Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐκ οἶδα τί σου μᾶλλον ἄν τις θαυμάσειεν, ὦ λύκλειτε, τὴν ἰσχὺν τῆς ἰατρικῆς ἢ τὴν τοῦ τρόπου πίστιν· ἡ μὲν γὰρ ἰσχὺς τυραννοκτόνον νενίκηκε πάθος, ὁ δὲ τρόπος τιμὰς τυραννοκτόνους. δι’ ἀμφοτέρων δὲ τούτων ἡ σὴ δικαιοσύνη δραμοῦσα τὸν δυσὶ κινδύνοις ἀναιρούμενον, ἀφύκτου τε νόσου προσβολῇ καὶ τιμαῖς πολεμίων, περιεσώσατο. μόνῳ γὰρ σοὶ παρῆν κτείναντός με τοῦ πάθους μηδὲν ἀπὸ τῆς τέχνης ἀντι- πράξαντι τετυραννοκτονηκέναι δοκεῖν, καὶ μὴ κτείναν- τος πᾶν τὸ δοθὲν ἑτοίμως ὡς ἐπὶ σωτηρίᾳ μου βόντος ἂν διαφθεῖραι. ἦν δὲ καὶ τὸ δόξαι διαφθεῖραι πρὸς τὸ τυχεῖν τῶν ὁμοίων τιμῶν. ἀλλ’ οὐ γὰρ ἐβουλήθης κέρδος ἄδικον ἀντὶ δόξης δικαίας ἑλέσθαι· ἴσως γὰρ οὐδ’ εἶχεν ὁ παραδούς σοι καιρὸς ἐμὲ διὰ τὴν νόσον τυραννοκτονίας εὐσεβοῦς τύπον.

(2) ἐγὼ μὲν οὖν, ἐπὶ σοὶ γενόμενον ὅ τι βούλοιό μοι χρῆσθαι, τὰς ἀξίας χάριτας οὐκ ἔχων τοσαύτης ἀρετῆς ἀποδοῦναι τοῦθ’ ἒν οἶδα, ὅτι τοῦ κτίσαντος θεοῦ τὴν τέχνην ἄξια φρονεῖν ἐπαιδεύθης· ὅμως δὲ σὺν τοῖς τῆς ἰατρικῆς καὶ τοῖς τῆς πίστεως ἐπαίνοις ἀπέσταλκά σοι τῆς ἐμαυτοῦ ψυχῆς χαριστήρια, φιάλας ἀπέφθου χρυσοῦ τέσσαρας καὶ κρατῆρας ἀργυροῦς οὐ τῆς καθ’ ἡμᾶς τέχνης δύο καὶ ποτηρίων Θηρικλείων ζεύγη δέκα καὶ παῖδας ἀφθόρους εἴκοσι καὶ ἀργυρίου μυριάδας Ἀττι- κὰς πέντε. γέγραφα δὲ καὶ Τεύκρῳ τῷ ἐπὶ τῆς διοι- κήσεως διδόναι σοι σύνταξιν, ὅσην λαμβάνουσιν οἵ τε ναύαρχοι καὶ οἱ ταξίαρχοι καὶ δὴ καὶ οἱ σωματοφύλακες, φύλακες, μικρὰν ἀμοιβὴν ἀντὶ μεγάλης εὐεργεσίας. προσκείσθω δὲ τῷ καταδεεστέρῳ τῆς εὐχαριστίας τὸ προσομολογεῖν, ἴσην ἀμοιβὴν οὐκ ἔχειν ἀποδοῦναι τὸν εὐεργετηθέντα.