Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τοῦ πένθους τίνα ἄν τις ἄλλην ἱκανωτέραν ὑμῖν παράκλησιν εἰσενέγκοιτο, ὦ παῖδες, ἢ τὴν ἀρετὴν τοῦ γονέως, ἐφ’ ᾧ γε τὸ πένθος φέρεσθε; οὐ γὰρ δακρύεσθαι τὰ Στησιχόρου πρέπον, ἀλλ’ ὑμνεῖσθαι. καὶ καθόλου μὲν οὐκ ἂν ἐβουλόμην ὑμᾶς οὔτε θρήνους οὔτε αἰκισμοὺς προσέσθαι σωμάτων, οὐχ ὅτι οὐ κοινὰ ταῦτα πάθη καὶ κατηναγκασμένα παρέπεται πᾶσιν, ἀλλ’ ὅτι τὰ τοιαῦτα ἀνθρώποις ἐστὶν ἁρμοστὰ δυστήνοις, ὧν οὐχ ἡ τελευτὴ τὰς ὀλοφύρσεις προσηκούσας ἀλλ’ ὁ βίος ἔχει, οὐ Στησιχόρῳ, ζήσαντι μὲν ἔτη τοσαῦτα σὺν ταῖς ἁγιωτάταις θεαῖς [ἐν χοροῖς καὶ μέλεσι Μουσῶν,] ὀνομασθησομένῳ δὲ ἐπὶ τιμαῖς καὶ στεφάνοις.