῆσαι, μηδαμοῦ τῶν ἐναργῶν ἀφιστάμενος, ἀλλ’ ἐν τούτοις ἀεὶ διατρίβων, οὐ μὴν ὅγε ἀναλογισμὸς, φασὶν, ἀλλὰ ἄρχεται μὲν ἀπὸ τῶν φαινομένων, λήγει δὲ ἐπὶ τὰ διαπαντὸς ἄδηλα, καὶ διὰ τοῦτο πολυειδής ἐστιν. ἀπὸ γὰρ τῶν αὐτῶν φαινομένων ἄλλο ἐπ’ ἄλλῳ τῶν ἀδήλων παραγίνεται. καὶ τὴν διαφωνίαν ἐνταῦθα προχειρίζονται τὴν ἀνεπίκριτον, ἣν δὴ σημεῖον εἶναι τῆς ἀκαταληψίας φασίν. οὕτω γὰρ αὐτοὶ καλοῦσιν τὴν μὲν ἀληθῆ καὶ βεβαίαν γνῶσιν κατάληψιν, ἀκαταληψίαν δὲ τὸ ἐναντίον ταύτῃ, καὶ τὴν μὲν ἀκαταληψίαν αἰτίαν εἶναί φασι τῆς διαφωνίας τῆς ἀνεπικρίτου, τὴν διαφωνίαν δ’ αὖ πάλιν τῆς ἀκαταληψίας σημεῖον. ἀνεπίκριτον δὲ τὴν ἐπὶ 
79
τῶν ἀδήλων ἀγωνολογίαν εἶναί φασιν, οὐ τὴν περὶ τῶν φαινομένων. ἐνταῦθα γὰρ ἕκαστόν φαμεν οἷόν ἐστι, μαρτυρεῖ μὲν τοῖς ἀληθεύουσιν; ἐξελέγχει δὲ τοὺς ψευδομένους. τοιαῦτα μυρία πρὸς ἀλλήλους ἐρίζουσιν ἐμπειρικοί τε καὶ δογματικοὶ τὴν θεραπείαν ἐπὶ τῶν αὐτῶν παθῶν τὴν αὐτὴν ποιούμενοι, ὅσοι γε νόμῳ καθ’ ἑκατέραν τὴν αἵρεσιν ἤσκηνται.

Οἱ δὲ μεθοδικοὶ καλούμενοι, οὕτω γὰρ ἑαυτοὺς ὠνόμασαν, ὥσπερ οὐχὶ καὶ τῶν ἔμπροσθεν δογματικῶν μεθόδῳ τὴν τέχνην μεταχειρίζεσθαι φασκόντων, οὐ μέχρι λόγου μοι δοκοῦσιν ἀμφισβητεῖν ταῖς παλαιαῖς αἱρέσεσιν, ἀλλ’ ἤδη καὶ τῶν ἔργων τῆς τέχνης πολλὰ μετακοσμεῖν· οἵ γε οὔτε τόπον πεπονθότα χρήσιμον οὐδὲν ἔχειν φασὶν εἰς θεραπείας ἔνδειξιν, οὔτε αἴτιον, οὔτε ἡλικίαν, οὔτε ὥραν, οὔτε χώραν, οὔτε τοῦ νοσοῦντος τῆς δυνάμεως τὴν ἐπίσκεψιν, ἢ τῆς φύσεως, ἢ τῆς ἕξεως αὐτοῦ. παραιτοῦνται δὲ καὶ τὰς ὥρας, καὶ τὰς χώρας, καὶ τὰ ἔθη, παρὰ μόνων τῶν παθῶν τὴν ἔνδειξιν τοῦ συμφέροντος ἀρκεῖν αὐτοῖς φάσκοντες. οὐδὲ παρὰ τούτων κατ’ εἶδος, ἀλλὰ κοινῇ καὶ καθόλου τιθέμενοι,

80
καὶ δὴ καὶ καλοῦσι κοινότητας, αὐτὰ δὴ ταῦτα τὰ διὰ πάντων διήκοντα τῶν ἐν μέρει. καὶ πειρῶνται τῶν γε οἱ μὲν κατὰ δίαιταν νοσημάτων ἁπάντων, ἔνιοι δὲ καὶ πάντων ἁπλῶς δύο κοινότητας ἐπιδεικνύναι, καί τινα τρίτην μικτήν. ὀνόματα δὲ αὐταῖς στέγνωσιν καὶ ῥύσιν ἔθεντο, καὶ πᾶν νόσημά φασιν ἢ στεγνὸν ἢ ῥοῶδες εἶναι, ἢ ἐξ ἀμφοῖν ἐπιπεπλεγμένον. εἰ μὲν γὰρ αἱ φυσικαὶ κενώσεις τῶν σωμάτων ἴσχοιντο, στέγνωσιν καλοῦσιν· εἰ δέ τι μᾶλλον φέροιντο, ῥοῶδες· ἡνίκα δὲ καὶ ἴσχοιντο, καὶ φέροιντο, τὴν ἐπιπλοκὴν ἐν τούτῳ συνίστασθαι, καθάπερ ἐπ’ ὀφθαλμοῦ φλεγμαίνοντός τε ἅμα καὶ ῥευματιζομένου. τὴν γὰρ φλεγμονὴν στεγνὸν οὖσαν πάθος, ὅτι μὴ μόνη ἦν, ἀλλὰ σὺν τῷ ῥεύματι, περὶ ἕνα καὶ τὸν αὐτὸν τόπον ἐγένετο τὸ σύμπαν ποιεῖν πάθος ἐπιπεπλεγμένον. ἔνδειξιν δὲ τοῦ συμφέροντος ἐπὶ μὲν τῶν στεγνῶν τὴν χάλασιν, ἐπὶ δὲ τῶν ῥοωδῶν τὴν στάλσιν ὑπάρχειν. γόνατος μὲν γὰρ, εἰ τύχοι, φλεγμήναντος, χαλᾷν φασι χρῆναι· ῥέουσαν δὲ τὴν κοιλίαν,
81
ἢ τὸν ὀφθαλμὸν, ἐπέχειν τε καὶ στέλλειν· ἐν δὲ τοῖς ἐπιπεπλεγμένοις πρὸς τὸ κατεπεῖγον ἵστασθαι. τῷ γὰρ μᾶλλον διοχλοῦντι, καὶ τὸν κίνδυνον ἐπιφέροντι, τοῦτο δέ ἐστιν, ὡς τῷ ἰσχυροτέρῳ ἐναντιοῦσθαί φασι δεῖν μᾶλλον ἢ θατέρῳ. τί οὖν δὴ οὐχὶ δογματικοὺς ἑαυτοὺς ἐκάλεσαν, ἐνδείξει τὰ βοηθήματα ποριζόμενοι; διότι, φασὶν, οἱ δογματικοὶ τὸ ἄδηλον ἐρευνῶσιν, ἡμεῖς δὲ ἐν τοῖς φαινομένοις διατρίβομεν. ἀμέλει καὶ ὅλην τὴν αἵρεσιν ἑαυτῶν οὕτως ὁρίζονται γνῶσιν φαινομένων κοινοτήτων. καὶ ἵνα μὴ κοινὸς ὁ ὅρος εἶναι δοκῇ ταῖς ἄλλαις ἁπάσαις τέχναις, καὶ γὰρ κᾀκείνας γνώσεις εἶναι νομίζουσι φαινομένων κοινοτήτων, διὰ τοῦτο προστιθέασιν, ἀκολούθων τῷ τῆς ἰατρικῆς τέλει. τινὲς δὲ αὐτῶν, οὐκ ἀκολούθων, ἀλλὰ συμφώνων προσέθεσαν, οἱ πλεῖστοι δ’ ἄμφω συντιθέντες, γνῶσιν εἶναί φασι τὴν μέθοδον φαινομένων κοινοτήτων συμφώνων τε καὶ ἀκολούθων τῷ τῆς ἰατρικῆς τέλει. τινὲς δὲ, ὥσπερ καὶ ὁ Θεσσαλὸς, προσεχῶν τε καὶ ἀναγκαίων πρὸς ὑγείαν. διὰ ταῦτα δὴ καὶ
