Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(2) ἐὰν δὲ τὰ μὲν τῆς πόλεως χαρίζησθε τοῖς νοσφιζομένοις ὡς περιουσιάζοντες, τὰ δὲ τῶν δεδανεικότων ἀποστερῆτε διὰ τοὺς δημαγωγοὺς ὡς ἀπορούμενοι, πρῶτον μέν, ὃ καὶ μεῖζόν ἐστιν, ἀδικήσετε μηδενὸς ὑμῖν ἀδικεῖν ἐπιτρέψοντος, ἔπειτα πολλῷ δικαιότερόν ἐστιν ἃ παρίησιν ὁ δεδανεικὼς ὑμῶν ἔχειν οὐ δυναμένων διὰ τοὺς ἀφαιρουμένους, κομίσασθαι τὸν δεδανεικότα, ἢ Φαλάριδος ἐπ’ ὀνόματι δωρεᾶς χρεωκοπηθέντος Περίανδρον ἀδεῶς κεκερδακέναι τὰ τοῦ παρεικότος. ὥσθ’ ὑμῖν πάρεστιν ἢ σὺν τῷ σῶσαι τὰ σφέτερα κυρίαν ἔχειν καὶ τὴν ἀπ’ ἐμοῦ χάριν, ἢ μετὰ τῆς τῶν ἰδίων χρημάτων ἀπωλείας πραχθῆναι καὶ τὰ παρειμένα.