Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τῆς μὲν εὐτυχίας ὡς μάλιστα συνήσθημεν ἀκούσαντες, εἰ καὶ σφόδρα σοι βουλομένῳ υἱὸν ποιήσασθαι θυγάτηρ ἐγένετο. καὶ νομίζομεν αὐτὴν τοσοῦτον ποθεινοτέραν γενέσθαι σοι, καθ’ ὅσον ἀνθ’ υἱοῦ γέγονε· πέφυκε γὰρ θυγάτηρ μᾶλλον ἀρρένων παίδων περὶ πλείστου ποιεῖσθαι γονέας. τὰς δὲ δωρεὰς τὰς παρ’ ἡμῶν τότε ἂν ἀσμένως δόξειας λαμβάνειν, ὅταν μὴ μόνον ἃ πέμπομεν προθύμως ἀποδέχῃ, ἀλλὰ καὶ ὧν δεῖ σοι ἀγνοούντων ἡμῶν ἐπιστέλλῃς. δεῖ δέ σοι καὶ πλειόνων ἤδη νυνὶ καὶ πολυτελεστέρων διὰ τὴν θυγατέρα.