82
ἀξιοῦσι, μήτε δογματικοὶ καλεῖσθαι, μὴ γὰρ δεῖσθαι τοῦ ἀδήλου, καθάπερ ἐκεῖνοι, μήτε ἐμπειρικοὶ, κᾂν ὅτι μάλιστα περὶ τὸ φαινόμενον διατρίβωσιν, τῇ γὰρ ἐνδείξει κεχωρίσθαι αὐτῶν. οὐ μὴν ἐν αὐτῷ τῷ τρόπῳ τῆς περὶ τὸ φαινόμενον διατριβῆς ὁμολογεῖν ἑαυτούς φασι τοῖς ἐμπειρικοῖς. ἐκείνους μὲν γὰρ ὡς ἀγνώστων ἀποχωρῆσαι τῶν ἀδήλων, ἑαυτοὺς δὲ ὡς ἀχρήστων· καὶ τοὺς μὲν ἐμπειρικοὺς τήρησιν ἐπὶ τοῖς φαινομένοις, αὑτοὺς δὲ ἔνδειξιν ἔχειν. ἔν τε οὖν τούτοις διαφέρειν ἑαυτῶν ἑκατέρους φασὶ, καὶ μάλιστα ἐν οἷς ὥρας, καὶ ἡλικίας, καὶ χώρας, καὶ τοιαῦτα σύμπαντα περικόπτουσιν, ἄχρηστα μὲν ὄντα φανερῶς, ὡς ἐκεῖνοι νομίζουσι, δόξης δὲ χάριν τοῖς ἔμπροσθεν ἰατροῖς τετιμημένα. καὶ τοῦτ’ εἶναι τὸ μέγιστον ἀγαθὸν τῆς μεθοδικῆς αἱρέσεώς φασι καὶ σεμνοῦσθαι γε δι’ αὐτὸ καὶ θαυμάζεσθαι δικαιοῦσι. καὶ τῷ γε βραχὺν εἶναι εἰπόντι τὸν βίον, τὴν δὲ τέχνην μακρὰν, ἐπιτιμῶσι· τοὐναντίον γὰρ ἅπαν, αὐτὴν μὲν βραχεῖαν εἶναι, τὸν δὲ βίον μακρόν.
83
ἀφαιρεθέντων γὰρ πάντων τῶν ψευδῶς ὑπειλημμένων τὴν τέχνην ὠφελεῖν, καὶ πρὸς μόνας τὰς κοινότητας ἀποβλεπόντων ἡμῶν, οὔτε μακρὰν ἔτι τὴν ἰατρικὴν, οὔτε χαλεπὴν εἶναι, ῥᾴστην δὲ καὶ σαφῆ, καὶ μησὶν ἓξ ὅλην τάχιστα γνωσθῆναι δυναμένην. οὕτω μὲν γὰρ ἐπὶ τῶν κατὰ τὴν δίαιταν νοσημάτων, ὡς στενὸν κομιδῇ συνῆχθαι τὸ πᾶν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν κατὰ χειρουργίαν τε καὶ φαρμακείαν. καὶ γὰρ ἐν ἐκείνοις καθόλου τινὰς κοινότητας ἐξευρίσκειν πειρῶνται, καὶ σκοποὺς ὑποτίθενται τῶν ἰαμάτων ὀλίγους τὸν ἀριθμὸν, ὥστ’ ἐμοὶ μὲν δοκεῖ, οὐδὲ ἐν τοῖς πολυθρυλλήτοις ἕξ μησὶν, ἀλλὰ καὶ πολὺ θᾶττον ὅλην αὐτῶν τὴν τέχνην ἐκμαθεῖν ὑπῆρξεν. καὶ χρὴ χάριν οὕτω γινώσκειν αὐτοῖς τῆς συντόμου διδασκαλίας, εἴγε μὴ ψεύδονται· ψευδομένοις δὲ ὀλιγωρίαν ἐγκαλεῖν.

Ὡς δ’ ἄν τις μάλιστα δοκοίη μοι κρῖναι δικαίως, ἢ τυφλώττοντας αὐτοὺς περὶ τὸ χρήσιμον, ἢ μόνους τὸ περιττὸν ὀρθῶς φεύγοντας, ἤδη φράσω. καὶ γὰρ οὐδὲ σμικρὸν ἔοικεν εἶναι τοῦτο τὸ σκέμμα, οὐδὲ μέχρι λόγου μοι 

84
προϊέναι μόνον, ὥσπερ τοῖς ἐμπειρικοῖς τε καὶ δογματικοῖς, ὅσα περὶ τῆς πρώτης τῶν βοηθημάτων εὑρέσεως φιλονεικοῦσι, περὶ τῆς νῦν χρήσεως ὁμολογοῦντες ἀλλήλοις, ἀλλ’ ἤτοι μεγάλα βλάπτεσθαι τὰ τῆς τέχνης ἔργα πρὸς τῆς μεθοδικῆς αἱρέσεως ἀναγκαῖον, ἢ μεγάλ’ ὠφελεῖσθαι. διττῆς δὲ τῆς ἐν τοῖς πράγμασι κρίσεως οὔσης, τῆς μὲν διὰ λόγου μόνου, τῆς δὲ διὰ τῶν φαινομένων ἐναργῶς, ἡ μὲν ἑτέρα, ἡ διὰ μόνου τοῦ λόγου, μείζων ἢ κατὰ τοὺς εἰσαγομένους ἐστίν· οὐκ οὖν αὐτῆς νῦν ὁ καιρός· ἡ δὲ ἑτέρα, ἡ διὰ μόνου τοῦ φαίνεσθαι, κοινὴ πάντων ἀνθρώπων ὑπάρχει. τί οὖν κωλύει ταύτῃ πρώτῃ χρήσασθαι, σαφεῖ τε ἅμα τοῖς εἰσαγομένοις οὔσῃ, καὶ πρὸς αὐτῶν τῶν μεθοδικῶν τετιμημένῃ; διαπαντὸς γοῦν οὐδὲν ἄλλο ἢ τὸ φαινόμενον ὑμνοῦσι, καὶ τοῦτο πρεσβεύουσιν ἐπὶ παντὶ, καὶ τὸ ἄδηλον ἅπαν ἄχρηστον εἶναι λέγουσι. φέρε δὴ πρῶτον ἐπισκεψώμεθα περὶ τῶν προκαταρκτικῶν λεγομένων αἰτίων, κανόνα τῆς κρίσεως τὸ φαινόμενον τιθέμενοι. καὶ πρῶτός γε ὁ μεθοδικὸς παρελθὼν ᾧδέ πως λεγέτω· Τί δή ποτε ψύξεις
