Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Νενίκηκα τῷ πολέμῳ Λεοντίνους. ἵνα δὲ τῇ λύπῃ διαρκέσῃς καὶ μὴ πάντων ἀθρόως ἀκούσας ἀποκαρτερήσῃς, οὐκ ἔγραψά σοι περὶ τῶν ὅλων, ὅτι καὶ Ταυρομενείτας καὶ Ζαγκλαίους συμμαχήσαντας αὐτοῖς καὶ αὐτοὺς εἰς τέλος νενίκηκα, οὐδ’ ὅτι λαβὼν ὑπὲρ τῆς ἀφέσεως τῶν ἑαλωκότων τάλαντα ἑκατὸν ἀπελύτρωσα τοὺς αἰχμαλώτους. οὐ γὰρ ἐβουλόμην διὰ τὴν ὑπερβάλλουσαν τῶν εὐτυχημένων μοι προσαγγελίαν ἀπολουμένου σου τὸν οὐκ ὀρθῶς ὄντα δοκεῖν ἄνθρωπον ἀνῃρηκέναι.