Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἰδίᾳ τινὶ χρώμενος γνώμῃ πρὸς πολλοὺς ἤδη τῶν ἐμῶν ἑταίρων διείλεξαι, τοῦτ’ ἴσως διαπραττόμενος ὃ καὶ γέγονεν, εἰς ἐμὲ κομισθῆναι τοὺς λόγους, ὡς οὐκ ἐχρῆν με μετὰ τὸν δημιουργὸν τοῦ ταύρου Περίλαον ἄλλους κατεργάσασθαι τῷ τρόπῳ τῆς αὐτῆς αἰκίας· τὸν γὰρ ἴδιον λύειν ἔπαινον. ἐγὼ δ’ οὔτε τῆς ἐπὶ Περιλάῳ τιμωρίας ἐπαινούμενος ἐπιστρέφομαι (τιμωρὸς γὰρ οὐκ ἐγενόμην ἐπαίνου χάριν ), οὔτε τῆς ἐπὶ τοῖς ἄλλοις κολάσεως διαβαλλόμενος ἄχθομαι. δόξης γὰρ αἰσχρᾶς ἢ καλῆς ἄμυνα κεχώρισται.