Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ὁ ἀποδιδούς σοι τὸ γράμμα Ἀρχέπολις ὁ Λήμνιος ἐμπορευόμενος εἰς τὸν Πόντον ἐδεήθη μου ὅπως αὐτὸν συστήσαιμί σοι, ἐγὼ δὲ ἄσμενος ἐδεξάμην· καὶ γὰρ οὐδὲ φίλος μοι ὢν ἐτύγχανε. κέρδος οὖν μέγα ᾠήθην ἀφορμὴν λαβεῖν τοῦ ποιῆσαί τινα φίλον μὴ ὄντα πρότερον. εἰς ὃ κέρδος συλλήψῃ μοι καὶ σὺ φιλανθρώπως αὐτὸν εἰσδεξάμενος. πείθομαι δὲ καὶ μέτριον αὐτὸν ἔμπορον εἶναι· καὶ γὰρ φιλοσοφήσας πρότερον εἶτα ἐμπορεύεται.

Ὀλιγωρίαν μέν σου τοσαύτην περὶ ἐμὲ οὐκ ἤλπισα ἔσεσθαι οὐδ’ ἐβουλόμην προσδέξασθαι, θαυμάζω δὲ τὴν συντυχίαν, δι’ ἣν οὐδὲν τέως ἥκει μοι παρὰ σοῦ γράμμα, καὶ ταῦτα συνεχῶς γραφόντων τῶν ἄλλων φίλων. ὑπὲρ μὲν οὖν τῶν γεγενημένων ἐγὼ αὐτὸς ὑπὲρ σοῦ ἀπολογήσομαι, τὸ δὲ λοιπόν, εἴτε οἱ μὴ ἀποδιδόντες αἴτιοι γεγόνασι, φύλαξαι τοῦτο τῷ συνεχῶς γράφειν· οὕτω γὰρ καὶ τῶν ἀποδωσόντων ἐπιτεύξῃ· εἴτε σὺ μὴ γράφων, φύλαξαι καὶ τοῦτο. ῥᾳδία δέ ἐστιν αὐτοῦ φυλακή. καίτοι γε ἦν τι ἐν τῇ ἡμετέρᾳ φιλίᾳ τοσοῦτον, ὅσον καὶ τὰ δυσχερῆ νικᾶν δύνασθαι. ἢ ἐπιλέλησαι τοῦ Ἡραίου καὶ τοῦ Καλλιχόρου καὶ τῶν παρὰ Καλλισθένει διατριβῶν καὶ ὅσοις ἄλλοις τὰς ἑαυτῶν ψυχὰς ἐκεράσαμεν, ἢ αὐτὸς μὲν οὐκ ἐπιλέλησαι, ἐμὲ δὲ φιλοσοφίας γευσάμενον ἀμνημονεῖν αὐτῶν ὑπολαμβάνεις; ἀλλ’ οὐ προσήκει σοι οὔτε αὐτῷ φαύλως ἔχειν περὶ τὴν φιλίαν οὔτε περὶ ἐμοῦ φαῦλα εἰκάζειν, ἀλλὰ καὶ ὡς μεμνημένον αὐτῆς καὶ ὡς μεμνημένῳ γράφειν συνεχέστερον.

Πλάτωνι ἀδελφιδῶν θυγατέρες εἰσὶ τέτταρες. τούτων τὴν πρεσϐυτάτην ἐδίδου Σπευσίππῳ πρὸς γάμον καὶ μετρίαν προῖκα τριάκοντα μνᾶς, ἐπεπόμφει δ’ αὐτῷ ταύτας Διονύσιος. ἐγὼ οὖν ἀσπαστὸν ἡγησάμενος τὸν καιρὸν τάλαντον προσετίθην τῇ προικί· καὶ μέχρι μὲν πολλοῦ ἠναίνετο, ἐξεπολιορκήσαμεν δ’ αὐτὸν πάνυ ἀληθεῖ καὶ δικαίῳ λόγῳ. ἔφαμεν γάρ, ὅτι οὐκ εἰς πλοῦτον, εἰς δὲ φιλανθρωπίαν σοι συμβαλλόμεθα, τὰς δὲ τοιαύτας δωρεὰς δέχεσθαι δεῖ· αὗται γὰρ τιμὰς αὔξουσιν αἱ δὲ ἄλλαι ἀτιμάζουσι. τιμᾷς μὲν οὖν λανθρωπίαν, ἀτιμάζεις δὲ πλοῦτον. ἥρμοσας δὲ καὶ τὰς ἄλλας παῖδας ἤδη τοῖς Ἀθήνησιν χαριεστάτοις.

ἀλλ’ οἳ μὲν πλουτοῦσι, Σπεύσιππος δὲ χαριέστερος ὢν πένεται. τοῦτ’ οὖν τὸ κέρδος ᾠήθην δηλῶσαί σοι, οὗ μεῖζον ἡμῖν οὐκ οἶδ’ εἴ τι περιγενέσθαι ἐν παντὶ τῷ βίῳ δύναται.