Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Καί περ ἐμαυτοῦ πλείστην οἶδά σοι χάριν καὶ περὶ τοῦ κοινοῦ παιδός, ὃν ἐπὶ σοὶ κατέλιπον, Ἐρύθεια· περὶ μὲν ἐμαυτοῦ, ὅτι φεύγοντός μου χηρεύειν ὑπέμεινας μᾶλλον ἢ γήμασθαί τινι, πλείστων ἀγαγέσθαι σε βουλομένων, περὶ δὲ τοῦ παιδός, ὅτι σὺ ἀμφότερα καὶ πατὴρ αὐτῷ καὶ μήτηρ ἐγένου, οὔτ’ ἄνδρ’ ἕτερον ἀντὶ Φαλάριδος, οὔθ’ υἱὸν ἀντὶ Παυρόλα προτμήσασα, ἀλλ’ ἀντὶ μὲν ἀνδρὸς δευτέρου τὴν ἐπὶ τῷ πρώτῳ μονὴν ἑλομένη, ἀντὶ δὲ παιδὸς ἄλλου τὸν ὑπὸ τοῦ πρώτου σπαρέντα σώζουσα. τελείωσον οὖν ἀνδρὶ καὶ υἱῷ τὴν ὑπὸ σεαυτῆς αὐτῷ δεδομένην χάριν, ἄχρις ἂν φρονήσας τὰ ἁρμόζοντα τοῖς χρόνοις μήτε πατρὸς ἔτι μήτε μητρὸς προσδέηται. λιπαρῶ δέ σε μετὰ τοσαύτης δεήσεως, οὐχ ὡς ἀπιστῶν μητρὶ περὶ τέκνου καὶ ταῦτα τοιαύτῃ, ἀλλ’ ὡς πατὴρ ὑπὲρ ἑνὸς υἱοῦ φοβούμενος. δύναιο δ’ ἂν ἀπὸ τῶν σεαυτῆς παθῶν καὶ τὸ παρὰ πατέρων ἐπὶ τέκνοις ἐνθυμηθεῖσα δέος συγγνώμης ἀξιοῦν τὸν οὕτως ἐπιστέλλοντά με.