85
τε καὶ ἐγκαύσεις, καὶ μέθας, καὶ ἀπεψίας, καὶ πλησμονὰς, καὶ ἐνδείας, καὶ κόπους, καὶ ἐνεργείας, καὶ ἐδεσμάτων ποιότητας, καὶ ἐθῶν ὑπαλλαγὰς, ὦ δογματικοί τε καὶ ἐμπειρικοὶ, μάτην πολυπραγμονεῖτε; πότερον ταῦτ’ ἰᾶσθαι μέλλετε, τὰς ἐν σώματι παρέντες διαθέσεις, ἃ τὴν ἀρχὴν οὐδὲ πάρεστιν, οὐκέτι τῶν τοιούτων οὐδὲν, ἀλλὰ αὐτὰ μὲν οἴχεται, τὸ δ’ ὑπ’ αὐτῶν γενόμενον ἐν τῷ σώματι μένει, καὶ τοῦτο χρὴ ἰᾶσθαι· τοῦτο γάρ ἐστι τὸ πάθος. ἐπισκεπτέον οὖν αὐτὸ, οἶόν τί ἐστιν. εἰ μὲν γὰρ στεγνὸν χαλαστέον, εἰ δὲ ῥοῶδες, σταλτέον, ὑφ’ ὅτου ἂν αἰτίου γεγονὸς ἑκάτερον ᾗ. εἰς τί δὴ οὖν ἔτι τὸ αἴτιον ὠφελεῖ, μήτε τοῦ ῥοώδους ποτὲ χαλάσεως δεομένου, μήτε τοῦ στεγνοῦ στάλσεως, ἢ πάντως εἰς οὐδὲν, ὥς γε τὸ πρᾶγμα αὐτὸ δείκνυσιν. ὅμοιος δὲ ὁ λόγος τοῖς μεθοδικοῖς καὶ περὶ τῶν ἀδήλων καὶ συνεκτικῶν ὀνομαζομένων αἰτίων. καὶ γὰρ ἐκεῖνα περιττά φασιν εἶναι, τοῦ πάθους τὴν οἰκείαν θεραπείαν ἐνδεικνυμένου, καὶ χωρὶς τοῦ γνωσθῆναι τὴν αἰτίαν, ὑφ’ ἧς ἐγένετο. τῷ δ’ αὐτῷ τρόπῳ τῶν λόγων ἐπί τε
86
τὰς ὥρας, καὶ τὰς ἡλικίας, καὶ τὰ χωρία μεταβαίνουσι, θαυμάζουτες κᾀνταῦθα τῶν παλαιῶν ἰατρῶν, εἰ μὴ συνίασιν οὕτως ἐναργοῦς πράγματος. ἡ γάρ τοι φλεγμονὴ, πάθος οὖσα στεγνὸν, ὥς φασιν, οὐ δήπου, θέρους μὲν εἰ γένοιτο. τῶν χαλώντων δεῖται βοηθημάτων, χειμῶνος δὲ ἄλλων τινῶν, ἀλλ’ ἀμφοτέραις ὥραις τῶν αὐτῶν. οὐδ’ ἐπὶ μὲν τῆς τῶν παίδων ἡλικίας τῶν χαλαστικῶν, ἐπὶ δὲ τῆς τῶν πρεσβυτέρων τῶν στελλόντων. οὐδ’ ἐν Αἰγύπτῳ μὲν τῶν χαλώντων, Ἀθήνῃσι δὲ τῶν ἐπεχόντων. ἀνάπαλιν δὲ τῇ φλεγμονῇ τὸ ῥοῶδες πάθος ὑπάρχον οὐδέποτε τῶν χαλώντων, ἀλλ’ ἀεὶ τῶν στελλόντων δεῖται, καὶ χειμῶνος, καὶ θέρους, καὶ ἦρος, καὶ φθινοπώρου, καὶ παιδὸς ὄντος τοῦ νοσοῦντος, καὶ ἀκμάζοντος, καὶ γέροντος, καὶ εἰ τύχοι περὶ τὴν Θρᾴκην ἢ τὴν Σκυθίαν ἢ τὴν Αἰθιοπίαν εἶναι ὁ ἀῤῥωστῶν. οὐκ οὖν οὐδὲν τῶν τοιούτων εἰς οὐδὲν χρήσιμον εἶναί φασι, ἀλλὰ μάτην ταῦτα πάντα πολυπραγμονεῖσθαι. τί δὲ καὶ τὰ μέρη τοῦ σώματος ἐπισκοπῆσαι; ἆρ’ οὐ καὶ ταῦτα μάταια πρὸς ἔνδειξιν θεραπείας; ἢ τολμησάτω τις
87
εἰπεῖν, ὡς ἐν μὲν τῷ νευρώδει μορίῳ τὴν φλεγμονὴν χαλαστέον, ἐν δὲ τῷ ἀρτηριώδει, ἢ φλεβώδει, ἢ σαρκώδει σταλτέον. ἢ ὅλως, εἴ τι στεγνὸν ἔν τινι μέρει τοῦ σώματος γένοιτο, τολμησάτω τις εἰπεῖν, ὡς οὐ χαλαστέον αὐτὸ, ἢ οὐ σταλτέον τὸ ῥοῶδες. εἰ τοίνυν ἡ τοῦ μέρους φύσις οὐδὲν ὑπαλλάττει τῆς θεραπείας τὸν τρόπον, ἀλλὰ καὶ κατὰ τὸ γένος τοῦ πάθους ἡ τῶν βοηθούντων εὕρεσις, ἄχρηστος φανερῶς ἡ τοῦ μέρους ἐπίσκεψις, ὁ μὲν δὴ μεθοδικὸς τοιοῦτος, ὡς τύπῳ φάναι.

Παρίτω δ’ ἐπ’ αὐτῷ δεύτερος ὁ ἐμπειρικὸς, ᾧδέ πως λέγων· Ἐγὼ τῶν φαινομένων πλέον οὐδὲν οἶδα, οὐδὲ ἐπαγγέλλομαί τι σοφώτερον, ὧν πολλάκις ἐθεασάμην. εἰ μὲν δὴ ἀτιμάζοις τὸ φαινόμενον, ὥσπερ τινὸς ἔμπροσθεν ἀκοῦσαί μοι δοκῶ σοφιστοῦ, καὶ ἡμῖν ὥρα πρὸς τοὺς τιμῶντας αὐτὸ τὸ φαινόμενον ἀπαλλάττεσθαι, οὐδ’ ἂν ἤδη νικῴης νίκην Καδμείαν. εἰ δ’, ὥσπερ καὶ κατ’ ἀρχὰς ἤκουσά σου, τὸ μὲν ἄδηλον ἅπαν ἄχρηστον εἶναι φάσκοντος, ἕπεσθαι

88
