Quod optimus medicus sit quoque philosophus

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Οἷόν τι πεπόνθασιν οἱ πολλοὶ τῶν ἀθλητῶν, ἐπιθυμοῦντες μὲν ὀλυμπιονῖκαι γενέσθαι, μηδὲν δὲ πράττειν, ὡς τούτου τυχεῖν, ἐπιτηδεύοντες, τοιοῦτόν τι καὶ τοῖς πολλοῖς τῶν ἰατρῶν συμβέβηκεν. ἐπαινοῦσι μὲν γὰρ Ἱπποκράτην, καὶ πρῶτον ἁπάντων ἡγοῦνται, γενέσθαι δὲ αὐτοὺς ἐν ὁμοίοις ἐκείνῳ, πάντα μᾶλλον ἢ τοῦτο πράττουσι. ὁ μὲν γὰρ οὐ μικρὰν μοῖραν εἰς ἰατρικήν φησι συμβάλλεσθαι τὴν ἀστρονομίαν, καὶ δηλονότι τὴν ταύτης ἡγουμένην ἐξ ἀνάγκης γεωμετρίαν. οἱ δ’ οὐ μόνον αὐτοὶ μετέρχονται τούτων οὐδέτερον,

54
ἀλλὰ καὶ τοῖς μετιοῦσι μέμφονται. καὶ μὲν δὴ καὶ φύσιν σώματος, ὁ μὲν ἀκριβῶς ἀξιοῖ γιγνώσκειν, ἀρχὴν εἶναι φάσκων αὐτὴν τοῦ κατ’ ἰατρικὴν λόγου παντός. οἱ δ’ οὕτω καὶ περὶ τούτων σπουδάζουσι, ὡς οὐ μόνον ἑκάστου τῶν μορίων οὐσίαν ἢ πλοκὴν, ἢ διάπλασιν, ἢ μέγεθος, ἢ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν, ἀλλ’ οὐδὲ τὴν θέσιν ἐπίστανται. καὶ μέν γε ὡς ἐκ τοῦ μὴ γιγνώσκειν κατ’ εἴδη τε καὶ γένη διαιρεῖσθαι τὰ νοσήματα, συμβαίνει τοῖς ἰατροῖς ἁμαρτάνειν τῶν θεραπευτικῶν σκοπῶν, Ἱπποκράτει μὲν εἴρηται προτρέποντι τὴν λογικὴν ἡμᾶς ἐξασκεῖν θεωρίαν. οἱ δὲ νῦν ἰατροὶ τοσοῦτον ἀποδέουσιν ἠσκῆσθαι κατ’ αὐτὴν, ὥστε καὶ τοῖς ἀσκοῦσιν, ὡς ἄχρηστα μεταχειριζομένοις, ἐγκαλοῦσι. οὕτω δὲ καὶ τοῦ προγιγνώσκειν τε τὰ προγεγονότα, καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα γενήσεσθαι τῷ κάμνοντι νοσήματα, πολλὴν χρῆναι πεποιῆσθαι πρόνοιαν, Ἱπποκράτης φησίν. οἱ δὲ καὶ περὶ τοῦτο τὸ μέρος τῆς τέχνης ἐπὶ τοσοῦτον ἐσπουδάκασιν, ὥστ’, εἴ τις αἱμοῤῥαγίαν ἢ ἱδρῶτα προείπῃ,
55
γόητά τε καὶ παραδοξολόγον ἀποκαλοῦσιν. σχολῇ γ’ ἂν οὗτοι τἄλλα προλέγοντός τινος ἀνάσχοιντο· σχολῇ δ’ ἄν ποτε τῆς διαίτης τὸ σχῆμα πρὸς τὴν μέλλουσαν ἔσεσθαι τοῦ νοσήματος ἀκμὴν καταστήσαιντο· καὶ μὴν Ἱπποκράτης οὕτως γε διαιτᾷν κελεύει. τί δὴ οὖν ἐστὶ τὸ ὑπόλοιπον εἰς ὃ ζηλοῦσι τἀνδρός; ὁ γὰρ δὴ τήνδε τῆς ἑρμηνείας δεινότητα, τῷ μέν γε καὶ τοῦτο κατώρθωται. τοῖς δ’ οὕτω τοὐναντίον, ὥστε πολλοὺς αὐτῶν ἐστιν ἰδεῖν καθ’ ἓν ὄνομα δὶς ἁμαρτάνοντας, ὃ μηδ’ ἐπινοῆσαι ῥᾴδιον.

