Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐπὶ μὲν τῷ συμπείθεσθαι τὸν τύραννον οἷς περὶ ἐμοῦ πρὸς αὐτὸν ἔλεγες, συγχαίρω τῇ πατρίδι, γράψω δὲ καὶ αὐτός, ὡς συνεβούλευσας, ἀπάγων αὐτὸν ἀπὸ τἀληθοῦς ὡς μάλιστα ἔνεστι. τοὐναντίον γὰρ ἂν ποιῶν ψευσαίμην τοὺς ἐμαυτοῦ πολίτας καὶ φίλους ὧν ἐξ ἐμοῦ ἤλπισαν, καὶ ταῦτα οὐκ ἀξίους ὄντας ἀπατᾶσθαι

τὸ δὲ ὠμὸν εἶναι τὸν τύραννον τελέως καὶ χαλεπὸν ὠφελιμώτερον ἔγωγε ἡγοῦμαι τῇ πόλει ἢ τὸ δημοκοπεῖν αὐτὸν καὶ προκαλύπτεσθαι δόξαν μετριότητος.

(2) τὸ δὲ αἴτιον, ὅτε οἱ μὲν χαλεποὶ διαφθείρονται ταχέως, καὶ ἂν μὴ καταλυθῶσι, μῖσος ὅμως τυραννίδος κατέλιπον τῷ πλήθει καὶ παντελῶς τὴν μοναρχίαν ἀφ’ ἑαυτῶν διέβαλον. οὕτως οὖν συμβαίνει, τὸν γοῦν λοιπὸν χρόνον φυλακτικωτέρους γίνεσθαι καὶ προνοητικωτέρους τῆς δημοκρατίας ἅπαντας. ὅταν δέ δουλωσάμενος ἐκδημοκοπήσῃ τοὺς δουλωθέντας κἂν ἀναιρεθῇ ταχέως, πολλὰ ὅμως ἐγκαταλείπει τυραννίδος ἐν ἑκάστοις κακά, ὧν οἳ μὲν εὖ τι ποθοῦντες πείσεσθαι, οἳ δὲ ἄλλως δημαγωγηθέντες τυφλοὶ τῶν κοινῇ συμφερόντων εἰσί, καὶ τόν τε ἀναιρεθέντα οἰ κτείρουσιν ὡς δὴ μέτριον καὶ τὴν τυραννίδα οὐχ ὡς ἀνήκεστόν τι φυλάττονται κακόν, ἀγνοοῦντες ὅτι, κἂν πάντα τις ᾖ μέτριος τύραννος, διὰ τοῦτο καταλυτέος ἐστίν, ὅτι ἔξεστιν αὐτῷ καὶ χαλεπῷ εἶναι.

(3) Κλέαρχος δὴ ὠμὸς ὢν αὐτός τε εὐχείρωτος ἔσται μισούμενος καὶ τοῖς ἄλλοις δυσκατορθωτέραν ποιήσει τὴν τυραννίδα, προσποιούμενος δ’ εἶναι μέτριος αὐτός τε ἂν ταύτην τὴν δόξαν καρπώσαιτο, τοῖς τε βουλομένοις ὕστερον εὐέμβατον ἀπολίποι τὴν ἀκρόπολιν. ἀλλὰ ταῦτα μὲν καὶ σοὶ δηλαδὴ φανερά, τὸν δὲ τρόπον τῆς γραφῆς καὶ ἀποδόσεως τῶν ἐπιστολῶν χαίρω ὅτι δὴ σύ τε ἀσφαλῆ ἐνόμισας καὶ τὸ τέλος μαρτυρεῖ μὴ ἀτόπως ηὑρῆσθαι. ἔπεμψα δέ σοι καὶ τὸ ἀντίγραφον τῆς πρὸς τὸν Κλέαρχον ἐπιστολῆς, διθυραμβικωτέραν ποιήσας ἐπίτηδες αὐτήν, ἳν’ ἡμῶν καταφρονῇ ὡς λογομανούντων τελέως.