Epistulae

Philip II, King of Macedonia

Philippus II Rex Macedonum, Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀποδέχομαι τὴν σὴν φρόνησιν καὶ πρόνοιαν τοῦ συμφέροντος, ὅτι τὸ κατὰ φύσιν συγγενὲς οὐ φύσει φιλοστόργῳ ἀλλ’ ἀρετῇ κρίνασα δοκιμάζεις. οὕτω γὰρ οἶμαι καὶ ἡμᾶς ἀφροντιστοῦντας τοῦ καλοῦ καθ’ ὑπερβολὴν ἀναγκάσεις τὸν τῶν καλῶν ἀναλαμβάνειν ζῆλον. θησαύρισμα δ’ ἐστὶν ἀρετῆς τερπνόν τι κομιζούσης τῷ βίω διόλου, μὴ τῷ γένει χαρίζεσθαι τὸ φιλόστοργον, ἀλλὰ τῷ τοῦ γένους ἀξιώματι μεταδιδόναι τῆς φιλανθρωπίας. ὃ μὲν γὰρ πολλάκις κατὰ φύσιν ὑπάρχων εὐθὐς καὶ τὴν φύσιν τῶν γεγεννηκότων οὖσαν σπουδαίαν ὑβρίζειν εἴωθεν, ὃ δὲ μηδεμιᾶς συγγενείας κοινωνήσας ἐνίοτε διὰ τὸν παρὰ φύσιν νόμον τὴν φύσιν

ηὔξησε. μηδὲν οὖν ἀνάξιον τοῦ γένους καὶ τῆς πρὸς ἡμᾶς εὐνοίας φρόνει. ἔτι δὲ καὶ τῆς περὶ τὸν βίον κοσμιότητος ἀντέχου, καὶ πρᾶττε πάντα Φιλίππου μὲν ἄξια, Ὀλυμπιάδος δ’ οὐκ ἀλλότρια. ὁ γὰρ τῆς διανοίας ὄκνος πρὸς τὸ μὴ βλέπειν τι· τῶν ἀναγκαίων ὄγκος μὲν κακῶν φθόνος δ’ ἀγαθῶν ὑπάρχει· ἄνευ γὰρ νοῦ καὶ συνέσεως οὐθ’ αἱ πράξεις ὄνησιν φέρουσιν, οὐθ’ αἱ δυνάμεις ὠφέλιμοι καθεστᾶσι. διὸ δεῖ πρότερον τὴν χρῆσιν ἢ τὴν κτῆσιν τῶν ἀγαθῶν σκοπεῖν, καὶ τότε πράττειν τοῖς μεγίστοις καὶ πλείστοις εὐκληρήμασι κεχρημένους. τὸ γὰρ μὴ κεκτῆσθαι πλοῦτον βλάβην οὐ κομίζει τηλικαύτην, τὸ δὲ τοῖς οὖσι κακῶς κεχρῆσθαι ἀπόλλυσι τὸν ὄντως πᾶσι κεχορηγημένον βίον. ἔχουσα τοίνυν ταῦτα κατὰ νοῦν καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν σκόπει τὸ συμφέρον ταῖς τῆς ἡγεμονίας προσόδοις. οὕτω γὰρ ἀναγκαῖόν ἐστι τὴν ἀρχὴν πλείστην καὶ μεγίστην ἐπίδοσιν λήψεσθαι, ὅταν ὁ μὲν οἶκος ἀρετῆς οἰκεῖος ᾖ, ὁ δὲ τούτου δεσπόζων μὴ δέηται καλοκαγαθίας. τὰ δ’ ἄλλα προνοοῦ τοῦ συμφέροντος.