Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Εἰς Βυζάντιον θρασυτέρῳ μέν, ταχεῖ δ’ οὖν πλῶ διασωθεὶς ἔγνων αὐτός τε ἐπιμεῖναι χρόνον, ὃν ἄν μοι καλῶς ἔχειν δοκοίη, καὶ πρὸς ὑμᾶς ἐκπέμψαι Κρωβύλον τὸν θεράποντα, ἵνα τὴν κάθοδον πράττωμεν ὠφελίμως τῇ πατρίδι· τὸ μὲν γὰρ ἡμέτερον ἀσφαλὲς οὐκ ἐπὶ Κλεάρχῳ ἐστίν. βούλομαι δ’, ἐπεὶ προήχθην ἅπαξ, καὶ καθόλου σοι τὴν ἐμὴν γνώμην δηλῶσαι. ἐμοὶ γὰρ δοκεῖ τῇ μὲν πατρίδι ὁ μέγιστος εἶναι κίνδυνος μετ’ ἀτυχίας ἤδη παρούσης. νῦν τε γάρ, ὡς πυνθάνομαι, σφαγάς τε ἀνδρῶν καὶ φυγὰς ὑπομένει, στερομένη μὲν τῶν ἀρίστων πολιτῶν, τοῖς δὲ ἀσεβεστάτοις δουλεύουσα, καὶ εἰσαῦθις οὐχ ὁ τυχὼν αὐτῇ κίνδυνος, μήποτε ἐκ τῆς περὶ ταῦτα συντυχίας οἷς μὲν πόθος τοῦ τυραννεῖν, οἷς δὲ συνήθεια δουλείας γένηται, καὶ τὸ λοιπὸν εἰς μοναρχίαν ἀκατάλυτον περιστῇ τὰ πράγματα.

(2) μικραὶ γὰρ δὴ ῥοπαὶ καὶ τῶν πολυχρονίων καὶ σχεδὸν εἰπεῖν ἀπαύστων ἄρχουσι κακῶν καὶ ἔγγιστα ὅμοιόν τι ποιοῦσι τοῖς νοσήμασι τῶν σωμάτων. ὥσπερ γὰρ ἐκεῖνα περὶ μὲν τὰς ἀρχὰς ῥᾷον ἀπολύεται τῶν ἀνθρώπων, ἐνισχύσαντα δὲ δυσίατα ἢ καὶ τελέως ἀνίατα γίνεται, οὕτω καὶ τὰ ἐν ταῖς πολιτείαις νοσήματα. μέχρι μὲν γὰρ μνήμη τε ἐλευθερίας ἰσχύει καὶ ὑπέρχεται τοὺς δουλουμένους, παράταξις λίαν ὀχυρὰ γίνεται πρὸς τοῦ πλήθους· ἐπειδὰν δὲ ἅπαξ ὑπερισχύσῃ τὸ κακὸν καὶ μηκέτι ᾖ τοῖς ἀνθρώποις λόγος, ὅπως

αὐτὸ ἀπαλλάξωσιν ἑαυτῶν, ἀλλ’ ὅπως ἂν ῥᾷστα ἐν αὐτῷ διάγοιεν, τότε ὁ παντελὴς ὄλεθρος γίνεται.

(3) ἡ μὲν οὖν πατρὶς ἐν τοιούτοις κακοῖς καὶ κινδύνοις ἐστίν, ἐγὼ δέ, εἰ μὲν αὐτὸ ἐφ, ἑαυτοῦ βούλοιο τοὐμὸν σκέπτεσθαι, καὶ πάνυ ἀσφαλής εἰμι. δουλείαν γὰρ ταύτην ἔγωγε νομίζω, ἣ μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς ὑφ’, ἑαυτὴν ἔχει· ἡ δὲ τῆς μὲν ψυχῆς οὐδ’ ὁτιοῦν ἁπτομένη, τὸ δὲ σῶμα μόνον ἔχουσα οὐδὲ δουλεία τυγχάνειν ἔμοιγε δοκεῖ. τεκμήριον δέ. εἴ τι γὰρ δουλείας κακόν, τοῦτο ἐπὶ ψυχὴν καταβαίνει, ἐπεὶ ἄλλως οὐδὲ κακὸν λέγοιτο ἄν· φόβος γὰρ τοῦ παθεῖν καὶ ἡ ἐκ τοῦ παθεῖν λύπη τὰ δεινότατα τοῖς μὴ ἐλευθέροις. τί οὖν; ἄν τις μὴ φοβῆται τὸ μέλλον κακὸν μηδὲ ἐπὶ τῷ γινομένῳ ἄχθηται, δουλεύσει; καὶ πῶς ὅ γε μὴ ἔχων τὰ δουλείας κακά;