Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Νικοκλῆς ὁ Συρακούσιος (οὐκ ἀγνοεῖς δ’ ἴσως ὃν λέγω, διὰ γὰρ ἐπιφάνειαν οἰκείαν οὐκ ἔστι τῶν ἀγνοηθῆναι δυναμένων ὑπὸ Στησιχόρου) γυναικὸς ἀποθανούσης αὐτῷ μέγα προσφάτως καὶ περιττὸν περιτέθειται πένθος. εἰκότως· ἔτυχε γὰρ τὴν αὐτὴν ταύτην ἀδελφιδῆν ἔχων καὶ γυναῖκα. οὗτος ὁ Νικοκλῆς (ᾒδει γάρ, ὡς ἔοικεν, ὅσοις πρὸς ἀλλήλους κεχρήμεθα πόθοις) πέμψας πρός με Kλεόνικον τὸν ἀδελφὸν αὑτοῦ ἠξίου ὅπως σου δεηθείην ἔπαινον ἐν ποιήσει διαθέσθαι περὶ τῆς ἀνθρώπου. καὶ γάρ, ὡς πυνθάνομαι Συρακουσίων, πᾶσάν τε τὴν ἄλλην ἀρετήν, πρὸς δὲ καὶ τὴν ἀνωτάτω σωφροσύνην αὐτῇ μαρτυρούντων, οὐκ ἔστιν ἀνάξιος ὑπὸ τοῦ σοῦ στόματος ὑμνηθῆναι.

(2) πεφύλαξαι μὲν οὖν γράφειν εἰς τοὺς κατὰ σεαυτὸν ἀνθρώπους, ἵνα μὴ δόξῃ σού τις ὠνίαν εἶναι τὴν ποίησιν· ἔστι δὲ Κλεαρίστη, φιλότης, οὐδὲ αὐτὴ καθ’ ἡμᾶς, εἰς τὸ χρεὼν ἀπηλλαγμένη. μὴ δὴ τὸ σύνηθές σου τῆς γνώμης προβαλλόμενος ἀποστραφῇς μου τὴν δέησιν· οὐδὲ γὰρ εἰκὸς ἀτυχῆσαι παρὰ Στησιχόρου Φάλαριν αἰτησάμενον, οὐχ ὅτι χάριτας ὀφείλεις ὑπέρ ἀλλ’ ὅτι τὴν πεπιστευμένην δόξαν ἀξιοῦμεν ὑπὸ σοῦ βεβαιωθῆναι. δὸς δή μοι προφανῶς χάριν τῆς σαυτοῦ φύσεως ἀφθόνως, αἰτουμένῳ μὲν ἃ δώσεις εἰς ἐμαυτόν, ληψομένῳ δὲ εἰς φίλον.

(3) λοιπόν, εἴγε νένευκας ἐπὶ τὴν χάριν, Κλεαρίστην γράφε Συρακουσίαν τὸ γένος, Ἐχεκρατίδου πατρός, ἀδελφιδῆν οὗ γεγράφαμεν καὶ γυναῖκα, ἑκκαίδεκα συνεζηκυῖαν ἔτη, τριακοστὸν δὲ ζήσασαν, δυοῖν παίδων μητέρα, τεθνηκυῖαν δὲ ἐκ διαφθορᾶς. τὰ μὲν κεφάλαια τῶν ὑποθηκῶν ταῦτα, ἐπιπνευσθείης δὲ εἰς τὰ κατὰ μέρος τῆς γραφῆς ὑφ’ ὧν κατέχῃ θεῶν, καί σου τὴν ἱερὰν καὶ ὑμνοπόλον κεφαλὴν ἡ Μουσῶν συγγένεια κοσμήσειεν ἄλλαις τε ὑμνῳδίαις καὶ τῇ νῦν ὑφ’ ἡμῶν εἰς Κλεαρίστην ἐπεσταλμένῃ.