Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐ παύσῃ τῆς ἀβουλίας, ἀμαθέστατε Λυσῖνε, οὐδὲ

φείσῃ σεαυτοῦ τριάκοντα ἔτη γεγονώς, βαρυτέρους ἐχθροὺς ἢ δυνήσῃ μετὰ πολλῶν ἄλλων τοιούτων φέρειν ποιούμενος, ἀλλ’ ἔπη καὶ τραγῳδίας εἰς ἐμὲ γράφεις ὡς ἀνιασόμενον; τὰ δ’ ἀποτελέσματά σοι δεινότερα πάσης τραγῳδίας φυλάξῃ μὴ γενέσθαι.