Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Συγγνώμην ἔχω σοι τῶν παραινέσεων· τύραννος γὰρ οὐ γεγονὼς τυράννῳ συμβουλεύεις καταθέσθαι τὴν τυραννίδα, θεῶν μὲν οὐδένα μοι διδοὺς ἐγγυητὴν τῆς ἀσφαλείας, ᾧ τάχα ἄν καὶ ἐπείσθην, ἀξιόπιστον δὲ σαυτὸν ἡγούμενος ἀνάδοχον ὑπὲρ τηλικούτου πράγματος, σχεδὸν οὐκ εἰδώς, ὅτι τοῦ κτήσασθαι τὴν τοιαύτην ἀρχὴν ἐπισφαλέστερόν ἐστι τὸ καταθέσθαι. ὥσπερ γὰρ ἰδιώτῃ τοῦ τυραννῆσαι πολλῷ λυσιτελέστερόν ἐστι τὸ μὴ τυραννῆσαι, οὕτω τυράννῳ τοῦ καταθέσθαι τὸ μὴ καταθέσθαι τὴν ἀρχὴν τῆς τυραννίδος. καθόλου δὲ τὸ περὶ τυραννίδος οὕτως ὡς περὶ γενέσεως καὶ ζωῆς ἀνθρώπου φρονητέον· οὔτε γὰρ ἄνθρωπος ἀκούσας πρὸ τῆς ἑαυτοῦ γενέσεως, εἴ πως γένοιτο δυνατόν, ὅσοις μέλλει δυσκόλοις ἐγκυρήσειν παρὰ τὸν βίον, γεννηθῆναι βουληθείη ποτ’ ἄν, οὔτ’ ἰδιώτης ἐσπουδακὼς τυραννῆσαι, προπυθόμενος τὰς ἐν τυραννίδι κακοδαιμονίας, τύραννος ἄν, ἀλλ’ οὐκ ἰδιώτης ἐθελήσειε καταβιῶναι.

(2) οὕτω, Δημότελες, ἀνθρώπῳ τοῦ μὲν γενέσθαι συμφορώτερον ὁρῶ τὸ μὴ γενέσθαι, τοῦ τυραννῆσαι δὲ τὸ μεῖναι μέχρι ζωῆς ἰδιώτην. εἰ μὲν οὖν πρὸ τῆς τυραννίδος τὰ περὶ αὐτῆς μοι διηγησάμενος κακὰ συνεβούλευες, πάντως ἂν ἐπείσθην μὴ τυραννῆσαι, τύραννος δ’ ὢν καὶ διὰ τὴν ἀνάγκην τῆς ἀρχῆς εἰς πολλὰ προπεπτωκὼς οὐχ οἷον ἀνθρώπῳ τινὶ πεισθείην ἂν καταθέσθαι τὴν ταύτης ἐξουσίαν, ἀλλ’ οὐδὲ θεῶν τῷ δυναστεύοντι. καταθέμενον γὰρ τὴν ἀρχὴν οἶδ’ ὅτι δεῖ πολλὰ καὶ δεινὰ παθόντα πρὸς τῶν τυραννηθέντων οὕτω καταστρέψαι τὸν βίον.