Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐκομισάμην παρὰ Βιάνορος τὴν ἐπιστολήν, ἐν ᾗ με ἀνακομίζεσθαι παρεκάλεις· ἱκανὸν γὰρ εἶναι πρὸς ἡντινοῦν ἀποδημίαν πέντε ἐτῶν χρόνον, ἕκτου δὲ τὴν ἐμὴν ξενιτείαν ἄρχεσθαι. ἐμὲ δὲ ὅσος μὲν πόθος ἔχει καὶ ὑμῶν καὶ τῆς πατρίδος, αὐτοὶ σαφῶς ἴστε· ἔοικε δ’ οὖν αὐτὸς οὗτος ὁ πόθος καὶ βιάζεσθαί με πλείω χρόνον διατρίβειν Ἀθήνησιν· ὠφελιμώτερος γὰρ εἶναι οἷς συμπαθῶ βούλομαι, τοῦτο δὲ τὸ κράτος μόνη ἔχει φιλοσοφία. πενταετὴς δὲ χρόνος, ὦ πάτερ, οὐχ ὅπως φιλοσοφοῦσιν ἀπαρκεῖν ἔμοιγε φαίνεται, ἀλλ’ οὐδὲ τοῖς ἐμπορευομένοις ἐπιμελέστερον. καίτοιγε οἳ μὲν ἐπὶ τὰ εὐτελέστατα στέλλονται, ἡμεῖς δὲ ἀρετὴν ἐμπορευόμεθα οὐδενὸς ἄλλου πλὴν φύσεως καὶ φιλοπονίας καὶ χρόνου ὤνιον. ὧν τὰ μὲν οὐ παντελῶς ἡμῶν ἀπολείπεται, χρόνου μέντοι δεόμεθα. διατρίψαντες οὖν ἄλλην πενταετίαν ἀναστρέψομεν θεοῦ γε σώζοντος. σὲ δέ, ᾧ λογισμῷ ἐκπέμπων ἡμᾶς ὑπέμενες, τούτῳ χρὴ καὶ χρονιζόντων μὴ ἄχθεσθαι, καὶ ταῦτα εἰδότα ὡς οὐχὶ τὸ ἐκπλεῦσαι ἐπὶ παιδείαν ἀγαθοὺς ποιεῖ, τὸ δὲ χρονίσαι περὶ παιδείαν σπουδάζοντας.