διόπερ ἔδοξέ μοι ζητῆσαι τὴν αἰτίαν, ἥ τίς ποτ’ ἐστὶ, δι’ ἣν, καίτοι θαυμάζονται ἅπαντες τὸν ἄνδρα, μήτ’ ἀναγινώσκουσιν αὐτοῦ τὰ συγγράμματα, μήτ’, εἰ καί τῳ τοῦτο παρασταίη, συνίησι τῶν λεγομένων, ἢ, εἰ καὶ τοῦτο εὐτυχήσειεν, ἀσκήσει τὴν θεωρίαν ἐπεξέρχεται, βεβαιώσασθαί τε καὶ εἰς ἕξιν ἀγαγεῖν βουλόμενος, εὑρίσκων δὴ καὶ σύμπαντα κατορθούμενα βουλήσει τε καὶ δυνάμει τοῖς ἀνθρώποις παραγιγνόμενα. θατέρου

56
δ’ αὐτῶν ἀτυχήσαντι τὸ καὶ τοῦ τέλους αὐτῶν ἀναγκαῖον ἀποτυχεῖν. αὐτίκα γέ τοι τοὺς ἀθλητὰς, ἢ διὰ τὴν τοῦ σώματος ἀφυΐαν, ἢ διὰ τὴν τῆς ἀσκήσεως ἀμέλειαν ὁρῶμεν ἀποτυγχάνοντας τοῦ τέλους. οὕτω δ’ ἂν καὶ ἡ τοῦ σώματος φύσις ἀξιόνικος ᾖ, καὶ τὰ τῆς ἀσκήσεως ἄμεμπτα, τίς μηχανὴ μὴ οὐ πολλῷ ἀνελέσθαι τόνδε στεφανίτας ἀγῶνας; ἆρ’ οὖν ἐν ἀμφοτέροις οἱ νῦν ἰατροὶ δυστυχοῦσιν, οὔτε δύναμιν, οὔτε βούλησιν ἀξιόλογον ἐπιφερόμενοι, περὶ τὴν τῆς τέχνης ἄσκησιν, ἢ τὸ μὲν ἕτερον αὐτοῖς ὑπάρχει, θατέρου δ’ ἀπολείπονται. τὸ μὲν δὴ μηδένα φύεσθαι δύναμιν ἔχοντα ψυχικὴν ἱκανὴν καταδέξασθαι τέχνην οὕτω φιλάνθρωπον, οὔ μοι δοκεῖ λόγον ἔχειν. ὁμοίου γὰρ τοῦ κόσμου καὶ τότ’ ὄντος, καὶ νῦν, καὶ μήτε τῶν ὡρῶν τῆς τάξεως ὑπηλλαγμένης, μήτε τῆς ἡλιακῆς περιόδου μετακεκοσμημένης, μήτ’ ἄλλου τινὸς ἀστέρος, ἢ ἀπλανοῦς, ἢ πλανωμένου μεταβολήν τινα ἐσχηκότος. εὔλογον δὲ διὰ μοχθηρὰν τροφήν, ἣν οἱ νῦν ἄνθρωποι τρέφονται, καὶ διὰ τὸ τὸν
57
πλοῦτον ἀρετῆς εἶναι τιμιώτερον, οὔθ’ οἶος Φειδίας ἐν πλάσταις, οὔθ’ οἶος Ἀπελλῆς ἐν γραφεῦσιν, οὔθ’ οἶος Ἱπποκράτης ἐν ἰατροῖς, ἔτι γενέσθαι τινά. καίτοι τό γε ὑστέροις τῶν παλαιῶν ἡμῖν γεγονέναι, καὶ τὸ τὰς τέχνας ὑπ’ ἐκείνων ἐπὶ πλεῖστον προηγμένας παραλαμβάνειν οὐ μικρὸν ἦν πλεονέκτημα. τὰ γοῦν ὑφ’ Ἱπποκράτους εὑρημένα χρόνῳ παμπόλλῳ ῥᾷστον ἦν ἐν ὀλιγίστοις ἔτεσιν ἐκμαθόντα τῷ λοιπῷ χρόνῳ τοῦ βίου πρὸς τὴν