Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Πολλά σοι καὶ μεγάλα πρὸς ἡμᾶς ἐμαρτύρει Λάκριτος, καὶ περὶ τἄλλα μὲν ἅπαντα, μάλιστα δὲ περὶ τῆς συμμαχίας τῶν πελτοφόρων. τῇ γάρ σῇ σπουδῇ καὶ τῇ τῶν ἀγωνισαμένων ἀνδρῶν τὸ χωρίον ἁλῶναι ἀποφαίνει καὶ τοὺς ἰδίους ἐπαίνους, ὡς ἔοικε, σοὶ παραχωρεῖν ἀνακεῖσθαι. ἐγὼ δέ, εἰ μὲν ἐλάμβανες τὰς παρ’ ἐμοῦ δωρεὰς πάσας, ἐδεδοίκειν ἂν καὶ οὕτω μὰ τοὺς θεούς, μὴ ἡττῶμαι τῆς φιλοφροσύνης τῆς παρὰ σοῦ· νῦν δέ σου καὶ τὰς χάριτας οὐ καθ’ ὃ πέμπονται ἀποδεχομένου νικᾶσθαι ὁ τύραννος ὁμολογῶ ἰδιώτου ἑνός. εἰ μέντοι τὸ παρὸν μὴ δέξῃ τὰ τρίτα τῆς λείας διανεῖμαι τοῖς στρατιώταις, ἃ καὶ Λακρίτου διδόντος παραυτίκα οὐχ οἷός τε ἐγένου λαβεῖν, εὖ ἴσθι ὀκνηρο- τέρους ἡμᾶς γενέσθαι οὐκ εὖ ποιεῖν (τοῦτο μὲν γὰρ οὐκ ἦν ἡμῖν ἐπὶ σοῦ) ἀλλ’ εὖ πάσχειν ὑπὸ σοῦ πρὸς τὸ ἐπιὸν ἀναγκάσεις.