Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. καλὸς ἐὼν τοσσοῦτον ἐμήναο θηρὶ παλαίειν;’
  2. ὧδ’ ὀλοφύρατο Κύπρις· ἐπαιάζουσιν Ἔρωτες
  3. αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
  4. δάκρυον ἁ Παφία τόσσον χέει, ὅσσον Ἄδωνις
  5. αἷμα χέει· τὰ δὲ πάντα ποτὶ χθονὶ γίνεται ἄνθη.
  6. αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν.
  7. αἰάζω τὸν Ἄδωνιν, ἀπώλετο καλὸς Ἄδωνις.
  8. μηκέτ’ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι.
  9. οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα·
  10. λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς Ἄδωνις.
  11. καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.
  12. κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν,
  13. ᾧ μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει
  14. παγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυμνὸν Ἄδωνιν.
  15. βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ,
  16. ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων.
  17. ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν·
  18. ὀλλύσθω μύρα πάντα· τὸ σὸν μύρον ὤλετ’ Ἄδωνις.
  19. κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν·
  20. ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες