Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐ δοκεῖ σοι πικρὸν βασανιστήριον ὁ ταῦρος οὐδὲ τῶν παρ’ ἡμῖν μηχανημάτων οὐδέν, ἐπεὶ τὸν εἰς ἐκεῖνα ἔλεον οὐκ ἂν μέλλων ἡμῖν μάχεσθαι προανήλισκες.

Σὺ μέν, ὡς πυνθάνομαι, κατηγορῶν ἐμοῦ τὰς περὶ τὸν Κλεόμβροτον τύχας οἰκτρὰς ὀδύρεσθαι ἐπιχειρεῖς, ἐγὼ δὲ σέ, Κλεόμεδον, πολὺ μὲν ἐκείνου τολμῶντα ἀδικώτερα, τῷ παντὶ δὲ ὄντα ἀσθενέστερον ἐμοὶ ὑποχείριον γενέσθαι.

Οὐκ ἐκφαυλίζων, ὦ Μελιταῖοι, τὰς τιμὰς ὑμῶν ἀπέπεμψα τὸν πρεσβευτὴν κατασεσημασμένας φέροντα αὐτάς, οὐκ ἐᾷ δέ με ἐπαινεῖσθαι τὰ πεπραγμένα. ὑμεῖς μὲν οὖν ἴσως, οἷον αὐτοί με εἶναι δοκεῖν ἐθέλετε, τοιοῦτον οἴεσθε ὑπολαμβάνεσθαι καὶ παρ’ ἑτέροις· ἐγὼ δὲ οἶδα παρὰ μὲν τοῖς ἄλλοις ἅπασι κακὸς ὑπολαμβανόμενος, παρὰ δ’ ὑμῖν κἂν νομίζωμαι ἀγαθός, οὐδὲν ἐκτεῖναι δυνάμενος ἐντεῦθεν ἐπὶ τοὺς ἄλλους τὴν φήμην, πολὺ δὲ μᾶλλον εἰς τὰς ψευδοδοξίας τῶν ἀνθρώπων βλάψων ὑμᾶς, ὅτι τὸν κάκιστον οὐκ ἄν, εἰ μὴ τοιοῦτοι καθειστήκειτε, ἐπῃνεῖτε. ἐξ ὧν τοίνυν ὑμεῖς μὲν ἂν ἀδίκως πονηροί, ἐγὼ δ’ οὐδὲν ἐπιεικέστερος [ἐμαυτοῦ] ὑπελαμβανόμην, οὐκ ᾤμην δεῖν ἐμαυτὸν τιμᾶσθαι.

Καὶ εἰς Γέλαν ἔπεμψα καὶ εἰς Λεοντίνους, καὶ πρὸς ὑμᾶς πέμψαι δεῖν ᾠήθην, ὅπως μοι συλλάβησθε εἰς τὰ παρὸντα, οὐχ ὅπλων οὐδὲ ἵππων δεομένῳ οὐδὲ ἀνδρῶν, ὧν κενὴν εἶναι λέγετε τὴν πόλιν, ἀλλ’ ἀργυρίου.

καὶ Λεοντῖνοι μὲν ἡμῖν ἔπεμψαν πέντε τάλαντα εὐθέως, Γελῶοι δὲ ὑπέσχηνται δέκα δώσειν. ὑμᾶς δ’ οὔτε βραδυτέρους Λεοντίνων οὔτε μικροπρεπεστέρους ἔσεσθαι Γελώων ὑπολαμβάνω.