Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀπελύσαμεν Στησίχορον, ὦ Ἱμεραῖοι, παρέντες αὐτῷ τῶν πεπολιτευμένων πρὸς ἡμᾶς τὰς αἰτίας, οὐ δι’ ὑμᾶς ἀξιοῦντας, ὡς ὑμῶν γε ἕνεκα κἂν ἀπωλώλει πολλάκις οὐχ ἅπαξ, ἀλλὰ ταῖς θεαῖς αὐτὸν ἀφήκαμεν, αἷς ἐστὶ κατάσχετος, καὶ ὅσοι ἔχουσι τὴν Ἱμερίδα γῆν θεοί τε καὶ ἥρωες· οὐδὲν γὰρ ἔχω ἐκείνοις ἐγκαλεῖν, εἰ καὶ ὑμῖν πάνυ πολλά. καὶ αὐτοὶ δὲ ὑμεῖς ἴστε, οἷα ἐπεχείρησε ποιῆσαι κακά. ἀλλ’ ᾐδέσθην ἱερὸν ἄνδρα καὶ κατὰ σοφίαν εὐκλεᾶ καὶ ταῖς Μούσαις ὡς ἀληθῶς καταπεπιστευμένον συγκατατάξαι τῷ πόρνῳ καὶ βδελυρῷ Κόνωνι καὶ βιάσασθαι ἀποθανεῖν, ὡς εἴθε γε καὶ τὴν μοῖραν ἐπέχειν τῶν τοιούτων ἐνῆν. καὶ ὑμῖν δὲ ἐπισκήπτω λιπαρῶς ὡς οἷόν τε, ὦ Ἱμεραῖοι, μὴ κατασύρειν αὐτόν εἰς ἐκμελῆ ἐσχάτων αὐτοῦ πολιτευμάτων.

(2) καὶ γὰρ οὐδὲ αὐτὸς ἑκὼν εἶναι παραδίδωσιν ἑαυτόν, ὡς πυνθάνομαι παρὰ τῶν εἰς Ἄλαισαν ἀφικνουμένων, ἀλλ’ ἥττων ὢν τῆς ὑμετέρας ἀγνωμοσύνης καὶ βίας. παύσασθε οὖν βιαζόμενοι αὐτὸν καὶ χρῆσθε τοῖς ἐπιτηδειοτέροις, Στησίχορον δὲ ἄνετον εἶναι καὶ σχολάζειν τῇ λύρᾳ τῇ ἑαυτοῦ ἄφετε καὶ μὴ ὁμοίους ἐμοὶ ἐχθροὺς αὐτῷ κατασκευάζετε, οὐχ ὁμοίως ἴσως αὐτῷ προσοισομένους. εἰ δὲ δεῖσθε πάντως τῶν πρὸς ἡμᾶς πολιτευομένων,

προχειρίσασθε τοιούτους ἑτέρους ἐξ ὑμῶν τινάς, οὓς ἐγὼ λαβὼν, ὡς ἂν ἐμοὶ φίλον ᾖ καὶ ἐμῇ ψυχῇ κεχαρισμένον, μετ’ οὐδεμιᾶς δεισιδαιμονίας καταχρήσομαι.