δ’ ὁμολογοῦντος τοῖς ἐναργέσι, τάχα ἄν σοι δείξαιμι τὸ παρορώμενον, ὑπομνήσας τοῦ φαινομένου. δηχθέντες ὑπὸ κυνὸς λυττῶντος ἄνθρωποι δύο πρὸς τοὺς συνήθεις ἰατροὺς ἐπορεύθησαν ἰάσεως δεόμενοι. μικρὸν δ’ ἦν ἑκατέρων τὸ ἕλκος, ὡς μηδὲ τὸ δέρμα πᾶν διηρῆσθαι. καὶ τὴν θεραπείαν ὁ μὲν ἕτερος αὐτῶν ἐποιεῖτο τοῦ ἕλκους μόνον, μηδὲν ἄλλο πολυπραγμονῶν, καὶ ὀλίγων γε ἡμερῶν ὑγιὲς ἀπέφηνε τὸ μέρος. ὁ δὲ ἕτερος, ἐπειδὴ λυττᾷν ἔγνω τὸν κύνα, τοσοῦτον ἀπέδει τοῦ σπεύδειν εἰς οὐλὴν ἄγειν τὸ ἕλκος, ὥστε αὐτὸ τοὐναντίον ἀεὶ καὶ μᾶλλον εἰργάζετο μεῖζον, ἰσχυροῖς τε καὶ δριμέσι χρώμενος φαρμάκοις ἕως χρόνου συχνοῦ, καὶ πίνειν προσηνάγκαζεν αὐτὸν ἐν τῷ χρόνῳ τούτῳ φάρμακα, καὶ λύττης ἰάματα, ὡς ἔφασκεν αὐτός. καὶ δὴ καὶ οὕτως ἐτελεύτα τὸ συμβὰν ἀμφοτέροις. ὁ μὲν ἐσώθη τε καὶ ὑγιὴς ἐγένετο, ὁ πίνων τὰ φάρμακα· ὁ δὲ ἕτερος, οὐδὲν ἔχειν οἰόμενος κακὸν, ἐξαίφνης ἔδεισέ τε τὸ ὕδωρ, καὶ σπασθεὶς ἀπέθανεν. ἆρά σοι δοκεῖ μάτην τὸ προκαταρκτικὸν αἴτιον ἐν τούτοις ἐρευνᾶσθαι; ἢ δι’ ἄλλο τι ἀπέθανεν 
89
ὁ ἄνθρωπος, πλὴν διὰ τὴν ὀλιγωρίαν τοῦ ἰατροῦ, μήτε πυνθανομένου περὶ τῆς αἰτίας μηδὲν, μήτε τὴν τετηρημένην ἐπ’ αὐτῇ θεραπείαν παραλαβόντος; ἐμοὶ μὲν γὰρ οὐ δι’ ἄλλο τι οὐδὲν φαίνεται, ἢ διὰ τοῦτο. ἐπεὶ δὲ τῷ φαινομένῳ ἕπομαι, παρελθεῖν οὐ δύναμαι τοιοῦτον οὐδὲν αἴτιον. οὕτω δὲ καὶ ἡλικίαν οὐ δύναμαι παραδραμεῖν, οὐδὲ ἀτιμάζειν. καὶ γὰρ κᾀνταῦθ’ ἀναγκάζει με πιστεύειν τὸ φαινόμενον, τῶν αὐτῶν κατὰ πάντα παθῶν οὐ πάντη τὴν αὐτὴν θεραπείαν ἐχόντων, ἀλλ’ ἔστιν ὅτε τοσοῦτον διαφέρουσιν ἐν ταῖς διαφόροις ἡλικίαις, ὥστε μηδὲ ποσότητι μόνον, ἢ τρόπῳ βοηθημάτων διαλλάττειν, ἀλλ’ ὅλῳ τῷ γένει. πλευριτικοὺς γοῦν πολλοὺς ἀκμάζοντάς τε καὶ ἰσχυροὺς εἶδον ἐγὼ πολλάκις, καὶ ὑφ’ ἡμῶν αὐτῶν φλεβοτομουμένους, ἀλλ’ οὐδένα τῶν ἐν ἐσχάτῳ γήρᾳ, ἢ κομιδῇ σμικρὸν παῖδα· οὔθ’ ὑμεῖς ἐτολμήσατε διὰ φλεβὸς κενοῦν, οὔτ’ ἄλλος οὐδεὶς οὐδεπώποτε. τί δὲ, ὅταν Ἱπποκράτης εἴπῃ, ὑπὸ κύνα, καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι; καὶ ὅταν αὖ πάλιν, θέρεος φαρμακεύειν τὰς ἄνω, χειμῶνος
90
δὲ τὰς κάτω; πότερον ἀληθεύειν ὑμῖν, ἢ ψεύδεσθαι δοκεῖ; καθ’ ἑκάτερον γὰρ ἀπορήσειν ὑμᾶς ἀποκρίσεως οἴομαι. ψεύδεσθαι μὲν γὰρ εἰ φαίητε, τὸ φαινόμενον ἀτιμάζετε, ὃ τιμᾷν προσποιεῖσθε. φαίνεται γὰρ οὕτως ἔχειν τἀληθὲς, ὡς Ἱπποκράτης λέγει. εἰ δ’ ἀληθεύειν εἴποιτε, προσίεσθε τὰς ὥρας, καὶ τὰς χώρας, ἃς ἀχρήστους ἀπεφήνασθε. νομίζω δὲ ὑμᾶς μηδὲ πόῤῥω που τῆς οἰκείας ἀποδημῆσαι πατρίδος, μήτ’ ἐν πείρᾳ γενέσθαι χωρίων διαφορᾶς. πάντως γὰρ ἂν ἠπίστασθε τοὺς μὲν ὑπὸ ταῖς ἄρκτοις οὐ φέροντας τὰς ἀθρόας τοῦ αἵματος κενώσεις, ὥσπερ οὐδὲ τοὺς κατ’ Αἴγυπτον, καὶ ὅλην τὴν μεσημβρίαν· τοὺς δ’ ἐν μέσῳ τούτων ἐναργῆ πολλάκις ὠφέλειαν ἐπὶ ταῖς φλεβοτομίαις λαμβάνοντας. τὸ δὲ μηδὲ τὰ μέρη τοῦ σώματος ἐπισκοπεῖσθαι πάνυ μοι θαυμαστὸν ἐφ’ ὑμῶν καταφαίνεται, καὶ δεινῶς ἄτοπον, οὐ τοῖς ἀληθέσι μόνον, ἀλλὰ καὶ τοῖς ὑφ’ ὑμῶν αὐτῶν πραττομένοις ἐναντίον. ὢ πρὸς τῶν θεῶν, ἔνθα ἂν φλεγμονὴ γένηται, τῆς αὐτῆς δεῖται θεραπείας, κᾂν ἐν
91
