Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Πυνθάνομαί σε χάριν ὁμιλίας ἀνδρῶν ἐπιφανῶν ἐξ Ὑπερβορέων εἰς τοὺς καθ’ ἡμᾶς ἀφῖχθαι τόπους. Πυθαγόρᾳ μὲν οὖν τῷ φιλοσόφῳ καὶ Στησιχόρῳ τῷ ποιητῇ καί τισιν ἄλλοις τῶν ἐλλογίμων Ἑλλήνων συμμεμιχέναι καὶ πολλὰ παρ’ αὐτῶν προσμεμαθηκέναι, ζητεῖν δὲ καὶ πλείοσιν ἱστορίας χάριν ὧν οὐκ οἶσθα ἐντυχεῖν. εἰ μὲν οὖν προκατέσχησαι ταῖς ἐμαῖς διαβολαῖς καὶ πέπεισαι τοιοῦτον εἶναί με, ὁποῖον οἱ διαβάλλοντες εἰσάγουσι, μεταπείθειν οὐ ῥᾴδιον· εἰ δὲ τὸ ἀληθὲς ἐξετάζεσθαι δικαιοῖς παρὰ πᾶσι μὲν ἀνθρώποις, μάλιστα δὲ παρὰ σοφοῖς ἀνδράσιν, ἐλθὲ πρός με συγγενησόμενος, ὥσπερ ἄλλοι πολλοὶ τῶν ἀξίων λόγου. γνώσῃ γὰρ ἐκ πείρας τά τε ἄλλα πάντα παρ’ ἐμοὶ κάλλιον καὶ σεμνότερον, εἰ δὲ δεῖ εἰπεῖν μηδὲν ὀκνήσαντα, καὶ φιλανθρωπότερον ἢ πρὸς τὴν κατέχουσαν φήμην ἐσχηματισμένα καὶ τὸν ταῦτα διέποντα καὶ κοσμοῦντα Φάλαριν οὐδενὸς τῶν σφόδρα ἐπὶ τούτοις θαυμαζομένων δεύτερον.