Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐκ ἀχθόμεθα τῆς διαβολῆς οὐδὲ τῆς δόξης ἧς ἔχουσιν ἐπ’ ἐμοὶ οἱ νῦν ἄνθρωποι. ἰδὼν γὰρ ἐν ἴσῳ τὸ ἀδικεῖν, μᾶλλον δὲ πολλῷ δικαιότερον ἤδη τοῦ δικαίου νενομισμένου τὸ ἄδικον, τοσοῦτον ἀπέχω τοῦ ἐπικρύπτεσθαι, ὥστ’ ἐπ’ αὐτοῖς παρρησιάζεσθαι, ὅτι τοῖς μὲν ἄλλοις φύσει τοιούτοις, ἐμοὶ δ’ ἀνάγκῃ γενέσθαι συμβέβηκε. φημὶ γὰρ καὶ ἡμῖν τὰ παράνομα προσγεγενῆσθαι πάθη καὶ τοῖς ἄλλοις ἅπασι τὸ αὐτὸ ἔμφυτον εἶναι. διαφέρει δὲ ἑνὶ τούτῳ, ὅτι ἡμεῖς μὲν τύραννοι δοξασθέντες ἔχοντες ἐξουσίαν ὁμολογοῦμεν, ἐκεῖνοι δ’ ἰδιῶται ὄντες παρ’ ὅσον δεδίασι δίκην δοῦναι ἀρνοῦνται.