τῶν λειπόντων εὕρεσιν καταχρήσασθαι. ἀλλ’ οὐκ ἐνδέχεται πλοῦτον ἀρετῆς τιμιώτερον ὑποθέμενον, καὶ τὴν τέχνην οὐκ εὐεργεσίας ἀνθρώπων ἕνεκεν, ἀλλὰ χρηματισμοῦ μαθόντα, τοῦ τέλους τοῦ κατ’ αὐτὴν ἐφίεσθαι. φθάσουσι γὰρ ἕτεροι πλουτῆσαι, πρὶν ἡμᾶς ἐπὶ τὸ τέλος αὐτῆς ἐξικέσθαι. οὐ γὰρ δὴ δυνατὸν ἅμα χρηματίζεσθαί τε, καὶ οὕτω μεγάλην ἐπασκεῖν τέχνην, ἀλλ’ ἀνάγκη καταφρονῆσαι θατέρου τὸν ἐπὶ θάτερον ὁρμήσαντα σφοδρότερον. ἆρ’ οὖν ἔχομέν τινα τῶν νῦν ἀνθρώπων εἰπεῖν, εἰς τοσοῦτον μόνον ἐφιέμενον χρημάτων κτήσεως, εἰς
58
ὅσον ὑπηρετεῖν ἐξ αὐτῆς ταῖς ἀναγκαίαις χρείαις τοῦ σώματος; ἔστι τις ὁ δυνάμενος οὐ μόνον λόγῳ πλάσασθαι, ἀλλ’ ἔργῳ διδάξασθαι τοῦ κατὰ φύσιν πλούτου τὸν ὅρον, ἄχρι τοῦ μὴ πεινῇν, μὴ διψῇν, μὴ ῥιγοῦν προϊόντος;

καὶ μὴν εἴ τίς γ’ ἐστὶ τοιοῦτος, ὑπερόψεται μὲν Ἀρταξέρξου τε καὶ Περδίκκου. καὶ τοῦ μὲν οὐδ’ ἄν εἰς ὄψιν ἀφίκοιτό ποτε· τὸν δ’ ἰάσεται μὲν, νοσοῦντα νόσημα τῆς Ἱπποκράτους τέχνης δεόμενον, οὐ μὴν ἀξιώσει γε διὰ παντὸς συνεῖναι, θεραπεύσει δὲ τοὺς ἐν Κρανῶνι καὶ Θάσῳ καὶ ταῖς ἄλλαις πολίχναις πένητας. ἀπολείψει δὲ Κώοις μὲν καὶ πολίταις Πόλυβόν τε, καὶ τοὺς ἄλλους μαθητὰς, αὐτὸς δὲ πᾶσαν ἀλώμενος ἐφέξει τὴν Ἑλλάδα. χρὴ γὰρ αὐτὸν γράψαι τι καὶ περὶ φύσεως χωρίων. ἵν’ οὖν κρίνῃ τῇ πείρᾳ τὰ ἐκ λόγου διδαχθέντα, χρὴ πάντως αὐτὸν πόλεως γενέσθαι αὐτόπτην τῆς πρὸς μεσημβρίαν τετραμμένης καὶ τῆς πρὸς ἄρκτον, καὶ τῆς πρὸς ἥλιον ἀνίσχοντα καὶ τῆς πρὸς

59
δυσμάς· ἰδεῖν δὲ καὶ τὴν ἐν κοίλῳ κειμένην, καὶ τὴν ἐφ’ ὑψηλῷ, καὶ τὴν ἐπακτοῖς ὕδασι χρωμένην, καὶ τὴν πηγαίοις, καὶ τὴν ὀμβρίοις, καὶ τὴν ἐκ λιμνῶν καὶ ποταμῶν· ἀμελῆσαι δὲ καὶ μήδ’ εἴ τις ψυχροῖς ἄγαν ὕδασι, μήδ’ εἴ τις θερμοῖς χρῆται, μήτε νιτρώδεσι, μήτε στυπτηριώδεσιν, ἤ τισιν ἑτέροις τοιούτοις· ἰδεῖν δὲ καὶ ποταμῷ μεγάλῳ πρόσοικον πόλιν, καὶ λίμνῃ, καὶ ὄρει, καὶ θαλάττῃ, καὶ τἄλλα πάντα νοῆσαι, καὶ περὶ ὧν αὐτὸς ἡμᾶς ἐδίδαξεν· ὥστε οὐ μόνον ἀνάγκη χρημάτων καταφρονεῖν τὸν τοιοῦτον ἐσόμενον, ἀλλὰ καὶ φιλόπονον ἐσχάτως ὑπάρχειν. καὶ μὴν οὐκ ἐνδέχεται φιλόπονον εἶναί τινα μεθυσκόμενον, ἐμπιπλάμενον, ἢ ἀφροδισίοις προσκείμενον, ἢ, συλλήβδην εἰπεῖν, αἰδοίοις καὶ γαστρὶ δουλεύοντα. σωφροσύνης γοῦν φίλος, ὥσπερ γε καὶ ἀληθείας ἑταῖρος, ὅ γ’ ἀληθὴς ἰατρὸς ἐξεύρηται. καὶ μὲν δὴ καὶ λογικὴν μέθοδον ἀσκεῖν χάριν τοῦ γνῶναι, πόσα τὰ πάντα κατ’ εἴδη τε καὶ γένη νοσήματα
60
ὑπάρχει, καὶ πῶς ἐφ’ ἑκάστου ληπτέον ἔνδειξίν τινα ἰαμάτων. ἡ δ’ αὐτὴ μέθοδος ἥδε καὶ τὴν τοῦ σώματος αὐτὴν διδάσκει φύσιν, τήν τ’ ἐκ τῶν πρώτων στοιχείων, ἃ δι’ ἀλλήλων ὅλα κέκραται, καὶ τὴν ἐκ τῶν δευτέρων τῶν αἰσθητῶν, ἃ δὴ καὶ ὁμοιομερῆ προσαγορεύεται, καὶ τρίτην ἐπὶ ταύταις, τὴν ἐκ τῶν ὀργανικῶν μορίων. ἀλλὰ καὶ τίς ἡ χρεία τῷ ζώῳ τῶν εἰρημένων ἑκάστου, καὶ τίς ἡ ἐνέργεια, δέον μὲν ἄγειν καὶ ταῦτα μὴ ἀβασανίστως, ἀλλὰ μετ’ ἀποδείξεως πεπιστεῦσθαι, πρὸς τῆς λογικῆς δήπου διδάσκεται μεθόδου. τί δὴ οὖν ἔτι λείπεται πρὸς τὸ μὴ εἶναι φιλόσοφον τὸν ἰατρὸν, ὃς ἂν Ἱπποκράτους ἀξίως ἀσκήσῃ τὴν τέχνην, εἰ γὰρ, ἵνα μὲν ἐξεύρῃ φύσιν σώματος, καὶ νοσημάτων διαφορὰς, καὶ ἰαμάτων ἐνδείξεις, ἐν τῇ λογικῇ θεωρίᾳ γεγυμνάσθαι προσήκει, ἵνα δὲ φιλοπόνως τῇ τούτων ἀσκήσει παραμένῃ, χρημάτων τε καταφρονεῖν καὶ σωφροσύνην ἀσκεῖν, πάντα ἤδη τῆς φιλοσοφίας ἔχοι τὰ μέρη, τό τε λογικὸν, καὶ
61
τὸ φυσικὸν, καὶ τὸ ἠθικόν. οὐ γὰρ δὴ δέος γε, μὴ χρημάτων καταφρονῶν, καὶ τὴν σωφροσύνην ἀσκῶν, ἄτοπόν τι πράξῃ. πάντα γὰρ, ἃ τολμῶσιν ἀδίκως ἄνθρωποι, φιλοχρηματίας ἀναπειθούσης, ἢ γοητευούσης ἡδονῆς, πράττουσιν. οὕτω δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἀναγκαῖον ἔχειν αὐτόν. σύμπασαι γὰρ ἀλλήλαις ἕπονται, καὶ οὐχ οἶόν τε μίαν