Epistulae

Themistocles

Themistocles Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τὴν μὲν ἔχθραν ἡμῶν τὸ ἀνόμοιον τῆς τύχης ἤδη λέλυκε καὶ ἀσθένεια ἣ ἐγχορεύει φυγάσι, σὺ δὲ τοῦτο καὶ ὑπερῆρας, ὦ Ἀριστείδη, καὶ εὐεργεσίας κατήρξω παρ’ ἐλπίδας εἰς ἀτυχοῦντας ἡμᾶς, καὶ οὐδὲ τοῦθ’ ἡμῖν ἐνέλιπεν εἰς τὸ μηδὲν ὦν προσεδοκήσαμεν γεγονέναι. καί σοι οὐδὲν ἀπόλωλε τῆς ἐπὶ τούτοις χάριτος· καὶ εἰ μὴ κατορθῶσαι ἴσχυσας, ἀλλὰ καὶ πλείονος ἀρετῆς ἐξ οὗ προθυμίας εισϋπερεδει αὐτὴν ἐσώθημεν ᾐσθήμεθα ὅτι καὶ πρὸς οὕτως ἔχοντας Ἀθηναίους ἐμαχέσω. περὶ δὲ τῆς φερούσης ἡμᾶς νῦν φυγῆς, ὡς ἀντὶ μειζόνων αὐτῆς κακῶν κακόν γε καὶ αὐτὴν οὖσαν ᾑρήμεθα, πῶς οὐχὶ καὶ σοὶ ταὐτὰ δόξει; αὖθις καὶ Πολύγνωτος ἐπέστειλεν ἡμῖν· καὶ αὐτὸς γὰρ τὸ φεύγειν κατὰ τάχος ὡς ἀπὸ τιμωρίας ἑτοίμης παρεκελεύετο. καὶ οὐκ ἐδόκει μοι τούτου οὐκ ἂν γενομένου εἰ μένοιμεν ἁμαρτάνειν. Ἀθηναῖοι γὰρ ἦγον ἐπὶ τὸ κοινὸν δικαστήριον τῶν Ἑλλήνων, ὅπου πολὺ πλέον γε τὸ Δωρικὸν τοῦ Ἰωνικοῦ. καὶ τὸ μὲν πλέον ἔμελλεν ἐναντίον γίγνεσθαι, τὸ δὲ ἔλασσον ἀνωφελές, καὶ αὐτὸ δὲ οὐ φίλον ἦν τὸ ὑπηργμένον. ὥστε εἰκότως ἂν ἡμᾶς τὸ ἄλλο ἅπαν δέξαιτο ἀνθρώπων γένος, εἴτε βαρβάρων εἶτε Ἑλλήνων τύχοι, παρ’ οἷς δυνήσεται ἡμᾶς καὶ ταῦτ’, ἐφ’ οἷς διωκόμεθα, ὠφελεῖν.