Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐγὼ μὲν οἶμαι καὶ τῆς ἐλευθερίας ἐμαυτὸν αἴτιον ὑμῖν γεγονέναι. ἀλλὰ περὶ μὲν τῆς ἐλευθερίας οὐ μέμφομαι ὑμῖν ἀχαμίστοις οὖσι, τὸ μέντοι ἀργύριον, ὃ ἐδανείσασθε, ἀπόδοτε. καὶ γὰρ αὐτὸς ἐν χρείᾳ εἰμὶ οὐ μετρίᾳ καὶ περιπέμπω χρήματα δανειζόμενος εἰς ἅπασαν Σικελίαν. καὶ ὃ μὲν ἐχαρίσαντο ἡμῖν, ὥσπερ Λεοντῖνοι καὶ Γελῶοι, οἱ δὲ ὑπέσχηνται δανείσειν, ὡς Ὑβλαῖοι καὶ Φιντιεῖς. τί ἂν οὖν πρὸς Διὸς αὐτοὶ ὑπολάβοιτε περὶ αὑτῶν, τηλικαῦτα ἃ δεδάνεισθε μὴ ἀποδιδόντες, ὁπότε ἄλλοι χαρίζονται τὰ αὑτῶν, μηδὲν ὑφ’ ἡμῶν ἀγαθὸν πεπονθότες; εἰ δὲ πύθοιντο οἱ ὑπεσχημένοι χαριεῖσθαι, ὅτι ἀντὶ τοῦ κομίζεσθαι τὰ ὀφειλόμενα τοῖς μηδὲν ὀφείλουσι βαρεῖς ἐσμέν, ἆρ’ ἔτι δώσειν οἴεσθε αὐτούς; ἐγὼ μὲν γὰρ οἶμαι, μηδὲ τοὺς δανείσειν ὑπεσχημένους δανείσειν ἔτι, ἀλλ’ ἐνθυμηθήσεσθαι, ὅτι ὁ μὴ ἀναπρασσόμενος τὰ ἑαυτοῦ παρὰ τῶν ὀφειλόντων οὗτος τοῖς δανείσασιν ἀποτίνειν οὐ βουλήσεται. ταῦτα τοίνυν ἐνθυμηθέντες, εἰ μὴ ἀποτίσετε, αἰδέσθητε· εἰ δὲ μὴ ταῦτα ἀνύσειεν, εὖ ἴστε ὅτι ταχὺ σφόδρα καὶ λόγων κρεῖσσόν τι εὑρήσομεν, ὃ ἐπαναγκάσει ὑμᾶς, εἴπερ οἷόν τε ἐπαναγκαζομένους τὰ δίκαια ποιεῖν ἐστίν.