Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Σεμνύνεσθαι μέν, ὥσπερ καὶ ἐπ’ ἄλλῳ τινὶ τῶν καλῶν, ἐπ’ εὐγενείᾳ εἰκός ἐστιν, ἐγὼ δὲ μίαν εὐγένειαν ἀρετὴν οἶδα, τὰ δ’ ἄλλα πάντα τύχην. καὶ γένοιτ’ ἂν ὁ μὲν ἐκ φαύλων ἀγαθὸς καὶ βασιλέων ἀπάντων εὐγενέστερος, ὁ δ’ ἐξ ἀγαθῶν φαῦλος αὐτός τε ἑαυτοῦ καὶ τῶν ταπεινοτάτων δυσγενέστερος. ὥστε ψυχῆς ἔπαινον αὔχει πρὸς Συρακουσίους, μὴ προγὀνων τεθνηκυῖαν εἰς ἀδοξοτέρους διαδόχους εὐγένειαν.