Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. πενθαλέα νήπλεκτος ἀσάνδαλος· αἱ δὲ βάτοι νιν
  2. ἐρχομέναν κείροντι καὶ ἱερὸν αἷμα δρέπονται·
  3. ὀξὺ δὲ κωκύουσα δι’ ἄγκεα μακρὰ φορεῖται
  4. Ἀσσύριον βοόωσα πόσιν καὶ παῖδα καλεῦσα.
  5. ἀμφὶ δέ νιν μέλαν αἷμα παρ’ ὀμφαλὸν ᾀωρεῖτο,
  6. στήθεα δ’ ἐκ μηρῶν φοινίσσετο, τοὶ δ’ ὑπὸ μαζοὶ
  7. χιόνεοι τὸ πάροιθεν Ἀδώνιδι πορφύροντο.
  8. αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.
  9. ὤλεσε τὸν καλὸν ἄνδρα, συνώλεσεν ἱερὸν εἶδος.
  10. Κύπριδι μὲν καλὸν εἶδος, ὅτε ζώεσκεν Ἄδωνις·
  11. κάτθανε δ’ ἁ μορφὰ σὺν Ἀδώνιδι. τὰν Κύπριν αἰαῖ
  12. ὤρεα πάντα λέγοντι, καὶ αἱ δρύες αἲ τὸν Ἄδωνιν.
  13. καὶ ποταμοὶ κλαίουσι τὰ πένθεα τᾶς Ἀφροδίτας,
  14. καὶ παγαὶ τὸν Ἄδωνιν ἐν ὤρεσι δακρύοντι,
  15. ἄνθεα δ’ ἐξ ὀδύνας ἐρυθαίνεται· ἁ δὲ Κυθήρα
  16. πάντας ἀνὰ κναμώς, ἀνὰ πᾶν νάπος οἰκτρὸν ἀείδει
  17. αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
  18. Ἀχὼ δ’ ἀντεβόασεν ἀπώλετο καλὸς Ἄδωνις.
  19. Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ;
  20. ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος,