Epistulae
Themistocles
Themistocles Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Ἧσσον, ὦ Αὐτόλυκε, παρηγορεῖν ἄν σε βουλοίμην ἡμᾶς ἢ τἀληθῆ λέγειν, σὺ δὲ ἐπιστέλλων σφόδρα ἤδη μεταμέλειν Ἀθηναίοις τῆς ἡμετέρας φυγῆς παρηγορεῖν ἔμοιγε δοκεῖς μᾶλλον ἢ τἀληθῆ λέγειν. οἵ τε γὰρ τὸ πλῆθος δι’ ἡμὰς διαβάλλοντες ἔτι ἰσχύουσι, καὶ καιρὸς οὐδεὶς καταλαμβάνει, ἐν ᾧ ἀχρεῖοι ἂν ἐν τῇ πόλει οἱ κακοὶ εἶεν καὶ ἅμα αἴσθησιν παρέχοντες ὅτι κατειργάσαντο τοὺς ἀμείνους ἐκπεσεῖν, ἀλλὰ νῦν τῇ κοινῇ εὐπραγίᾳ ἐπικαλυπτόμενοι ἀφανέστερον ἔχουσι τὸ ἀχρεῖον. καὶ μενέτω τὰ ἀποκρύπτοντα αὐτούς, ἐφ’ ᾧ τε καὶ ἡ πόλις εὐπραγήσει. ἡ γὰρ ἂν ἡμᾶς ἐπιεικῶς τὰ ἐν Ἀθήναις ἀγαθὰ καὶ δι’ ἀκοῆς εὐφραίνοι, καὶ εἰ δοκεῖ μὴ ὑπὲρ ἡμῶν εἶναι ἐπιδεδωκέναι αὐτὰ ἐξ ὅτου ἐφύγομεν· ἴσως γὰρ ἤδη καὶ ταῦτα ταῖς ἡμετέραις
ἕπεται ἀρχαῖς καὶ εὖ κατασταθέντα εὖ προχωρεῖ, καὶ ἡμεῖς ἴσως ἂν ἑαυτοὺς δικαίως αἰτιῴμεθα ἀνοίξαντας ὁδὸν τοῖς πράγμασιν εὐρεῖαν, δι’ ἧς ἂν οὐκέτι χρῄζοι τοῦ ἄγοντος· σὺ δ’, ὦ Αὐτόλυκε, μὴ ὡς αὐτὸς ἐθέλεις μεταμέλεσθαι Ἀθηναίους, ἀλλ’ ὡς αὐτοὶ ἔχουσιν ἐπίστελλε ἡμῖν, ἔχουσι δ’, οἶμαι, καθὰ ἂν αὐτοὺς τρέπωσιν οἱ ἀεὶ παρόντες, οἳ φανερώτεροι ἂν ἦσαν τῆς κακίας μὴ φυγόντων ἡμῶν.