Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐκ ἄχθομαι ταῖς διαβολαῖς οὐδὲ ταῖς δόξαις αἷς ἔχουσιν ἐφ’ ἡμῖν οἱ μὴ δικαίως κατηγοροῦντες, καὶ τοῦτο δι’ οὐδὲν ἕτερον πέπονθα ἢ διὰ τὸ γινώσκειν, ὅτι τοῖς μὲν ἄλλοις φύσει κακοῖς, ἐμοὶ δὲ διὰ τὴν καὶ θεῶν πλεῖον ἰσχύουσαν ἀνάγκην τοιούτῳ γενέσθαι συνέβη. διαφέρει δέ, καθ’ ὅσον ἐγὼ μὲν τύραννος ὢν ἐξουσίαν διὰ τὴν ἀρχὴν ἔχων ὁμολογῶ, ὑμεῖς δʼ ἰδιῶται γεγονότες παρʼ ὅσον δεδοίκατε τοὺς νόμους ὁμολογεῖν δέον ἀρνεῖσθε.