Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τὸ ἔλαιον έπἐμψαμεν, εἴ τι νοοῦμεν, οὐ μὰ Δί’ οὐ σοὶ τὸ παρόν, ἀλλὰ θυγατριδῷ σου· καὶ γὰρ αὐτὸ τό μειράκιον ἄξιον ἡμῖν λόγου φαίνεται καὶ τὴν γυμνασιαρχίαν μηδὲν ἧσον Ἀγησιλάου. βουλοίμην δ’ ἂν αὐτὸν ἐκτελέσαι τὸ καθ’ ἡμᾶς μέρος. τὸ δ’ ἀργύριον τὸ παρ’ ἡμῶν, ὃ μὴ σὺ κομίζειν ἐβουλήθης τότε παρών, εἰ μὴ λαβὼν ἔσῃ νῦν γε, προδοσίας, εὖ ἴσθι, πρὸς Ἱμεραίους καταψεύσομαί σου, κἂν ἔτι παραστῇ. χαλεπώτερον δέ σοι οἶμαι καὶ τοῦθ,’ ὅπερ προπέμπειν εἱλόμην. πρόσμενε δή, Στησίχορε, καὶ πρὸς τοῖς ἔπεσι καί, δι’ ἃ σεβαστότερος εἶ πολλῶν καὶ θαυμασιώτερος, τὰ ἐπιτηδεύματα ταῦτα καὶ στέργε καὶ τίμα, τὰ ἄλλα προέμενος, ἐν οἷς ποτ’ ἂν κατ’ ἄκραν εὐδοκιμῇς, ὅμοιος τοῖς πονηροτάτοις ἔσῃ.