σκέλει, κᾂν ἐν ὠτὶ, κᾂν ἐν στόματι, κᾂν ἐν ὀφθαλμῷ; τί δή ποτ’ οὖν πολλάκις ὑμᾶς ἐθεασάμην τὰς μὲν ἐν τοῖς σκέλεσι φλεγμονὰς καὶ ἀποσχίζοντας σμίλῃ, καὶ ἐπιβρέχοντας ἐλαίῳ; τοὺς δὲ ὀφθαλμοὺς οὐδεπώποτε; τί δὲ, τοὺς μὲν ὀφθαλμοὺς τοῖς στύφουσιν ἰᾶσθε φαρμάκοις φλεγμαίνοντας, οὐχὶ δὲ καὶ τὰ σκέλη τοῖς αὐτοῖς ἐπαλείφετε; τί δ’ οὐχὶ καὶ τὰ ὦτα φλεγμαίνοντα τοῖς τῶν ὀφθαλμῶν ἰᾶσθε βοηθήμασι; τί δ’ οὐχὶ καὶ τοὺς ὀφθαλμοὺς τοῖς τῶν ὤτων; ἀλλ’ ἕτερον μὲν ὤτων φλεγμονῆς, ἕτερον δὲ ὀφθαλμῶν ἐστι φάρμακον. ὄξος μὲν γὰρ μετὰ ῥοδίνου φλεγμονῆς ὤτων ἀγαθὸν φάρμακον. ἀλλ’ οὐκ οἶμαί τινα τολμήσειν ἐγχεῖν αὐτὸ φλεγμαίνουσιν ὀφθαλμοῖς. εἰ δὲ καὶ τολμήσειεν, οὐ μετὰ μικρᾶς εὖ οἶδ’ ὅτι ζημίας πειράσεται τῆς τόλμης. καὶ γαργαρεῶνος φλεγμαίνοντος, ἀγαθὸν φάρμακον ἀκάνθης Αἰγυπτίας ὁ καρπὸς, ἀγαθὸν δὲ καὶ ἡ σχιστὴ στυπτηρία. ἆρ’ οὖν ταῦτα καὶ ὀφθαλμῶν φλεγμαινόντων, καὶ ὤτων, ἢ πᾶν τοὐναντίον ἐσχάτη βλάβη; καὶ ταῦτα πάντα λέγω, συγχωρήσας
92
ὑμῖν τὴν πρώτην ὑπόθεσιν, ὡς χρὴ τὴν μὲν ἐν τοῖς σκέλεσιν ἢ ταῖς χερσὶ φλεγμονὴν χαλᾷν, οὐ μὴν τήν γε τῶν ὀφθαλμῶν, ἢ τοῦ γαργαρεῶνος, ἢ τῶν ὤτων. εἰ δ’, ὅτι καὶ τὴν ἐν τοῖς σκέλεσι καὶ ταῖς χερσὶν οὐκ ἐξ ἅπαντος τρόπου χαλαστέον, ὑπομνήσαιμι, τάχα ἂν γνοίητε, εἰ σωφρονήσετε, ὅσον ἁμαρτάνετε. ἔσται δὲ καὶ νῦν ὁ λόγος ἀνάμνησις τοῦ φαινομένου. τῶν γὰρ ἐπὶ μηδεμιᾷ πληγῇ φλεγμηνάντων ὁτιοῦν μέρος, ἀλλ’ αὐτομάτως ὑπαρξαμένων, τῆς πληθωρικῆς διαθέσεως καλουμένης παρούσης, οὐδεὶς χρῄζει χαλάσεως τοῦ μορίου πρὸ τῆς τοῦ ὅλου σώματος κενώσεως. οὐ μόνον γὰρ οὐδὲν μειώσεις, ἀλλὰ καὶ προσαυξήσεις τὴν οὖσαν φλεγμονὴν, εἰ τοῦτο δράσειας· ὅθεν ἐν τούτῳ μὲν τῷ καιρῷ τὰ στύφοντα καὶ ψύχοντα τῷ μέρει προφέρομεν, ἡνίκα δ’ ἂν τὸ ὅλον σῶμα κενώσωμεν, τηνικαῦτα καὶ τὸ φλεγμαῖνον μόριον ἀνέχεται τῶν χαλώντων. εἰ δ’ ὑμᾶς μὴ πείθω ταῦτα λέγων, ὅπερ ἔφην ἀρχόμενος τοῦ λόγου, καιρὸς ἂν εἴη μοι πρὸς τοὺς τιμῶντας τὸ φαινόμενον αὐτὸ ἀπαλλάττεσθαι.

93

Ταῦτα εἰπόντος τοῦ ἐμπειρικοῦ παρελθὼν ὁ δογματικὸς ὧδέ πως λεγέτω· Τάχα μὲν εὖ φρονοῦντί σοι καὶ ταῦτα ἦν ἱκανὰ, περὶ τοῦ μήθ’ ἡλικίαν, μήθ’ ὥραν, μήτε χώραν, ἀλλὰ μηδὲ προκαταρκτικὸν αἴτιον, ἢ μέρος τι τοῦ σώματος ἄχρηστον ὑπολαμβάνειν. εἰ δέ σε μήπω πέπεικεν ὁ ἐμπειρικὸς, ὑπομιμνήσκων τῶν φαινομένων, ἀλλά τινος ἔτι καὶ λόγου δέοι, τοῦτόν μοι δοκῶ προσθήσειν ἐγὼ, καὶ τὴν ὑπόθεσίν σου τῆς αἱρέσεως ἀποδείξω σαθράν. ἀκούω μὲν γὰρ ὑμῶν λεγόντων γνῶσιν φαινομένων κοινοτήτων, ἐρωτῶ δὲ ἑκάστοτε, περὶ τί μάλιστα ἡ κοινότης αὕτη συνίσταται, καὶ πῶς αὐτὴν γνωριοῦμεν, οὐδέπω καὶ νῦν μοι δοκῶ γνῶναι δύνασθαι. τὸ δ’ αἴτιον ἄχρι τῶν ὀνομάτων ἀλλήλοις ὁμολογεῖτε, περὶ τῶν πραγμάτων διαφερόμενοι. τινες γὰρ ὑμῶν ταῖς παρὰ φύσιν ἐκκρίσεσι παραμετροῦσι τὸ στεγνὸν καὶ τὸ ῥοῶδες, ἰσχομένων μὲν αὐτῶν, στέγνωσιν ὀνομάζοντες τὸ πάθος, ἀμέτρως δ’ ἐκκρινομένων, ῥύσιν. ἄλλοι δέ τινες ἐξ ὑμῶν ἐν ταῖς λοιπαῖς τῶν σωμάτων διαθέσεσι 

94
τὰ πάθη φασὶν εἶναι, καὶ μέμφονταί γε δεινῶς τοῖς εἰς τὸ κενούμενον ἀποβλέπουσιν. ἐμοὶ δὲ ὅπη δοκοῦσιν ἑκάτεροι σφάλλεσθαι, τάχα ἂν ἤδη δηλώσαιμι. γινέσθω δὲ ἡμῖν ὁ λόγος πρὸς ἐκείνους πρότερον, ὅσοι ταῖς παρὰ φύσιν ἐκκρίσεσι κρίνουσι τὰ πάθη. θαυμάζω γὰρ αὐτοὺς, εἰ μήθ’ ἱδρῶτάς ποτε, μήτε οὖρα, μήτ’ ἐμέτους, μήτε διαχωρήματα πλείω τῶν κατὰ φύσιν εἶδον ἐν ταῖς νόσοις χρηστῶς κενούμενα, καὶ τὸ πάντων ἀτοπώτατον, εἰ μηδ’ ??ῥινῶν αἱμοῤῥαγίαν ποτὲ κρίνασθαι ἐθεάσαντο. ταύτης μέν γε οὐ τὸ ποσὸν μόνον, ἀλλ’ ὅλον τὸ γένος παρὰ φύσιν ὑπάρχει. ἱδρώτων δὲ, ἢ οὔρων, ἢ ὅσα κατὰ γαστέρα, ἢ δι’ ἐμέτων ὁρμᾷ, τὸ μὲν γένος οὐ παρὰ φύσιν, οὕτως γε μὴν ἄμετρόν ἐστί ποτε τὸ πλῆθος, ὥστε ἐγὼ μὲν οἶδά τινας εἰς τοσοῦτον ἱδρώσαντας, ἄχρι τοῦ καὶ γνάφαλα διαβρέξαι, καὶ ἄλλους κατὰ γαστέρα κενωθέντας ὑπὲρ τριάκοντα κοτύλας, ἀλλ’ οὐκ ἐδόκει τούτων οὐδὲν παύειν, ὅτι τὸ λυποῦν ἐκενοῦτο. καίτοι τῷ γε ταῖς κατὰ φύσιν ἐκκρίσεσιν εἰς ἅπαντα κανόνι χρωμένῳ,
