Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Καὶ τῶν σῶν ὑποσχέσεων μέμνησο, Λάκριτε, καὶ τῆς Φαλάριδος ἐρημίας φρόντιζε· ἐν ὅσῃ γὰρ ἀπορίᾳ λείπομαι φίλων οὐκ ἀγνοεῖς. ἐπιστέλλω δὲ περιφόβως οὕτως ἔχων, οὔτε τὴν τῶν πολεμίων ἰσχὺν πεφρικὼς ἔγωγε (πολὺ γὰρ ἡμῶν εἰσὶ καταδεέστεροι) οὔτε τὴν τῶν συμμάχων ἀσθένειαν (τῷ παντὶ γὰρ μᾶλλον τῶν ἀντιπάλων ἔρρωνται), ἀλλὰ τὴν σὴν περὶ τὰς μάχας προθυμίαν, μὴ μᾶλλον ἢ δεῖ σπουδῇ μεταποιήσῃ ἀγαθὸς φανῆναι τὰ πολέμια, ἀχθόμενος εἰ μὴ πᾶσι τοῖς ἔργοις ἑνὶ χρόνῳ πρασσομένοις παρέσῃ. μέμνησο δέ, ὅτι παρακαταθήκην σοι σεαυτὸν ἐδώκαμεν ἐξιόντι, ἣν ὑπέσχου σώαν ἡμῖν ἀποδώσειν. καὶ νῦν τοῦθ’ ἱκετεύομεν, οὐχ ἵνα τῆς σαυτοῦ φύσεως ἀνάξιόν τι φρονήσῃς (τοῦτο μὲν γὰρ ἀδύνατον), ἀλλ’ ἵνα εἰς πολλοὺς ἀγῶνας ἑτέρους ἔχῃς ἐπιδεῖξαι σαυτὸν μαχητὴν φιλόμοχθον. τανῦν δὲ κἂν αὐτὸς σαυτοῦ γένῃ μαλακώτερος, ἐν ἄλλοις ἡμῖν σεαυτὸν ἐκπεπληρωμένον ἀποδώσεις.