Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀκούω σε καὶ εἰς Ἀλούντιον παρεληλυθέναι καὶ εἰς Ἄλαισαν καὶ χρήματα ἀγείρειν καὶ στρατιώτας παραλαμβάνειν πέμποντα κατὰ τὰς πόλεις, καὶ ταῦτα συντάττειν ἐφ’ ἡμᾶς. οὐκ ἄρ’, ὦ Στησίχορε, παύσῃ τῆς ἀκρασίας τοῦ πολιτεύεσθαι τηλικοῦτος ὤν; οὐδὲ αἰσχύνῃ τὰς θεάς, ὧν ζηλωτὴς μὲν εἶναι καλλωπίζῃ, λυμαίνῃ δ’ αὐτὰς ἐν οἷς πολιτεύῃ πρὸς ἄνδρας ἀμείνους; οὐδ’ ἐλεεῖς τοὺς παῖδας οὐ πολὺ ἀποδέοντας ἄνδρας εἶναι ἤδη, ἀλλὰ προπετὴς εἶ ἀκμήν, μέλλων αὐτοῖς ἐχθρὸν ἐπιτειχίσειν οὕτω βαρύν, ὃς αὐτοὺς ἐκτρίψει πίτυος δίκην; καὶ τοὺς μὲν τῶν Ἀχαιῶν νόστους πυνθάνομαί σε συγγράφειν καί τισι τῶν ἡρώων ἐκείνων ἀβουλίαν ἐπιτιμᾶν ἱκανῶς· ὅπως δ’ αὐτὸς ἀπονοστήσεις ἀπαθὴς ἐξ Ἀλαίσης εἰς Ἱμέραν οὐδὲν φροντίζεις. ἀλλ’ εὖ ἴσθι, ὅτι μένουσί σε καὶ Καφηρίδες πέτραι καὶ Πλαγκταὶ καὶ Χάρυβδις [καὶ ὁ ναύπλιος στόλος], καὶ οὐκ ἂν ἐκφύγοις ὅλως τὰς ἐμὰς χεῖρας, οὐδ’ ἂν εἰ θεῶν σέ τις καθ’ ὑμᾶς τοὺς ποιητὰς ἀιστώσειεν.