95
κωλυτέα ἦν τὰ τοιαῦτα συμπτώματα. διὸ καὶ πιθανώτεροί πως εἷναι δοκοῦσιν οἱ τὰς διαθέσεις ἐν τοῖς σώμασιν αὐτοῖς τὰς κοινότητας ἐπιτιθέμενοι. θαυμάζω δὲ καὶ τούτων, ὅπως αὐτὰς φαινομένας ἐτόλμησαν εἰπεῖν. εἰ γὰρ μὴ τὸ ῥέον ἐκ τῆς κοιλίας ἡ ῥύσις ἐστὶν, ἀλλ’ ἡ διάθεσις τῶν σωμάτων, ἐξ ἧς τὸ ῥέον, οὐκ ἐνδέχεται δὲ ταύτην οὐδεμιᾷ τῶν αἰσθήσεων φαίνεσθαι, πῶς ἂν αἱ κοινότητες ἔτι φαινόμεναι λέγοιντ’ ἄν; καὶ γὰρ ἐν κώλῳ δυνατὸν τὴν τῆς ῥύσεως διάθεσιν εἶναι, καὶ ἐν λεπτοῖς ἐντέροις, καὶ περὶ τὴν νῆστιν, καὶ περὶ τὴν γαστέρα, καὶ τὸ μεσάραιον, καὶ ἄλλα πολλὰ τῶν ἐντὸς, ὦν οὐδὲν οὐδὲ αὐτὸ δυνατὸν αἰσθήσει λαβεῖν, οὔτε τὸ πάθος αὐτοῦ. πῶς οὖν ἔτι φαινόμεναι λέγοιντ’ ἂν αἱ κοινότητες, εἰ μήπω καὶ τὸ διὰ σημείων γνωρίζεσθαι φαίνεσθαί τις ἐθέλοι καλεῖν; ἀλλ’ εἰ τοῦτο, τίνι τῶν παλαιῶν ἰατρῶν ἔτι διαφέρουσιν, οὐκ οἶδα. πῶς δὲ ταχέως καὶ ἐν ἓξ μησὶν ἐπαγγέλλονται τὴν τέχνην ἐκδιδάσκειν; οὐ γὰρ ἂν, οἶμαι, σμικρᾶς δέοιντο μεθόδου πρὸς τὸ γνῶναί τι τῶν ἐκφευγόντων τὴν αἴσθησιν, ἀλλὰ τῷ τοῦτο
96
καλῶς ἐργαζομένῳ καὶ ἀνατομῆς χρεία τῆς ἕκαστον τῶν ἐντὸς, ὡς ἔχει φύσεως, διδασκούσης, καὶ φυσικῆς θεωρίας οὐ σμικρᾶς, ἵνα τό τ’ ἔργον ἑκάστου καὶ τὴν χρείαν ἐπισκέψηται. πρὶν γὰρ εὑρεθῆναι ταῦτα, τῶν ἐν βάθει τοῦ σώματος μορίων οὐδενὸς οἶόν τε διαγνῶναι τὸ πάθος. τί δεῖ λέγειν, ὅτι καὶ διαλεκτικῆς μὲν ἐνταῦθα χρεία μεγάλη, ἵν’, ἐκ τίνων τί περαίνεται, σαφῶς εἰδῇς, καὶ μὴ παρακρουσθῇς ποτε σοφίσμασι, μήθ’ ὑπ’ ἄλλου, μήθ’ ὑφ’ αὑτοῦ; καὶ γὰρ καὶ ἡμᾶς αὐτοὺς ἄκοντάς ἐστιν ἰδεῖν, ὅτε σοφιζόμεθα. καὶ μὴν καὶ οἷόν τί ἐστιν ἡ ῥύσις, ἡδέως ἂν αὐτοὺς ἐροίμην, εἰ διαλέγεσθαι μεμαθήκασιν. οὐ γὰρ δὴ τοῦτό γε μόνον ἀρκεῖν ἡγοῦμαι τό τισιν ἐξ αὐτῶν εἰρημένον, ὅτι διάθεσίς τις παρὰ φύσιν ἡ ῥύσις ἐστί. τίς γὰρ ἡ διάθεσις, εἰ μὴ μάθοιμεν, οὐδὲν ἂν οὐδέπω πλέον εἰδείημεν, ἆρά γε χάλασίς τις, ἢ μαλακότης, ἢ ἀραιότης. οὐδὲν γάρ ἐστιν ἀποῦσαί τι σαφὲς οὐδὲ αὐτῶν λεγόντων, ἀλλ’ ὅ, τι ἂν ἐπέλθοι, νῦν μὲν τοῦτο, αὖθις δὲ ἐκεῖνο, πολλάκις δὲ καὶ
97
πάντα ἅμα, ὥσπερ οὐδὲν διαφέροντα. καὶ εἴ τις ἐπιχειρήσειε διδάσκειν αὐτοὺς, ὅπως διαφέρει ταῦτα ἀλλήλων, καὶ ὡς ἕκαστον αὐτῶν ἰδίας δεῖται θεωρίας, οὐχ ὑπομένουσιν ἀκούειν, ἀλλὰ καὶ τοῖς παλαιοῖς ἐπιπλήττουσιν, ὡς μάτην τὰ τοιαῦτα διοριζομένοις. οὕτως ἀταλαιπώρως ἔχουσι πρὸς τὴν τῆς ἀληθείας ζήτησιν. ἀλλ’ οὐδ’ ὅτι τῷ μὲν χαλαρῷ τὸ συντεταμένον ἐστὶν ἐναντίον, τῷ δὲ μαλακῷ τὸ σκληρὸν, τῷ δ’ ἀραιῷ τὸ πυκνὸν, ἀκούειν ἀνέχονται· καὶ ὡς παρὰ ταῦτα πάντα ἕτερόν τί ἐστι τὸ ἐπέχεσθαι τὰς φυσικὰς ἐκκρίσεις καὶ τὸ ῥεῖν· καὶ ὡς ὑφ’ Ἱπποκράτους ταῦτα πάντα διώρισται. προπετῶς δὲ περί τε τούτων αὐτῶν ἀποφαίνονται, καὶ τὴν φλεγμονὴν, οὕτω δὲ καλοῦσι τὸν σκληρὸν καὶ ἀντίτυπον καὶ ὀδυνηρὸν καὶ θερμὸν ὄγκον, ἑτοίμως πάνυ καὶ ἀσκέπτως, στεγνὸν εἶναι πάθος φασίν. εἶτ’ αὖθις ἑτέρας φλεγμονὰς ἐπιπεπλεγμένας ὀνομάζουσι, ὥσπερ τὰς ἐν ὀφθαλμοῖς, ὅταν μετὰ ῥεύματος ὦσι, καὶ τὰς ἐν παρισθμίοις, καὶ γαργαρεῶνι, καὶ οὐρανίσκῳ, καὶ οὔλοις.
