Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(4) προσελάσαντες δὲ οἱ Θρᾷκες πρὶν εἰς ἐφικτὸν ἐλθεῖν ἠκόντισαν τρεῖς λόγχας ἕκαστος, καὶ αἳ μὲν μικρὸν πρὸ ἡμῶν ἔπεσον, οἳ δὲ ἀναστρέψαντες ὡς δὴ τετελεσμένου αὐτοῖς τοῦ ἔργου ἤλαυνον εἰς τὸ στρατόπεδον, ἀνελόμενοι δ’ ἡμεῖς τὰς λόγχας ἀνεχωρήσαμεν ἐπὶ τὴν ναῦν καὶ λύσαντες τὰ ἀπόγεια ἐπλέομεν. νῦν δ’ ἐν Χίῳ ἐσμέν, πάνυ ἐπιεικῶς τῶν ἀνέμων ἡμῖν παρὰ πάντα τὸν πλοῦν χρησαμένων. λέγε οὖν Ἀρχεδήμῳ, ὅτι ἐρίφων ἑσπερία δύσις οὐ κατὰ θάλατταν μόνον σημαίνει χαλεποὺς χειμῶνας, ἀλλὰ καὶ κατὰ γῆν χαλεπωτέρους· ἔχεις γὰρ ἐκ τῆς ἡμετέρας συντυχίας παῖξαι πρὸς αὐτόν.

Ἀφίγμεθα εἰς Ἀθήνας καὶ Πλάτωνι τῷ Σωκράτους γνωρίμῳ διαλεγόμεθα. τἄλλα τε γὰρ πάντα σοφὸς ἁνήρ ἐστι καὶ τὴν φιλοσοφίαν οὐκ ἀπολίτευτον ἔργῳ τοῖς γνωρίμοις ποιεῖ, ἀλλὰ καὶ πάνυ ἀμφήκη πρός τε τὸ πρακτικὸν τοῦ βίου καὶ πρὸς ἡσυχίαν ἀπράγμονα. ἔγραφες δέ μοι καὶ περὶ τῆς σῆς πρὸς αὐτὸν φιλίας, ὅτι οὐ μικρὸν πλεονέκτημα τὴν σὴν πρὸς Σωκράτη συνήθειαν εἰς αὐτὸν ἔχοιμι. ἴσθι οὖν, ὅτι πάντων μὲν ποιεῖται λόγον τῶν καὶ μίαν ἡμέραν ὁμιλησάντων Σωκράτει, οὐδενὶ δ’ οὔτως αὑτὸν οἰκειοῖ, ὡς τῷ μάλιστα ἀπολαύειν αὐτοῦ δυναμένῳ. καὶ κατὰ τοῦτο γοῦν ἐσπουδάκαμεν μὴ μειονεκτεῖν τῆς Πλάτωνος φιλίας, ἀλλ’ ἐν τούτοις τετάχθαι, ὑφ’ ὧν εὖ πάσχειν φησίν, εἴ τι αὐτοὺς εὖ ποιεῖν δύναται. οὐ γὰρ ἥττονα

εὐδαιμονίαν εἶναι λέγει τὸ ἀγαθοὺς ποιεῖν τοῦ ἀγαθὸν γίνεσθαι. τὸ μὲν οὖν ὠφελεῖσθαι τοῖς δυναμένοις τῶν φίλων αὐτὸς παρέχει, τὸ δ’ ὠφελεῖν οὐχ ἧττον λαμβάνει παρὰ τῶν ὠφελεῖσθαι δυναμένων.

Ἐκόμισέ μοι Φαίδιμος ταρίχου ῥοδιὰν καὶ μέλιτος ἀμφορέας πέντε καὶ τοῦ μερσίτου οἴνου κεράμια εἴκοσι καὶ πρὸς τούτοις τρία ἀργυρίου τάλαντα. καὶ τῆς μὲν πίστεως ἐκεῖνον ἐπαινῶ, τῆς δ’ ἐπιμελείας σὲ ἐπιγινώσκω. ἤδη μέντοι τῶν ἐπιχωρίων γεννημάτων ὥσπερ ἀπαρχάς τινας βουλοίμην ἄν σε ἀποστέλλειν, εἴγε ἐπιτρέποι ὁ καιρός· τούτοις γὰρ καὶ τοὺς ἄλλους φίλους τέρπειν ἔνεστι καὶ Πλάτωνα σοφίζεσθαι ἀδωροδόκητον ὄντα, χρημάτων δὲ οὐδὲ εἷς ἔμοιγε πόθος, καὶ μάλιστα ἐν Ἀθήναις τε ὄντι καὶ Πλάτωνι διαλεγομένῳ, ἐπεὶ καὶ ἄτοπον ἴσως, πεπλευκέναι μὲν ἡμᾶς εἰς τὴν Ἑλλάδα, ἵνα ἧττον φιλοχρήματοι γενώμεθα, μηδὲν δ’ ἧττον καὶ ἐκ Πόντου πλεῖν πρὸς ἡμᾶς τὴν φιλοχρημοσύνην. χαριέστερον οὖν ποιήσεις ταῦτα πέμπων, ὅσα τῆς πατρίδος ἡμᾶς, οὐχ ὅσα πλούτου ἀναμνήσει.