Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐκ ὀρθῶς ἠρώτησας ἐν Δεοντίνοις ὡς παρόντα με καὶ δυνάμενον ἀποκρίνασθαί σοι, τίς εἰμὶ καὶ τίνων καὶ πόθεν. ἐγὼ γὰρ ὥσπερ ἐμαυτὸν οἶδα Φάλαριν Λεωδάμαντος υἱόν, Ἀστυπαλαιέα τὸ γένος, πατρίδος ἀπεστερημένον, τύραννον Ἀκραγαντίνων, ἔμπειρον πολέμων, ἀπτῶτα μέχρι τοῦ παρόντος, οὕτως οἶδα καὶ Δυκῖνον πόρνον μὲν ἐν παισί, λάγνον δ᾽ ἐν νέοις, μοιχὸν δ᾽ ἐν γυναιξίν, ἀκόλαστον δ᾽ ἐν νόμοις, ἀσελγῆ δ᾽ ἐν ἡδοναῖς, ἀργὸν δ᾽ ἐν εἰρήνη, λιποτάκτην δ᾽ ἐν τολέμῳ, δώσοντά μοι καὶ τῶν δημηγοριῶν καὶ τούτων

ὧν ἐλέγχω σε δίκην, ἐὰν μὴ θᾶττον ἁλῷς, ἀλλ’ οὖν ὅταν ἔκδοτόν σε παραδῶσι Λεοντῖνοι, βουλόμενοι τοῦ πρὸς ἡμᾶς ἀπαλλαγῆναι πολέμου.