98
εἶθ’ ὑποτίθενται πόρους, τοὺς μὲν ἀραιοὺς γεγονέναι, τοὺς δὲ μεμυκέναι, καὶ διὰ τοῦτο ἀμφότερα τὰ πάθη πεπονθέναι. τινὲς δὲ οὖκ ὀκνοῦσι περὶ ἕνα καὶ τὸν αὐτὸν ἅμα πόρον συνίστασθαι λέγειν ῥύσιν τε καὶ στέγνωσιν, ὃ μηδ’ ἐπινοῆσαι ῥᾴδιον· οὕτως ἐπίπαν τόλμης ἥκουσιν. ὀλίγοι δέ τινες ἐξ αὐτῶν, ὑπομεῖναι δυνηθέντες ἐπιπλέον ὑπὲρ ἁπάντων τούτων ἀκοῦσαί τε καὶ διασκέψασθαι, μόλις ποτὲ μεταγνόντες ἐπὶ τὸ ἀληθὲς τρέπονται. τούτοις μὲν οὖν, καὶ ὅσοι μετ’ ἀκριβείας τινὸς βούλονται μαθεῖν τι περὶ τῶν πρώτων καὶ γενικῶν παθῶν, ἰδίᾳ γέγραπται. τὸ δὲ νῦν εἶναι τοῖς εἰσαγομένοις χρήσιμον, πρὸς αὐτοὺς βραχέα εἰπεῖν δίκαιον. ηὐξάμην δ’ ἄν τι κᾀκείνοις ἀπ’ αὐτῶν ὄνασθαι. γένοιτο δ’ ἂν τοῦτο, εἰ τοῦ φιλονεικεῖν ἀποστάντες, αὐτὸν τὸν λόγον ἐξετάσαιεν ἐφ’ ἑαυτοῖς. ἔχει δὲ ὁ λόγος, ὡς ἡ καλουμένη καὶ πρὸς αὐτῶν ἐκείνων φλεγμονὴ παρὰ φύσιν ὄγκος ἐστὶν ὀδυνηρὸς, καὶ ἀντίτυπος, καὶ σκληρὸς, καὶ θερμὸς, οὐδέν τι μᾶλλον ἀραιότερον ἐργαζομένη κατὰ τὸν 
99
ἑαυτῆς λόγον, ἢ σκληρότερον, ἢ πυκνότερον ἑαυτοῦ τὸ μέρος, ἀλλὰ μεστὸν ῥεύματος περιττοῦ, καὶ διὰ τοῦτο τεταμένον. οὐ μὴν, εἴ τι πάντως τέταται, τοῦτο πυκνότερον γέγονεν, ἢ σκληρότερον ἑαυτοῦ. μάθοις δ’ ἂν ἐπί τε βυρσῶν αὐτὸ καὶ ἱμάντων, καὶ πλοκάμων, εἰ πάντη διατείνειν ἐπιχειρήσαις. οὕτω δὲ καὶ ἡ ἴασις τῶν πεπληρωμένων μελῶν κένωσίς ἐστιν· ἐναντίον γὰρ τοῦτο τῇ πληρώσει. κενουμένοις δὲ αὐτοῖς εὐθὺς ἕπεται τοῖς μορίοις χαλαρωτέροις γίνεσθαι. τάσις μὲν δὴ τοῖς πεπληρωμένοις ἐξ ἀνάγκης, ὥσπερ τοῖς κενουμένοις ἡ χάλασις ἕπεται. πύκνωσις δὲ, ἢ ἀραίωσις, οὐδέτερον ἐξ ἀνάγκης, ἀλλ’ οὐδὲ ῥύσις, ἢ ἐπίσχεσις. οὔτε γὰρ, εἰ ἀραιὸν ἤδη τι, καὶ ῥεῖν ἐξ αὐτοῦ πάντως ἀναγκαῖον· τί γὰρ, εἰ παχὺ καὶ ὀλίγον εἴη τὸ περιεχόμενον; οὔτ’, εἰ πυκνὸν, ἴσχεσθαι. τὸ γὰρ πολὺ καὶ λεπτὸν καὶ διὰ πυκνῶν ἐκρεῖ τῶν πόρων. βέλτιον οὖν ἦν καὶ αὐτοὺς τοὺς τῶν παλαιῶν ἀναγνόντας τὰς βίβλους μεμαθηκέναι, κατὰ πόσους τρόπους τὸ πρότερον ἐν τῷ μορίῳ στεγόμενον αὖθις ἐκκρίνεται. καὶ γὰρ ἀραιουμένου τοῦ
100
περιέχοντος αὐτὸ, καὶ αὐτοῦ τοῦ περιεχομένου τε καὶ πλείονος γενομένου, καὶ σφοδρότερον κινουμένου, καὶ ὑπό τινος τῶν ἐκτὸς ἐφελκομένου, ἢ πρός τινος τῶν ἐντὸς ὠθουμένου, καὶ οἷον ἀναῤῥοιβδουμένου πρός τινων τῶν ἐντός. εἰ δέ τις ταῦτα πάντα παρεὶς, μίαν αἰτίαν κενώσεως ἡγοῖτο εἶναι τὴν ἀραίωσιν τῶν πόρων, δόξει μηδὲ τὰ φαινόμενα γινώσκειν. ἔριον γοῦν, ἢ σπογγίον, ἤ τι τῶν οὕτως ἀραιῶν ἐναργῶς ὁρῶμεν, εἰ μὲν ὀλίγον ἐντὸς ἑαυτῶν ὑγρὸν ἔχοι, στέγοντα καὶ μὴ μεθιέντα, τὸ πλέον δ’ ἀποχέοντα. τί δή ποτ’ οὖν οὐχὶ κἀπὶ τῶν ὀφθαλμῶν, καὶ τῶν μυκτήρων, καὶ τοῦ στόματος, καὶ τῶν ἄλλων τῶν οὕτως ἀραιῶν τὸ αὐτὸ τοῦτο ἐνενόησαν, ὡς ἐνδέχοιτό ποτε τῷ πλήθει τῆς περιεχομένης ἐν αὐτοῖς ὑγρότητος, οὐκ ἀραιώσει τῶν πόρων, ἐκρεῖν τι; καὶ μὲν δὴ καὶ κεράμους εἴδομεν πολλάκις ἀραιοὺς οὕτως, ὡς διηθεῖσθαι τὸ ὕδωρ. ἀλλ’ εἰ μέλιτος ἐγχέοις, οὐ διηθεῖται, παχυτέρα γὰρ ἡ τοῦ μέλιτος οὐσία τῶν τοῦ κεράμου πόρων. οὔκουν οὐδὲ τοῦτο ἀπεικὸς ἦν ἐννοῆσαι, ὡς διὰ λεπτότητα πολλάκις ἐκρεῖ τι, κἂν μηδὲ αὐτὸ τὸ περιέχον
101
σῶμα τετρημένον ἐκ τῆς φύσεως ᾖ· ἀλλ’ οὐδ’ ὅτι πολλάκις, ἥπερ διοικεῖ τὸ ζῶον, ὁρμῇ σφοδροτέρᾳ χρησαμένη, τὸ περιττὸν ἅπαν ἐκένωσε δι’ αὐτοῦ, καθάπερ ἐκθλίψασά τε καὶ ἀπωσαμένη. τί οὖν χαλεπὸν ἦν ἐννοῆσαι τῷ γε ἀκριβῶς τοῖς τέχνης ἔργοις ὡμιληκότι τὰ πολλά; αἱ γὰρ κρίσεις τῶν νοσημάτων ὧδέ πως γίνονται. καὶ παρίημι τὰς λοιπὰς τῶν κενουμένων αἰτίας· ὡσαύτως δὲ καὶ τῶν ἰσχομένων ἴσας τὸν ἀριθμὸν, ἐναντίας ταύταις οὔσας. οὐ γάρ ἐστι τῶν ἐκείνων ἀκοῶν ὁ τοιοῦτος λόγος ἄκουσμα. ὃ δέ μοι δοκοῦσι τάχα ἄν ποτε συνήσειν, ἐπὶ τοῦτ’ αὖθις ἐπάνειμι. τὸ δύνασθαί ποτε ῥευματίζεσθαι τὸν ὀφθαλμὸν, ἢ πολλοῦ τοῦ ῥεύματος, ἢ λεπτοῦ γεγονότος, ἢ ὑπὸ τῆς φύσεως διὰ τοῦδε τοῦ μέρους ἀπωθουμένου, μηδὲν αὐτῶν τῶν σωμάτων παρὰ τὸ κατὰ φύσιν ἀλλοιότερον ἐχόντων, καὶ χρή δηλονότι τὸ μὲν λεπτὸν· ῥεῦμα παχύνειν, τὸ δὲ πολὺ κενοῦν. τὴν δὲ ὁρμὴν τῆς φύσεως, ἂν ἐν καιρῷ γένηται, δέχεσθαι, μηδὲν περὶ τὰ σώματα τῶν ὀφθαλμῶν αὐτὰ πραγματευόμενον, ἅτε μηδὲ τῆς ῥύσεως ἦν αἴτια. τὸ
