Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Καὶ σὲ καὶ πάντας Ἱμεραίους, μᾶλλον δὲ τοὺς πλείστους Σικελιωτῶν οἴομαι γινώσκειν τοῦτο, ὅτι τῆς ἐν Ἱμέρᾳ συντεθείσης κατ’ ἐμοῦ ἐπιβουλῆς δικαιότερος ὢν τῶν ἐγχειρούντων περιεγενόμην. οὐ γὰρ δήπου φαῦλος ἂν κριτὴς τῶν ἐν τῷ σφετέρῳ τεμένει τολμωμένων ὁ Ζεὺς ἐγένετο, ὥστε τοὺς δίκαιόν τι πράξαντας ἐν ἱερῷ ὡς ἀδικοῦντας ὑποχειρίους παραδοῦναι τῷ προσηκόντως ἂν ὑπ’ αὐτῶν ἀπολομένῳ. ταῦτα μὲν οὖν οὐδεὶς ἂν ἄλλως ὑπολάβοι, Στησίχορον δὲ πυνθανόμενος ἀνιᾶσθαι, διότι τῆς ἐπιβουλῆς τὴν αἰτίαν εἰς τὰς ἐκείνου ποιήσεις οἱ περὶ Εὔβουλον ἀνέφερον, οὐκ ἂν βουλοίμην ὡς ἐμοῦ ταῦτα πεπεισμένου δυσ- χεραίνειν. εἰ γὰρ τοῖς τούτου ποιήμασι προσεῖχον, ὥς φασιν αὐτοί, οὐ πονηρίας ἂν ἀπεγνωσμένης, ἀλλὰ χρηστότητος ὑπερβαλλούσης ἔπαθλον ἤραντο.