Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Παύσασθέ μου τοὺς φυγάδας ὑποδοχόμενοι· Φάλαριν

γὰρ οὔτ’ εὖ ποιῶν τις οὔτε κακῶς ἐνίκησε. μάθοιτε δ’ ἂν τὸ τοιοῦτον, εἰ τὰ Μελιταίων καὶ Λεοντίνων ἴδοιτε. τοῖς μὲν γὰρ ἐλευθερίας, Λεοντίνοις δὲ δουλείας παραίτιος ἐγενόμην· τοῖς μέν, ὅτι τριήρη μου κατέδυσαν, Μελιταίοις δέ, ὅτι καταδυομένην ἐβούλοντο σῶσαι.