102
δ’ οἴεσθαί τινα μὲν φλεγμονὴν στεγνὸν εἶναι πάθος, ἑτέραν δὲ ἐπιπεπλεγμένην, οὐκ οἶδ’ ὅπως σωφρονούντων ἐστί. πρῶτον μὲν γὰρ ἐπελάθοντο τῶν σφετέρων λόγων, ὡς οὐ τῇ κενώσει κριτέον τὸ ῥοῶδες, ἢ ταῖς ἐπισχέσεσι τὸ στεγνὸν, ἀλλ’ εἰς αὐτὰς τῶν σωμάτων τὰς διαθέσεις χρὴ βλέπειν. ὅταν οὖν καθ’ ἅπαν ὅμοιαι τυγχάνωσιν αὗται, καὶ μηδενὶ φαίνηται διαφέρειν ἡ νῦν φλεγμονὴ τῶν πρόσθεν, ἄλλῳ γε, ἢ τῷ τὸ μὲν ἀποῤῥεῖν τι, τὸ δὲ οὔ· πῶς οὐ δεινὸν ἄτοπον, ἐπιπεπλεγμένην μὲν ταύτην, στεγνὴν δ’ ἐκείνην εἶναι νομίζειν; ἔπειτα δὲ, πῶς οὐδὲ τοῦθ’, ὅπερ ἦν προχειρότατον, ἐπῆλθεν αὐτοῖς λογίσασθαι, ὅτι μήτε ἐν χειρὶ, μήτ’ ἐν ποδὶ, μήτ’ ἐν πήχει, μήτ’ ἐν βραχίονι, μήτ’ ἐν κνήμη, μήτ’ ἐν μηρῷ, μήτ’ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος ὤφθη ποτὲ φλεγμονῆς εἶδος τοιοῦτον, οἷον ἐκτὸς ἀποχεῖν τι· μόναις δὲ ταῖς ἐν τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ ταῖς ῥισὶν ὑπάρχειν τοῦτο; πότερον ὁ Ζεὺς προσέταξε ταῖς κοινότησιν ἁπάσαις ταῖς ἐπιπεπλεγμέναις, ὥστε μηδὲ πώποτε
103
μηδεμίαν αὐτῶν εἰς ἄλλο μηδὲν τῶν τοῦ σώματος ἀφικνεῖσθαι μορίων, ἀλλ’ ἐν ὀφθαλμοῖς μόνον, καὶ ῥινὶ, καὶ στόματι πολεμεῖν; ἡ φλεγμονὴ μὲν γὰρ ἅπαντα δύναται καταλαμβάνειν, ὅσα γε τὰ τῆς γενέσεως αὐτῆς αἴτια δέχεσθαι πέφυκεν. τῷ δὲ εἶναι τὰ μὲν ἀραιὰ τὴν φύσιν, τὰ δὲ πυκνά· τῶν μὲν ἀποχεῖταί τι τοῦ ῥεύματος, ἐν δὲ τοῖς ἴσχεται. καὶ γὰρ εἰ πληρώσειας ἀσκὸν ἢ ἄλλο τι τῶν οὕτως στεγανῶν ὑγρᾶς οὐσίας, οὐδὲν ἀποῤῥεῖ· σπογγίαν δὲ καὶ τῶν οὕτως ἀραιῶν εὐθὺς ἅπαν τὸ περιττὸν ἀποχεῖται. τί δὴ οὖν χαλεπὸν ἦν, ἐννοήσαντας αὐτοὺς, ὅσον γε τὸ ἄλλο δέρμα πᾶν στεγνότερόν ἐστι τοῦ κατὰ τοὺς ὀφθαλμοὺς, καὶ τοὺς μυκτῆρας, καὶ τὸ στόμα, τῇ τῶν μορίων φύσει τὴν αἰτίαν ἀναθεῖναι, παρέντας ἐπιπλοκὴν καὶ λήρους μακρούς; ὅτι γὰρ οὕτω τοῦτ’ ἔχει, δηλοῦσιν αἱ μεθ’ ἑλκώσεως ἐν τοῖς ἄλλοις μορίοις γινόμεναι φλεγμοναί· καὶ γὰρ κἀκείνων ἀποῤῥεῖ τὸ λεπτομερὲς, ὥσπερ ἐν ὀφθαλμοῖς, καὶ ῥινὶ, καὶ στόματι· ἕως δ’ ἂν ἀπαθὲς ᾖ, καὶ πάντως στεγνὸν τὸ δέρμα, τοῦ μηδὲν ἀποχεῖσθαι τοῦτο αἴτιον, οὐ τὸ τῆς 
104
φλεγμονῆς εἶδος. ὥσπερ αὖ πάλιν, εἰ μέλιτι δεύσειας ἢ ὑγρᾷ πίττῃ πάνυ τὸ πλῆθος ἀμέτρῳ σπογγίαν ἢ ἔριον, οὐδὲν ἀποῤῥεῖ διὰ τὸ τῆς ὑγρότητος πάχος, ἢ ὕδατι μὲν, ἤ τινι τῶν οὕτω λεπτῶν, ἀλλ’ ἐλαχίστῳ τούτῳ· κατὰ τὸν αὐτὸν, οἶμαι, λόγον οὐ διὰ παντὸς ἐκχεῖταί τινι τῶν ὀφθαλμῶν, ἢ διὰ τὸ πάχος τῆς ὑγρότητος, ἢ τῷ μὴ περιττεύειν, ὥσπερ καὶ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων. ὥστ’ ἐνδέχεται ταὐτὸν εἶδος τῆς φλεγμονῆς, μηδενὶ διαφέρον ἄλλῳ γε, πλὴν τῷ πάχει τῆς ἐπιῤῥεούσης οὐσίας, ὀφθαλμίαν ἐργάσασθαι χωρὶς ῥεύματος, ἣν οἱ σοφώτατοι Μεθοδικοὶ στεγνὴν ὀνομάζουσι, καὶ διαφέρειν οἴονται τῆς ἐπιπεπλεγμένης, ἐπιλανθανόμενοι τῶν ἰδίων λόγων, οὓς ἄνω καὶ κάτω μεταφέρουσι, σωματικὰς ἀξιοῦντες εἶναι τὰς κατασκευὰς τῶν παθῶν, οὐκ ἐν τοῖς ὑγροῖς συνίστασθαι. πῶς οὖν, ὅταν εἰ μὲν ἐν τοῖς σώμασιν ἡ αὐτὴ διάθεσις ᾖ, οὐδενὶ ἄλλῳ γε διαφέρουσα, μόνῃ δὲ τῇ τῶν ὑγρῶν φύσει λεπτῶν ἢ παχέων ὄντων, ἕπηται, ποτὲ μὲν ἀποῤῥεῖν τι, ποτὲ δὲ ἴσχεσθαι,
105
διαφερούσας ὑπολαμβάνετε εἶναι τὰς κοινότητας; οὕτω μὲν δὴ καὶ τὸ ἐπιπεπλεγμένον ὑμῶν ἀδιανόητόν ἐστι. τὰ δὲ ἄλλα κατὰ μέρος, οὐκ ἐν τοῖς κατὰ δίαιταν μόνον, ἀλλὰ καὶ ἐν τοῖς κατὰ χειρουργίαν τε καὶ φαρμακείαν, ὅσα σφάλλεσθε, τάχα ἂν αὖθις μαθήσετε, εἰ μηδέπω διὰ τούτων ἐπείσθητε. νυνὶ δὲ, ἐπεὶ καὶ τοῖς εἰσαγομένοις ἱκανὰ ταῦτα, καταπαύσω τῇδε τὸν παρόντα λόγον.