Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τί δήποτε θαυμάζοντές με τῶν τρόπων ὡς δειναῖς χρώμενον αἰκίαις πρὸς τοὺς ἐπιχειροῦντας ἐξ ὑμῶν κατ’ ἐμοῦ τῷ τοιούτῳ οὐκ ἐκπέπληχθε, ἀλλὰ τὰς μὲν τύχας ὀλοφύρεσθε τῶν τιμωρηθέντων, συμβούλους δ’ αὐτοὺς οὐ ποιεῖσθε μὴ ἀδικεῖν Φάλαριν; ἄμεινον μὲν οὖν κἀμοὶ ἦν μὴ καθίστασθαι εἰς τοιαύτης ἀμύνης ἀνάγκην, λυσιτελέστερον δὲ ὑμῖν τὸ μὴ χρῆσθαι τῇ προπετείᾳ κατὰ πάντα, ἔπειτά τε ἐμοὶ ὁ τρόπος εὐνοουμένῳ, τί ποτ’ ἂν ἐπράξατε, εἰ μὴ τοιοῦτος ἐγενόμην ἔγωγε περὶ τὰς τιμωρίας, ὁπότε μηδὲν ἐλπίζοντες πείσεσθαι μέτριον παραβάλλεσθε, ἔστιν οὖν ἐμὲ παῦσαι τῆς ὠμότητος, ἐὰν αὐτοὶ πρότερον παύσησθε ἀδικίας.