Fragmenta
Bion of Phlossa
Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- Ἰξευτὰς ἔτι κῶρος ἐν ἄλσεϊ δενδράεντι
- ὄρνεα θηρεύων τὸν ἀπότροπον εἶδεν Ἔρωτα
- ἑσδόμενον πύξοιο ποτὶ κλάδον· ὡς δ’ ἐνόησε,
- χαίρων ὥνεκα δὴ μέγα φαίνετο τὤρνεον αὐτῷ,
- τὼς καλάμως ἅμα πάντας ἐπ’ ἀλλάλοισι συνάπτων
- τᾷ καὶ τᾷ τὸν Ἔρωτα μετάλμενον ἀμφεδόκευε.
- χὠ παῖς ἀσχαλάων, ὅκα οἱ τέλος οὐδὲν ἀπάντη,
- τὼς καλάμως ῥίψας ποτ’ ἀροτρέα πρέσβυν ἵκανεν,
- ὅς νιν τάνδε τέχναν ἐδιδάξατο, καὶ λέγεν αὐτῷ,
- καί οἱ δεῖξεν Ἔρωτα καθήμενον. αὐτὰρ ὁ πρέσβυς
- μειδιάων κίνησε κάρη καὶ ἀμείβετο παῖδα·
- φείδεο τᾶς θήρας, μηδ’ ἐς τόδε τὤρνεον ἔρχευ.
- φεῦγε μακράν. κακόν ἐστι τὸ θηρίον. ὄλβιος ἐσσῇ,
- εἰσόκα μή νιν ἕλῃς· ἢν δ’ ἀνέρος ἐς μέτρον ἔλθῃς,
- οὗτος ὁ νῦν φεύγων καὶ ἀπάλμενος αὐτὸς ἀφ’ αὑτῶ
- ἐλθὼν ἐξαπίνας κεφαλὰν ἔπι σεῖο καθιξεῖ.