Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐπεστείλαμεν Στησιχόρῳ, ὡς ἠξίους, περὶ τοῦ ἐλεγείου, καὶ τὸν τρόπον ὑπεθέμεθα ὡς χρὴ γράφειν, ὃ δ’ ἄσμενος ἡμῖν τῆς ἑαυτοῦ φύσεως ἐπιδώσειν ὑπέσχετο, παραμυθίαν ἴσως ἡγούμενος ἔσεσθαί σοι τοῦ πένθους τὴν σοφίαν. ἡ μὲν οὖν συμφορὰ δυσπαρηγόρητος καὶ βαρυτέρα ἢ ὥστε λόγοις ἐπικουφισθῆναι, ἐπεὶ διττοῖς ᾠκειωμένος ὀνόμασιν ἑνὶ χρόνῳ περὶ ἑκατέρου ἀνιᾷ. ἀδελφιδῆς τε γὰρ ὁμομητρίας καὶ γυναικὸς ἀγαθῆς ἀπενοσφίσθης, κάλλει μὲν ἐξοχωτάτης, σωφροσύνῃ δὲ οὐδὲ εἰς δευτερεῖον γυναικὶ μεθ’ ἑαυτὴν ἐώσης τόπον. ὡς ἐκπέπληγας καὶ πανταχόθεν ἀπέγνωκας σεαυτοῦ, καὶ τὰς ὀλοφύρσεις οὐ μεταποιούμενος καὶ τοῦ σώζεσθαι προσποιῇ. χρὴ δὲ μὴ βαρύτερον φέρειν τὴν τύχην· οὐ γὰρ ἀρετῆς τοῦτό γʼ ἄξιον, εἰ πρὸς τὸ πένθος ἀπαλλάξεις σαυτὸν καὶ χρήσῃ ἀνηκέστῳ συμφορᾷ.

(2) ἀλλ’ ἄγε, ὦ Νικόκλεις, μικρὸν ἀπὸ τῆς ἀνίας μεταστραφεὶς σκέψαι τὸν ταλαίπωρον ἀνθρώπων βίον, οἵᾳ καθήρμοσται τάξει. γεννᾶται ἕκαστος ἡμῶν ἐπὶ μυρίοις κακοῖς, καὶ ταῦθ’ ὅταν ἀνύσῃ, τῆς τοῦ ταλαιπωρεῖν ἀνεπαύσατο ἐπιδημίας. τερπνὸν δὲ ἡγούμεθα τὸν βίον τοιοῦτον ὄντα, παρ’ ὅσον οὐδὲν θανάτου πείσεσθαι κάκιον ἠλπίκαμεν, καὶ τὸν τελευτήσαντα οἰκτιζόμενοι, ὅστις πρῶτος ἄπεισιν, οὐκ ἄπωθεν ἑπόμενοι τούτῳ λελήθαμεν ἑαυτοῖς ἐπιρριπτοῦντες τὰ δάκρυα. αὕτη δίκη ἀνθρώπων, Νικόκλεις, καὶ ἐπὶ τοιούτῳ τέλει ἅπαντες ἀνατρεφόμεθα, οὐδ’ ἐστὶν ὅντινα τῶν γενομένων ἕτερον ὑποδέξεται χρῆμα τυραννικώτερον, μοῖρα τοῦτο παντὸς ἀνθρώπου, ὑπ’ οὐδενὸς γοητευόμενον.

(3) ὁρᾷς ἐμὲ τὸν μόναρχον, ὃν πάντες ἄνθρωποι βιαιότατον ἀποφαίνονται; ταύτης, οὐδ’ ἄν με δεινότερον κηρύξωσιν οἱ νῦν ὄντες, οὐκ ἂν περιγενοίμην· οὐδὲν γὰρ τῶν παρ’ ἡμῖν χαλεπῶν ὑποστήσεται, ἀλλ’ ἄπιμεν, ὅταν ἔνι τὸ χρεὼν τελευτῆσαι. εἴθε δ’ ἐπὶ τοιούτῳ ἐτύχομεν μοναρχίας, οὐχ ὅπως ἑαυτῶν ἀπωσώμεθα τοὺς μόρους (ἡμᾶς μὲν γὰρ ἴσως καὶ πρὸ μοίρας ἀξίους φαίη τις ἂν εἶναι ἀπολέσθαι, καὶ πρὸς ταύτην τὴν ἀξίωσιν οὐδ’ αὐτοὶ ἐναντιούμεθα), ἀλλ’ ἵνα τῶν ἐπιεικεστάτων καὶ ὡς ἐπὶ μήκιστον ἀξίων ζῆν ἐπέχωμεν τὰ τέλη.

(4) ἐπεὶ δ’ ἐκείνη καθ’ ἡμῶν καὶ οὐχ ἡμεῖς κατ’ ἐκείνης τύραννοι ἀπεδείχθημεν, ἠπίως χρὴ φέρειν οὐ διὰ τοῦτο μόνον, ὅτι εἰς οὐδὲν περαίνονται οἱ γόοι, ἀλλ’ ὅτι καὶ τὸν ἐκείνης δαίμονα, εἴπερ αἴσθοιτό σε οὕτω κατασμυχόμενον, ἀνιᾶσθαι μὲν εἰκός, αὐτὴν δὲ τὴν πλεῖστα μὲν εὐφράνασαν τὸν ἄνδρα, ἡσθεῖσαν ’ ἐφ οἷς ἔχαιρεν ἐκεῖνος, ἄχθεσθαι καὶ ἐν τῷ θανατῳ, ωὐ μὰ τὸν αίᾳ μόνον ὅτι σὺ τοιαύτης ἀπεσφάλης γῳ

ἀλλ’ ὅτι καὶ ἐκείνη τοιούτου ἐστερήθη ἀνδρός. ἐπεὶ τοίνυν οὔτε πρῶτος οὔτε μόνος τοιαύτῃ ἐχρήσω συμφορᾷ, λογίζου τὰ ἀνθρώπινα πράως φέρειν, εἰ καὶ μὴ δι’ ἐμὲ ἑτοίμως πρὸς θάνατον ὑπὸ ποικίλων ἔχοντα συμφορῶν, ἀλλὰ διὰ τὴν ἰσότητα τῆς φύσεως, ὅτι πᾶσι κοινὸν τοῦτο, κἂν σφόδρα περιφόβως ἔχωσί τινες, καὶ τοῖς μὴ λίαν ἀχθομένοις πλεῖστα συμβέβηκεν ἀπολαύειν τοῦ βίου.