Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Θράσων ἐμπορεύεται μὲν τὸν Πόντον, χρηστὸς δὲ μᾶλλον ἢ κατὰ τὴν ἐπιτήδευσιν εἶναί μοι δοκεῖ. καὶ νῦν ἐν Βυζαντίῳ γενόμενος ἔχω τινὰ αὐτῷ χάριν· θεάσασθαι γάρ μοι βουλομένῳ τὰ περὶ τὴν χώραν ἄξια θέας ὄντα ἡγεμὼν τῆς ὁδοῦ ἐγένετο καὶ τἄλλα ἐπεμελήθη, ὅπως μὴ πονηρά τις ἡμῖν ἡ ὁδὸς καὶ κυνηγετικὴ γένοιτο, ἀλλὰ ὀχημάτων τε χάριν καὶ τῆς ἄλλης παρασκευῆς ἁβροτέρα. τοῦτον ὡς ὑμᾶς πλέοντα ᾠήθην ταύτῃ τῇ μαρτυρίᾳ συμπαραπέμψαι δεῖν, ἵνα ἀντιτύχῃ τῶν αὐτῶν. θέας μὲν οὖν οὐδὲν οἶμαι χρήζει κατεστρατευμένος ἐκ πολλοῦ χρόνου τὸν Πόντον, εἰς δὲ τὴν οἰκίαν δῆλον ὡς κατὰ τὸ σεαυτοῦ ἦθος ὑποδέξῃ προθύμως αὐτόν. ἐγὼ δὲ ὥρμημαι μὲν ἐκπλεῖν, ἀνέμου δὲ οὐκ ἐπιτυγχάνω.