Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἡ Φαλάριδος τυραννὶς τῆς Πυθαγόρου φιλοσοφίας

πλεῖστον ὅσον δοκεῖ κεχωρίσθαι, κωλύει δὲ ὅμως οὐδὲν καὶ τούτων οὕτως ἐχόντων συγγενομένους ἡμᾶς τὴν ἀτρεκῆ διάπειραν ἀλλήλων λαβεῖν· δύναιτο γᾶρ ἂν καὶ τὰ πόρρωθεν διεστῶτα συναγαγεῖν εἰς ταῦτὸν ὁμιλία. ἐγὼ μὲν οὖν ἀκοῇ τὰ περὶ σοῦ πυνθανόμενος ἄριστον ἄνδρα πέπεισμαί σε εἶναι, σὺ δὲ περὶ ἐμοῦ μὴ κρῖνε· ψευδὴς γάρ με δόξα λυπεῖ. οὐ μὴν ἀλλ᾽ ἐμοὶ μὲν οὐκ ἔστιν ἀσφαλὲς ἀφικέσθαι πρὸς σὲ δι᾽ ἥν κατηγοροῦμαι τυραννίδα· ἄνευ μὲν γὰρ ὅπλων καὶ δορυφόρων ἐρχόμενος εὐεπιχείρητος ἔσομαι μεθ᾽ ὅπλων δὲ καὶ φρουρᾶς ὕποπτος, σοὶ δὲ πᾶσα ἀσφάλεια κινδύνων ἀπηλλαγμένῳ καὶ παραγενέσθαι πρός με καὶ μεθ᾽ ἡσυχίας συμβιῶναι.