Epistulae

Philip II, King of Macedonia

Philippus II Rex Macedonum, Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(21) εἴτε γὰρ τῶν ἐξ ἀρχῆς κρατησάντων γίγνεται, πῶς οὐ δικαίως ἡμεῖς αὐτὴν ἔχομεν, Ἀλεξάνδρου τοῦ προγόνου πρώτου κατασχόντος τὸν τόπον, ὅθεν καὶ τῶν αἰχμαλώτων Μήδων ἀπαρχὴν ἀνδριάντα χρυσοῦν ἀνέστησεν εἰς Δελφούς; εἴτε τούτων μὲν ἀμφισβητήσειέ τις, ἀξιοὶ δὲ γίγνεσθαι τῶν ὕστερον γενομένων κυρίων, ὑπάρχει μοι καὶ τοῦτο τὸ δίκαιον· ἐκπολιορκήσας γὰρ τοὺς ὑμᾶς μὲν ἐκβαλόντας ὑπὸ Λακεδαιμονίων δὲ κατοικισθέντας ἔλαβον τὸ χωρίον.

(22) καίτοι πάντες οἰκοῦμεν τὰς πόλεις ἢ τῶν προγόνων παραδόντων ἢ κατὰ πόλεμον κύριοι καταστάντες. ὑμεῖς δὲ οὔτε πρῶτοι λαβόντες οὔτε νῦν ἔχοντες, ἐλάχιστον δὲ χρόνον ἐν τοῖς τόποις ἐμμείναντες, ἀντιποιεῖσθε τῆς πόλεως, καὶ ταῦτα πίστιν ὑπὲρ ἡμῶν αὐτοὶ βεβαιοτάτην ἐπιθέντες· πολλάκις γὰρ ἐμοῦ γράφοντος ἐν ταῖς ἐπιστολαῖς ὑπὲρ αὐτῆς ἐγνώκατε δικαίως ἔχειν ἡμᾶς, τότε μὲν ποιησάμενοι τὴν εἰρήνην ἔχοντος ἐμοῦ τὴν πόλιν, κᾆτα συμμαχίαν ἐπὶ ταῖς αὐταῖς ὁμολογίαις.

(23) καίτοι πῶς ἂν ἐτέρα γένοιτο βεβαιοτέρα ταύτης κτῆσις, τῆς τὸ μὲν ἐξ ἀρχῆς καταλειφθείσῃς ἡμῖν ὑπὸ τῶν προγόνων, πάλιν δὲ κατὰ πόλεμον ἐμῆς γεγενημένης, τρίτον δὲ συγχωρηθείσης ὑφ’ ὑμῶν τῶν εἰθισμένων ἀμφισβητεῖν καὶ τῶν οὐδὲν

ὑμῖν προσηκόντων;

(24) ἃ μὲν οὖν ἐγκαλῶ, ταῦτ’ ἐστίν· ὡς δὲ προῦπαρχόντων καὶ διὰ τὴν ἐμὴν εὐλάβειαν μᾶλλον ἤδη τοῖς πράγμασιν ἐπιτιθεμένων καὶ καθ’ ὅσον ἂν δύνησθε κακοποιούντων, ὑμᾶς ἀμυνοῦμαι μετὰ τοῦ δικαίου, καὶ μάρτυρας τοὺς θεοὺς ποιησάμενος διαλήψομαι περὶ τῶν καθ’ ὑμᾶς.

Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Παραγενόμενοι πρὸς ἐμὲ οἱ παρ’ ὑμῶν πρεσβευταί, Κηφισοφῶν καὶ Δημόκριτος καὶ Πολύκριτος, διελέγοντο περὶ τῆς τῶν πλοίων ἀφέσεως, ὧν ἐναυάρχει Λαομέδων. καθ’ ὅλου μὲν οὖν ἔμοιγε φαίνεσθε ἐν μεγάλῃ εὐηθείᾳ ἔσεσθαι, εἴ γ’ οἴεσθ’ ἐμὲ λανθάνειν ὅτι ἐξαπεστάλη ταῦτα τὰ πλοῖα πρόφασιν μὲν ὡς τὸν σῖτον παραπέμψοντα ἐκ τοῦ Ἑλλησπόντου εἰς Λῆμνον, βοηθήσοντα δὲ Σηλυμβριανοῖς τοῖς ὑπ’ ἐμοῦ μὲν πολιορκουμένοις, οὐ συμπεριειλημμένοις δὲ ἐν ταῖς τῆς φιλίας κοινῇ κειμέναις ἡμῖν συνθήκαις. καὶ ταῦτα συνετάχθη τῷ ναυάρχῳ ἄνευ μὲν τοῦ δήμου τοῦ Ἀθηναίων, ὑπὸ δέ τινων ἀρχόντων καὶ ἑτέρων ἰδιωτῶν μὲν νῦν ὄντων, ἐκ παντὸς δὲ τρόπου βουλομένων τὸν δῆμον ἀντὶ τῆς νῦν ὑπαρχούσης πρὸς ἐμὲ φιλίας τὸν πόλεμον ἀναλαβεῖν, καὶ πολλῶ μᾶλλον φιλοτιμουμένων τοῦτο συντετελέσθαι ἢ τοῖς Σηλυμβριανοῖς βοηθῆσαι. καὶ ὑπολαμβάνουσιν αὐτοῖς τὸ τοιοῦτο πρόσοδον ἔσεσθαι· οὐ μέντοι μοι δοκεῖ τοῦτο χρήσιμον ὑπάρχειν οὔθ’ ὑμῖν οὔτ’ ἐμοί. διόπερ τά τε νῦν καταχθέντα πλοῖα πρὸς ἡμᾶς ἀφίημι ὑμῖν, καὶ τοῦ λοιποῦ, ἐὰν βούλησθε μὴ ἐπιτρέπειν τοῖς προεστηκόσιν ὑμῶν κακοήθως πολιτεύεσθαι, ἀλλ’ ἐπιτιμᾶτε, πειράσομαι κἀγὼ διαφυλάττειν τὴν εἰρήνην. εὐτυχεῖτε.

Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Ἔν μὲν ἀπ’ ἀρχῆς εἴχετε πρὸς ἡμᾶς αἵρεσιν, οὐκ ἀγνοῶ, καὶ τίνα σπουδὴν ποιεῖσθε προσκαλέσασθαι βουλόμενοι Θετταλοὺς καὶ Θηβαίους, ἔτι δὲ καὶ Βοιωτούς· βέλτιον δ’ αὐτῶν φρονούντων καὶ μὴ βουλομένων ἐφ’ ὑμῖν ποιήσασθαι τὴν ἑαυτῶν αἵρεσιν, ἀλλὰ κατὰ τὸ συμφέρον ἱσταμένων, νῦν ἐξ ὑποστροφῆς ἀποστείλαντες ὑμεῖς πρός με πρέσβεις καὶ κήρυκα συνθηκῶν μνημονεύετε καὶ τὰς ἀνοχὰς αἰτεῖσθε, κατ’ οὐδὲν ὑφ’ ἡμῶν πεπλημμελημένοι. ἐγὼ μέντοι ἀκούσας τῶν πρεσβευτῶν συγκατατίθεμαι τοῖς παρακαλουμένοις καὶ ἕτοιμός εἰμι ποιεῖσθαι τὰς ἀνοχάς, ἄν περ τοὺς οὐκ ὀρθῶς συμβουλεύοντας ὑμῖν παραπέμψαντες τῆς προσηκούσης ἀτιμίας ἀξιώσητε. ἔρρωσθε.

Βασιλεὺς Μακεδόνων Φίλιππος Θηβαίων τῇ βουλῇ

καὶ τῷ δήμῳ χαίρειν. Ἐκομισάμην τὴν παρ’ ὑμῶν ἐπιστολήν, δι’ ἧς μοι τὴν ὁμόνοιαν καὶ τὴν εἰρήνην ἀνανεοῦσθε. πυνθάνομαι μέντοι διότι πᾶσαν ὑμῖν Ἀθηναῖοι προσφέρονται φιλοτιμίαν, βουλόμενοι ὑμᾶς συγκαταίνους γενέσθαι τοῖς ὑπ’ αὐτῶν παρακαλουμένοις. πρότερον μὲν οὖν ὑμῶν κατεγίγνωσκον ἐπὶ τῷ μέλλειν πείθεσθαι ταῖς ἐκείνων ἐλπίσι καὶ ἐπακολουθεῖν αὐτῶν τῇ προαιρέσει, νῦν δ’ ἐπιγνοὺς ὑμᾶς τὰ πρὸς ἡμᾶς ἐζητηκότας ἔχειν εἰρήνην μᾶλλον ἢ ταῖς ἑτέρων ἐπακολουθεῖν γνώμαις, ἥσθην καὶ μᾶλλον ὑμᾶς ἐπαινῶ κατὰ πολλά, μάλιστα δ’ ἐπὶ τῷ βουλεύσασθαι περὶ τούτων ἀσφαλέστερον καὶ τὰ πρὸς ἡμᾶς ἔχειν ἐν εὐνοίᾳ· ὅπερ οὐ μικρὰν ὑμῖν οἴσειν ἐλπίζω ῥοπήν, ἐάν περ ἐπὶ ταύτης μένητε τῆς προθέσεως. ἔρρωσθε.