ἡντιναοῦν λαβόντι μὴ οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας εὐθὺς ἀκολουθούσας ἔχειν, ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδεμένας. καὶ μὴν εἴ γε πρὸς τὴν ἐξ ἀρχῆς μάθησιν, καὶ πρὸς τὴν ἐφεξῆς ἄσκησιν, ἀναγκαία τοῖς ἰατροῖς ἐστιν ἡ φιλοσοφία, δῆλον ὡς, ὅστις ἂν ἰατρὸς ᾖ, πάντως οὗτός ἐστι καὶ φιλόσοφος. οὐδὲ γὰρ οὐδ’ ὅτι πρὸς τὸ χρῆσθαι καλῶς τῇ τέχνῃ φιλοσοφίας δεῖ τοῖς ἰατροῖς, ἀποδείξεως ἡγοῦμαί τινος χρῄζειν, ἑωρακότας γε πολλάκις, ὡς φαρμακεῖς εἰσιν, οὐκ ἰατροί· καὶ χρῶνται τῇ τέχνῃ πρὸς τοὐναντίον, ἢ πέφυκεν, οἱ φιλοχρήματοι.

πότερον οὖν ὑπὲρ ὀνομάτων ἔτι διενεχθήσῃ καὶ ληρήσεις

62
ἐρίζων ἐγκρατῆ μὲν, καὶ σώφρονα, καὶ χρημάτων κρείττονα, καὶ δίκαιον ἄξιον εἶναι τὸν ἰατρὸν, οὐ μὴν φιλόσοφόν γε, καὶ φύσιν γιγνώσκειν τῶν σωμάτων, καὶ ἐνεργείας ὀργάνων, καὶ χρείας μορίων, καὶ διαφορὰς νοσημάτων, καὶ θεραπειῶν ἐνδείξεις, οὐ μὴν ἠσκῆσθαί γε κατὰ τὴν λογικὴν θεωρίαν, ἢ τὰ πράγματα συγχωρήσας, ὑπὲρ ὀνομάτων αἰδεσθήσῃ διαφέρεσθαι; καὶ μὴν ὀψὲ μέν· ἄμεινον δὲ νῦν γοῦν σωφρονήσαντά σε, μήδ’ ἢ καθάπερ κολοιὸν ἢ κόρακα περὶ φωνῶν ζυγομαχεῖν, ἀλλ’ αὐτὴν τῶν πραγμάτων σπουδάζειν τὴν ἀλήθειαν. οὐ γὰρ δὴ τοῦτό γ’ ἂν ἔχοις εἰπεῖν, ὡς ὑφάντης μέν τις, ἢ σκυτοτόμος ἀγαθὸς ἄνευ μαθήσεώς τε καὶ ἀσκήσεως οὐκ ἄν ποτε γένοιτο, δίκαιος δέ τις, ἢ σώφρων, ἢ ἀποδεικτικὸς, ἢ δεινὸς περὶ φύσιν ἐξαιφνίδιον ἀναφανήσεται, μήτε διδασκάλοις χρησάμενος, μήτ’ αὐτὸς ἐπασκήσας ἑαυτόν. εἰ τοίνυν καὶ τοῦτ’ ἀναίσχυντον, καὶ θάτερον οὐ περὶ πραγμάτων ἐστὶν, ἀλλ’ ὑπὲρ ὀνομάτων ἐρίζοντος, φιλοσοφητέον ἡμῖν ἐστι πρότερον, εἴπερ Ἱπποκράτους
63
ἀληθῶς ἐσμεν ζηλωταί· κᾂν τοῦτο ποιῶμεν, οὐδὲν κωλύει μὴ παραπλησίους, ἀλλὰ καὶ βελτίους αὐτοῦ γενέσθαι, μανθάνοντας μὲν, ὅσα καλῶς ἐκείνῳ γέγραπται, τὰ λείποντα δ’ αὐτοὺς ἐξευρίσκοντας.