Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός,
- ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλά
- μοι δεῖμα μὲν παροιχόμενον
- καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ σκοπεῖν
- χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπʼ ἀνδράσι κρέμαται,
- ἑλίσσων βίου πόρον· ἰατὰ δʼ ἔστι βροτοῖς σύν γʼ ἐλευθερίᾳ καὶ τά. χρὴ δʼ ἀγαθὰν ἐλπίδʼ ἀνδρὶ μέλειν· χρὴ δʼ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα
- Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
- πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων
- ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.
- ὃ τὰν μὲν παρὰ καλλιρόῳ
- Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα·
- σὲ δʼ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν
- κοιμᾶτο, δῖον ἔνθα τέκες
- Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων· ὃ καὶ
- δαιμόνεσσι δίκας ἐπείραινε· τοῦ μὲν ἀντίθεοι
- ἀρίστευον υἱέες υἱέων τʼ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντʼ ἀμφέπειν ὅμαδον· σώφρονές τʼ ἐγένοντο πινυτοί τε θυμόν.
- ταῦτα καὶ μακάρων ἐμέμναντʼ ἀγοραί,
- Ζεὺς ὅτʼ ἀμφὶ Θέτιος ἀγλαός τʼ ἔρισαν Ποσειδᾶν γάμῳ,
- ἄλοχον εὐειδέʼ ἐθέλων ἑκάτερος
- ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.