Βασιλεὺς Μακεδόνων Φίλιππος Πελοποννησίων τῶν ἐν τῇ συμμαχίᾳ τοῖς δημιουργοῖς καὶ τοῖς συνέδροις καὶ τοῖς ἄλλοις συμμάχοις πᾶσι χαίρειν. Ἐπειδὴ Λοκροὶ οἱ καλούμενοι Ὀζόλαι, κατοικοῦντες ἐν Ἀμφίσσῃ, πλημμελοῦσιν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ ἐν Δελφοῖς καὶ τὴν ἱερὰν χώραν ἐρχόμενοι μεθ’ ὅπλων λεηλατοῦσι, βούλομαι τῷ θεῷ μεθ’ ὑμῶν βοηθεῖν καὶ ἀμύνασθαι τοὺς παραβαίνοντάς τι τῶν ἐν ἀνθρώποις εὐσεβῶν. ὥστε συναντᾶτε μετὰ τῶν ὅπλων εἰς τὴν Φωκίδα, ἔχοντες ἐπισιτισμὸν ἡμερῶν τεσσαράκοντα, τοῦ ἐνεστῶτος μηνὸς λῴου, ὡς ἡμεῖς ἄγομεν, ὡς δὲ Ἀθηναῖοι; βοηδρομιῶνος, ὡς δὲ Κορίνθιοι, πανέμου. πρὸς δὲ τοὺς μὴ συναντήσαντας πανδημεὶ χρησόμεθα τοῖς διὰ συμβόλων ἡμῖν κειμένοις ἐπιζημίοις. εὐτυχεῖτε.

Φίλιππος Ἀριστοτέλει χαίρειν. Ἴσθι μοι γεγονότα υἱὸν. πολλὴν οὖν τοῖς θεοῖς χάριν ἔχω, οὐχ οὕτως ἐπὶ τῇ γενέσει τοῦ παιδός, ὡς ἐπὶ τῷ κατὰ τὴν σὴν ἡλικίαν αὐτὸν γεγονέναι· ἐλπίζω γὰρ αὐτὸν ὑπὸ σοῦ τραφέντα καὶ παιδευθέντα ἄξιον ἔσεσθαι καὶ ἡμῶν καὶ τῆς τῶν πραγμάτων διαδοχῆς.

Ἀποδέχομαι τὴν σὴν φρόνησιν καὶ πρόνοιαν τοῦ συμφέροντος, ὅτι τὸ κατὰ φύσιν συγγενὲς οὐ φύσει φιλοστόργῳ ἀλλ’ ἀρετῇ κρίνασα δοκιμάζεις. οὕτω γὰρ οἶμαι καὶ ἡμᾶς ἀφροντιστοῦντας τοῦ καλοῦ καθ’ ὑπερβολὴν ἀναγκάσεις τὸν τῶν καλῶν ἀναλαμβάνειν ζῆλον. θησαύρισμα δ’ ἐστὶν ἀρετῆς τερπνόν τι κομιζούσης τῷ βίω διόλου, μὴ τῷ γένει χαρίζεσθαι τὸ φιλόστοργον, ἀλλὰ τῷ τοῦ γένους ἀξιώματι μεταδιδόναι τῆς φιλανθρωπίας. ὃ μὲν γὰρ πολλάκις κατὰ φύσιν ὑπάρχων εὐθὐς καὶ τὴν φύσιν τῶν γεγεννηκότων οὖσαν σπουδαίαν ὑβρίζειν εἴωθεν, ὃ δὲ μηδεμιᾶς συγγενείας κοινωνήσας ἐνίοτε διὰ τὸν παρὰ φύσιν νόμον τὴν φύσιν

ηὔξησε. μηδὲν οὖν ἀνάξιον τοῦ γένους καὶ τῆς πρὸς ἡμᾶς εὐνοίας φρόνει. ἔτι δὲ καὶ τῆς περὶ τὸν βίον κοσμιότητος ἀντέχου, καὶ πρᾶττε πάντα Φιλίππου μὲν ἄξια, Ὀλυμπιάδος δ’ οὐκ ἀλλότρια. ὁ γὰρ τῆς διανοίας ὄκνος πρὸς τὸ μὴ βλέπειν τι· τῶν ἀναγκαίων ὄγκος μὲν κακῶν φθόνος δ’ ἀγαθῶν ὑπάρχει· ἄνευ γὰρ νοῦ καὶ συνέσεως οὐθ’ αἱ πράξεις ὄνησιν φέρουσιν, οὐθ’ αἱ δυνάμεις ὠφέλιμοι καθεστᾶσι. διὸ δεῖ πρότερον τὴν χρῆσιν ἢ τὴν κτῆσιν τῶν ἀγαθῶν σκοπεῖν, καὶ τότε πράττειν τοῖς μεγίστοις καὶ πλείστοις εὐκληρήμασι κεχρημένους. τὸ γὰρ μὴ κεκτῆσθαι πλοῦτον βλάβην οὐ κομίζει τηλικαύτην, τὸ δὲ τοῖς οὖσι κακῶς κεχρῆσθαι ἀπόλλυσι τὸν ὄντως πᾶσι κεχορηγημένον βίον. ἔχουσα τοίνυν ταῦτα κατὰ νοῦν καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν σκόπει τὸ συμφέρον ταῖς τῆς ἡγεμονίας προσόδοις. οὕτω γὰρ ἀναγκαῖόν ἐστι τὴν ἀρχὴν πλείστην καὶ μεγίστην ἐπίδοσιν λήψεσθαι, ὅταν ὁ μὲν οἶκος ἀρετῆς οἰκεῖος ᾖ, ὁ δὲ τούτου δεσπόζων μὴ δέηται καλοκαγαθίας. τὰ δ’ ἄλλα προνοοῦ τοῦ συμφέροντος.