Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Σὺ περὶ ἡμῶν, ὦ Στησίχορε, μηδὲν μήτε ἐν ᾠδαῖς μήτε ἄλλοθί που λέγε· οὐδὲν γὰρ βούλομαι μᾶλλον ἢ σιωπᾶσθαι τὰ ἡμέτερα. τῶν δ’ ἄλλων φθόνος οὐδείς, ὑπὲρ ὅσων ἂν αὐτός τε κατὰ σαυτὸν ἐθέλῃς κἀπὶ νοῦν ἄγῃ τὸ δαιμόνιον. πολιτείαν δὲ φεῦγε μάλιστα πάντων ἐμὲ ὁρῶν, ὅς, ἡνίκα μακαριστὸς εἶναι ἐδόκουν πᾶσιν, ἐπὶ τούτοις ἐμαυτῷ σύνοιδα μάλιστα ἀνιωμένῳ. εἰ δ’ ἐγώ σοι κατ’ ἐμαυτὸν εἰκότα πάσχειν φαίνομαι μοναρχίας ὀρεχθεὶς ἑκών, ὑπὲρ πατρίδος δέ σοι πολιτευμένῳ καὶ δημοκρατίας οὐδὲν ἀπαντήσεσθαι δυσχερὲς οἴει, τὸ μὲν καθ’ ἡμᾶς ἄφες νῦν, εἰς δὲ σαυτὸν ἀτενὲς βλέψον, ὦ Στησίχορε, καὶ κατανόησον· οὐ γὰρ ὑπὲρ βελτιόνων τις οὐδὲ καθαρωτέραν ὁδὸν σοῦ βαδίσας ἥψατο πολιτείας· ἀλλ’ ὅμως λόγισαι κατὰ σαυτόν, οἷα μὲν πρὸ τούτων ἔπαθες, οἷα δ’ ἐμέλλησας παθεῖν, εἰ μὴ τοιοῦτος ἐχθρὸς ἤμην ἐγώ.

(2) καίτοι καλόν γε, κἂν εὐροῇ τις καὶ κατ’ οὖρον φέρηται παρὰ τῆς τύχης, μὴ πάντα ποιεῖν αὐτὸν ἐπὶ τῇ τύχῃ. καὶ γὰρ σὺ νῦν αὐτὸς οὔτε τύραννο; Ἱμεραίων οὔτε ἐχθρὸς πᾶσιν, ὥσπερ ἡμεῖς, ἀλλ’ ἐν πολίταις καὶ φίλοις, ὡς ἐνόμιζες αὐτός, δι’ οὓς ἐχθροὺς ἔσχες ἡμᾶς, κἀγὼ μὲν οὐκ ἂν τυραννήσας, παρόν μοι νῦν αὐτῶν διὰ σὲ καὶ σοῦ στοχαζόμενος, ἀλλ’ ὅμως λόγισαι κατανοήσας, πόσα ἄττα πέπονθας ὑπ’ αὐτῶν. εἰ δὲ βούλει, τὸν ὑπὸ τῶν πολιτῶν ἀγαθὰ μὲν πλεῖστα πεπονθότα, κακὸν δὲ μηδέν, μηδὲ μὴν ἀχαριστηθέντα, καθάπερ σύ, σκέψαι καὶ μάθοις ἄν, ὡς ἀνὴρ ἐκεῖνος, ὅστις τῶν

κοινῶν ἀφέμενος τῶν ἰδίων προέστηκε καὶ ὃς οὐκ ἄλλο τι οἴεται τὸ ἑαυτοῦ πράσσειν ἀλλ’ ἢ σκοπεῖν ὅπως μάλιστα ἠσθήσεται.