Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀπέλυσα διὰ σὲ Κάλλαισχρον οὕτως ἐπιβουλεύ- σαντά μοι περιφανῶς, ὡς μὴ μόνον ὁμολογῆσαι τὴν ἐπίθεσιν, ἀλλὰ καὶ τοὺς συνωμότας μηνῦσαι, προσ- θεῖναι δὲ τῇ μηνύσει καὶ τὸν τόπον ἐν ᾧ καὶ πότε καὶ πῶς ἔμελλον ἐπιχειρήσειν. ἀλλ’ ἦν ἀμνήμονος ὡς ἀληθῶς ἀνδρὸς μὴ χαρίσασθαι σωτηρίαν ἀνθρώπῳ τῷ ταύτην δεδωρημένῳ. ἅμα δὲ ἐλογιζόμην, ὅτι κἀμοῦ μὲν ἦν τὸ δοῦναι τὴν τοιαύτην χάριν ἰατρῷ σεσωκότι, πρὸ πολλοῦ δὲ σοὶ τὸ λαβεῖν πρεπωδέστερον τῷ τῆς ἰατρικῆς προστατοῦντι καὶ πάντας σώζοντι τοὺς δεηθέντας. ἴστω μέντοι τὸ παράλογον Κάλλαισχρος, ὅτι ζωῆς παρὰ σοῦ χάριν εἴληφεν ἑτέρου ζωὴν οὐ δικαίως ἀφελόμενος. ἀφῄρηται μὲν γὰρ οὐ μελλήσας, ἄλλως δὲ ἠτύχηκεν.