Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Αὐθάδεὶα καὶ νεότητος ἀβουλία πολλοὺς ἀνθρώπων ἀπώλεσεν, οἷς ἀμφοτέροις τοῖς πάθεσιν ἴσθι σου τὸν υἱὸν κεχρημένον. ἀδικούμενος δ᾽ ὑπ αὐτοῦ μεγάλα δι᾽ ἃς προείρηκα αἰτίας τὴν ἄμυναν ἐπέσχηκα, σοὶ μᾶλλον βουλόμενος καὶ οὐκ ἐκείνῳ χαρίζεσθαι· μαρτυρῇ γὰρ ὑπὸ πολλῶν ἀρίστην ἐπιείκειαν ἔχων παρὰ σεαυτῷ, διόπερ οὐκ ἐδοκίμαζον δι’ υἱοῦ πονηρίαν λυπεῖν γῆρας πατρὸς οὐδὲν ἀδικήσαντος. ἕνα γὰρ ἔχων παῖδα τοῦτον, εἰ καὶ πάντως φαῦλός ἐστι, δι ᾽ ἐρημίαν ἄλλου διαδόχου στέργεις κακίαν γὰρ υἱοῦ πατρὸς εὔνοια νικᾷ. ἂν μέντοι μὴ παύσηται πλεονάζων, ἀπειθῇ δὲ καὶ τοῖς σοῖς παραγγέλμασι καὶ τοῖς ἐμοῖς λόγοις, μὴ ἀγνοήσῃς ὅτι

καὶ περὶ ἐμαυτοῦ καὶ περὶ σοῦ τὰς πρεπούσας λήψομαι παρ’ αὐτοῦ δίκας. ἵνα δὲ ὅταν ἐπ’ αὐτῷ γἑνηται τῷ κακῷ, μὴ προσποιηθῇ ἠγνοηκέναι τὰ ὑπ’ ἐμοῦ γεγραμμένα πρὸς σέ, καὶ πρὸς αὐτὸν ἐκεῖνον περὶ τῶν αὐτῶν ἐπέσταλκα.