Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τοὺς ἑπτὰ καὶ τριάκοντα τούσδε, ὅταν τοῦ πλήθους λάβῃ τῶν Καμαριναίων, χαλκευθῆναι κατὰ φύσεως ἀπανθρωπίαν ἀποφαίνεις. βούλομαι μὲν ἐν τούτῳ

μεῖναι τῷ ἀριθμῷ καὶ νὴ τὸν Δία τὸν μέγιστον εὔχομαι, οὐχ ὁρῶ δὲ ἐώμενον τοῦτο ὑπό τινων μέχρι τούτων ὡρίσθαι. σὺ γοῦν αὐτὸς ἐννέα καὶ τριάκοντα βιάζῃ τούτους γενέσθαι, προσνέμων σεαυτὸν καὶ τὸν ἀναίσθητον Ἐπιθέρσην. καὶ οὐχ ὅμοιόν ἐστιν ἢ ἐμὲ διαβάλλεσθαι ὑφ’ ὑμῶν ἀπολλυμένων ἢ ὑμᾶς πονηροτάτους ὄντας ὑπ’ ἐμοῦ ἀμυνομένου ἀπόλλυσθαι.