Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

ᾘσθόμην ποτέ, ὦ Ἀγέμορτε, ὅπως περὶ τῶν κατ’ ἐμαυτὸν ἐβουλευσάμην. πολλὰ μὲν γὰρ καὶ ἄλλα ἠνίασεν ἡμᾶς ἡ περίβλεπτος αὕτη μοναρχία, περὶ ἧς ὁ ἄβουλος ἐγὼ τοὺς πολλοὺς πόνους καὶ κινδύνους ὑπέστην ἑκών, μεγίστου δ’ ἐν αὐτῇ τούτου κακοῦ ἐπειράθην, εἰ μηδ’ εὖ παθεῖν τις ὑφ’ ἡμῶν ἐπιεικὴς ἀνὴρ βούλεται, ἀλλ’ ἀνάγκη πᾶσα, ἂν δεήσῃ χαρίσασθαί τινι τῶν δεομένων, τοῖς ἐξωλεστάτοις χαρίζεσθαι. οἱ γὰρ ἀγνώμονες ὑμεῖς οὐκ οἶδ’ ὅπως ἀπεστραμμένοι· τί γὰρ ἄλλο ἢ δέδιτε εὖ παθεῖν ὑπ’ ἐμοῦ; ἐπεὶ τίνος ἕνεκεν, τοσούτων ἐμοὶ καὶ συμφοιτητῶν γενομένων καὶ συνεφήβων καὶ φίλων, οὐδὲ εἷς ἀφῖκται τέως ὑμῶν, ἀλλ’ οὐδὲ ὑπέσχηταί τις ἀφίξεσθαι πρὸς ἐμὲ πλὴν Καλλισθένους; καί, εὖ οἶδα γάρ, οὐδ’ ἐκεῖνος ἀφίξεται.

(2) καὶ τοῖς μὲν ἄλλοις ἴσως εἰσί τινες ἀποφυγαὶ τοῦ μὴ δοκεῖν ἀναφανδὸν βδελύττεσθαί μου τὰς δωρεάς, ὅσους ἐλθεῖν γε κατ’ ἀρχὰς ὡς ἐμὲ τοὺς μὲν νόσοι, τοὺς δὲ πατέρες, πολλοὺς δὲ κωλύει τὰ πολιτικά· σὲ δ’ ἐγὼ εὖ εἰδὼς οὐδ’ ἐπεχείρησά πω καλέσαι μέλλων γε μὴ τυγχάνειν, οὐδὲ καλέσαιμ’ ἂν ἔτι τὰ μάλιστα νῦν τήν τε ἀρρωστίαν ἀκούων σου καὶ τοὺς παῖδας, οὓς μετὰ τὸν ἔκπλουν τὸν ἡμέτερον οἴκοθεν ἐπυθόμην ἐκ Πραΰ- λης σοι γεγενῆσθαι. καὶ συνήσθην γε νὴ Δία τοῦ πρὸς πλεῖστον ἀνακείσεσθαι κήδους ἕνεκα καὶ τῆς πολυπαιδίας. τίς οὖν ἀπολείπεταί σοι πρόφασις τοῦ μὴ οὐ δεδιέναι σε δοκεῖν, ὅστις, ὦ θεοί, πέμψαντος ἔναγχος ἐμοῦ σοι οὐ μὰ Δία φόρτον ἐπίφθονον, οἷον ἔμελλεν ὄψεσθαι παραπεμπόμενον μετ’ αὐλῶν καὶ παιάνων πᾶσα ἡ πόλις, ἀλλὰ χρυσίδιον, καὶ τοῦτο νύκτωρ ἀωρὶ παντάπασιν, ὥσπερ τι ἄγος ἢ μίασμα ἰδὼν ἀπότροπον, αὐτόθεν ἀπεστράφης; ἀλλ’ εἰκός· κακοῦ

γὰρ ἀνδρὸς ἦν δῶρα καὶ πεφυρμένου φόνῳ ἀνθρώπων.

(3) ναὶ μεγάλως σχέτλιος εἶ τις καὶ ἀγνώμων τὸν τρόπον, ὦ Ἀγέμορτε, καὶ μέντοι πρὸς ἡμᾶς καὶ ἀνηλεής, ὃς οὐκ οἰκτείρεις με κακοδαίμονα ὄντα καὶ διακείμενον οὕτως, ὥσπερ διάκειμαι νῦν, ἀθλίως· ὅς, οὑπερ ἕνεκα ὠρέχθην μάλιστα μοναρχίας, ἵν’ ἔχοιμι λαμπρὸς εἶναι πρὸς τοὺς φίλους, ἐπειδὴ τάχιστα τούτου κατ’ εὐχὴν παρὰ τῶν θεῶν ἔτυχον, οὐκ ἔχω πρὸς οὓς ἐλλαμπρύνωμαι ταῖς χάρισιν, ἀλλ’, ὃ μόνον ἦν μοι πάντων παραμύθιον τῶν κακῶν, καὶ τούτου με ἀπεστερήκατε οἱ φίλοι, μηδ’ εὖ ποιεῖν μηδένα ὑμῶν ἐπιτρέποντες ἐκ τῶν περιόντων, ἀλλ’ εἰς ἀνάγ- κην καθεστήκαμεν, ὦ θεοί, μὴ προσιεμένων ὑμῶν τὰς δωρεάς, οἷς βούλομαι διδόναι, τισὶ τῶν κολάκων καὶ τῶν βωμολόχων τῆς τυραννίδος διδόναι, οἷς οὐ βούλομαι.