Epistulae

Themistocles

Themistocles Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τῶν κρατήρων μοι τῶν ἀργυρῶν τοὺς μεγίστους τέσσαρας καὶ τῶν θυμιατηρίων τῶν χρυσῶν, ἐφ’ οἷς ἐπιγέγραπται τὰ Ἀσσύρια τὰ παλαιὰ γράμματα, οὐχ ἃ Δαρεῖος ὁ πατὴρ Ξέρξου Πέρσαις ἔναγχος ἔγραψε, θώρακάς τε σιδηροῦς ἐκείνων, ὧν ἔδειξάς μοι, τῶν παρὰ Ἀδμήτου τοὺς ἡμίσεις ἀπόπεμψον, μὴ βραδέως μέντοι μηδὲ εἰκαίως, μηδὲ ἐκ Κορίνθου ἐνθέμενος, ἀλλὰ τάχιστα ἀποστείλας καὶ κάλλιστα πιστεύσας καὶ πάντοθεν μᾶλλον ἢ Κεγχρέαθεν ἀναγομένῳ τοὺς κομίζοντας ἐπιβήσας σκάφει. ἔρρωσο.